previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐξαμαυροῦται γὰρ 1 καὶ ταῦτα καὶ πολλὰ τῶν ἄλλων ὑπὸ τῆς κακίας, ὥσπερ λόχμης ἡμέροις σπέρμασι παραβλαστανούσης. μηδ᾽ ἑαυτὸν φύσει [p. 290] στέργειν τὸν ἄνθρωπον λέγωμεν, 2 ὅτι πολλοὶ σφάττουσιν ἑαυτοὺς καὶ κατακρημνίζουσιν; δ᾽ Οἰδίπους
ἤρασσ᾽ βλέφαρα : φοίνιαι δ᾽ ὁμοῦ
3 γλῆναι γένει᾽ ἔτεγγον. 4
Ἡγησίας δὲ 5 διαλεγόμενος πολλοὺς ἔπεισεν ἀποκαρτερῆσαι τῶν ἀκροωμένων
πολλαὶ μορφαὶ τῶν δαιμονίων.
6 ταῦτα δ᾽ ἐστὶν ὥσπερ ἐκεῖνα νοσήματα καὶ πάθη ψυχῆς τοῦ κατὰ φύσιν ἐξιστάντα τὸν ἄνθρωπον, ὡς αὐτοὶ καταμαρτυροῦσιν ἑαυτῶν: ἂν γὰρ ὗς τεκοῦσα δελφάκιον κύων διασπαράξῃ σκυλάκιον, ἀθυμοῦσι καὶ ταράττονται, καὶ θεοῖς ἀποτρόπαια θύουσι καὶ τέρας νομίζουσιν , ὡς πᾶσι κατὰ φύσιν 7 στέργειν τὰ τικτόμενα καὶ τρέφειν οὐκ ἀναιρεῖν προσῆκον. μὴν ἀλλ᾽ ὥσπερ ἐν τοῖς μετάλλοις πολλῇ συμπεφυρμένον γῇ καὶ κατακεχωσμένον ὅμως διαστίλβει τὸ χρυσίον, οὕτως φύσις ἐν αὐτοῖς τοῖς ἡμαρτημένοις ἤθεσι καὶ πάθεσιν ἐκφαίνει τὸ πρὸς τὰ ἔκγονα φιλόστοργον. οἱ μὲν γὰρ πένητες οὐ τρέφουσι τέκνα, φοβούμενοι μὴ χεῖρον προσήκει τραφέντα δουλοπρεπῆ καὶ ἀπαίδευτα καὶ τῶν καλῶν πάντων ἐνδεᾶ γένηται: τὴν γὰρ πενίαν ἔσχατον ἡγούμενοι κακὸν οὐχ ὑπομένουσι μεταδοῦναι τέκνοις ὥσπερ τινὸς χαλεποῦ καὶ μεγάλου νοσήματος. 8

1 γὰρ] δὲ Amyotus

2 λέγωμεν M: λέγομεν

3 Soph. OR 1275

4 φοίνιαι - ἔτεγγον Sophocles: φοίναι δόμου cum lacuna 18 litt. Urbinas

5 δὲ Duebnerus

6 Eur. Alc. 1159. passim

7 κατὰ φύσιν R: καὶ κατὰ φύσιν

8 lacunam post νοσήματος add. X

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. C. Helmbold, 1939)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: