ξανθὸν μέλι μηδομέναν6 κολακεύοντες τὸ ἡδὺ καὶ γαργαλίζον ἡμᾶς τῆς γλυκύτητος: τὴν δὲ τῶν ἄλλων περὶ τὰς λοχείας καὶ τὰς ἀνατροφὰς σοφίαν καὶ τέχνην παρορῶμεν. οἷον εὐθύς, ἡ ἁλκυὼν κύουσα τὴν νεοττιὰν συντίθησι, συλλαμβάνουσα τὰς ἀκάνθας τῆς θαλαττίας βελόνης καὶ ταύτας δι᾽ ἀλλήλων ἐγκαταπλέκουσα καὶ συνείρουσα, τὸ μὲν σχῆμα περιαγὲς ὡς ἁλιευτικοῦ κύρτου καὶ πρόμηκες ἀπεργάζεται: τῇ 7 δ᾽ ἁρμονίᾳ καὶ πυκνότητι συμφράξασα τὰς ἀκάνθας 8 ἀκριβῶς ὑπέθηκε 9 τῷ [p. 281] κλύσματι τοῦ κύματος, ὡς 10 τυπτόμενον ἡσυχῆ καὶ πηγνύμενον τὸ πίλημα τῆς ἐπιφανείας στεγανὸν γένηται: γίγνεται δὲ σιδήρῳ καὶ λίθῳ δυσδιαίρετον. ὃ δ᾽ ἐστὶ θαυμασιώτερον, οὕτω τὸ στόμα τῆς νεοττιᾶς συμμέτρως πέπλασται 11 πρὸς τὸ μέγεθος καὶ τὸ μέτρον τῆς ἁλκυόνος, ὥστε μήτε μεῖζον ἄλλο μήτε μικρότερον ἐνδύεσθαι ζῷον, ὡς δέ φασι, μηδὲ θάλατταν παραδέχεσθαι 12 μηδὲ τὰ ἐλάχιστα. μάλιστα δ᾽ οἱ γαλεοὶ ζῳογονοῦσι μὲν ἐν ἑαυτοῖς, ἐκβαίνειν δὲ παρέχουσιν ἐκτὸς καὶ νέμεσθαι τοῖς σκυμνίοις, εἶτα πάλιν ἀναλαμβάνουσι καὶ περιπτύσσουσιν ἐγκοιμώμενα τοῖς σπλάγχνοις. ἡ δ᾽ ἄρκτος, ἀγριώτατον καὶ σκυθρωπότατον θηρίον, ἄμορφα καὶ ἄναρθρα τίκτει: τῇ δὲ γλώττῃ καθάπερ ἐργαλείῳ διατυποῦσα τοὺς ὑμένας 13 οὐ δοκεῖ γεννᾶν μόνον ἀλλὰ καὶ δημιουργεῖν τὸ τέκνον. ὁ δ᾽ Ὁμηρικὸς λέων,
ᾧ ῥά τε νήπι᾽ ἄγοντι συναντήσωνται 14 ἐν ὕλῃἆρ᾽ οὐχ ὅμοιός; ἐστι, διανοουμένῳ πρὸς τοὺς κυνηγοὺς σπένδεσθαι περὶ τῶν τέκνων; καθόλου γὰρ ἡ πρὸς τὰ ἔκγονα 16 φιλοστοργία καὶ τολμηρὰ τὰ δειλὰ 17 ποιεῖ, καὶ φιλόπονα τὰ ῥᾴθυμα καὶ φειδωλὰ τὰ [p. 282] γαστρίμαργα καὶ ὥσπερ 18 ἡ Ὁμηρικὴ ὄρνις προσφέρουσα τοῖς νεοττοῖς
15 ἄνδρες ἐπακτῆρες, ὁ δέ τε σθένεϊ βλεμεαίνει,
πᾶν δὲ τ᾽ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων
μάστακ᾽, ἐπεί κε λάβῃσι, κακῶς δέ τε οἱ πέλει αὐτῇ 19τῷ γὰρ αὑτῆς τρέφει λιμῷ τὰ ἔκγονα, 20 καὶ τὴν τροφὴν τῆς γαστρὸς ἁπτομένην ἀποκρατεῖ καὶ πιέζει τῷ στόματι , μὴ λάθῃ καταπιοῦσα
ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσατὸν περὶ τῶν τέκνων φόβον ὡς δεύτερον προσλαβοῦσα θυμόν. αἱ δὲ πέρδικες ὅταν διώκωνται μετὰ τῶν τέκνων, ἐκεῖνα μὲν ἐῶσι προπέτεσθαι καὶ φεύγειν, αὑταῖς δὲ μηχανώμεναι προσέχειν τοὺς θηρεύοντας ἐγγὺς κυλινδούμεναι καὶ καταλαμβανόμεναι, μικρὸν ὑπεκθέουσιν, εἶτα πάλιν ἵστανται καὶ παρέχουσιν ἐν ἐφικτῷ τῆς ἐλπίδος ἑαυτάς, ἄχρι ἂν οὕτω προκινδυνεύουσαι τῶν νεοττῶν τῆς ἀσφαλείας προαγάγωνται πόρρω τοὺς διώκοντας. τὰς δ᾽ ἀλεκτορίδας ἐν τοῖς ὄμμασι καθ᾽ ἡμέραν ἔχομεν, ὃν τρόπον τὰ νεόττια περιέπουσι, τοῖς μὲν ἐνδῦναι χαλῶσαι τὰς πτέρυγας, τὰ δ᾽ ἐπιβαίνοντα τῶν νώτων καὶ προσέρποντα 22 πανταχόθεν ἀναδεχόμεναι μετὰ τοῦ γεγηθός τι 23 καὶ προσφιλὲς ἐπιφθέγγεσθαι: κύνας δὲ καὶ δράκοντας, 24 ἂν περὶ αὑτῶν φοβηθῶσι, φεύγουσιν, [p. 283] ἂν δὲ περὶ τῶν τέκνων, ἀμύνονται καὶ διαμάχονται παρὰ δύναμιν. εἶτα 25 ταῦτ᾽ οἰόμεθα τὰ πάθη τούτοις ἐνειργάσθαι τὴν φύσιν, ἀλεκτορίδων ἐπιγονῆς καὶ κυνῶν 26 καὶ ἄρκτων προνοοῦσαν, ἀλλ᾽ οὐχ ἡμᾶς δυσωποῦσαν καὶ τιτρώσκουσαν ἐπιλογιζομένους, ὅτι ταῦτα παραδείγματα τοῖς ἑπομένοις, τοῖς δ᾽ ἀναλγήτοις ὀνείδη περίεστι τῆς ἀπαθείας, δι᾽ ὧν κατηγοροῦσι τῆς ἀνθρωπίνης φύσεως μόνης μὴ προῖκα τὸ στέργειν ἐχούσης μηδ᾽ ἐπισταμένης φιλεῖν ἄνευ χρείας θαυμάζεται γὰρ ἐν τοῖς θεάτροις ὁ εἰπών
21 ἄνδρ᾽ ἀγνοιήσασ᾽ ὑλάει μέμονέν τε μάχεσθαι
μισθοῦ γὰρ ἄνθρωπον τίς ἄνθρωπον φιλεῖ27 κατ᾽ 28 Ἐπίκουρον ὁ πατὴρ τὸν υἱόν, ἡ 29 μήτηρ τὸ τέκνον, οἱ παῖδες τοὺς τεκόντας. ἀλλ᾽ εἰ λόγου γένοιτο τοῖς θηρίοις σύνεσις, καὶ τοῦτό τις εἰς κοινὸν θέατρον συναγαγὼν ἵππους καὶ βόας καὶ κύνας καὶ ὄρνιθας; ἀναφθέγξαιτο μεταγράψας, ὡς οὔτε κύνες ἐπὶ μισθῷ σκύλακας φιλοῦσιν οὔθ᾽ ἵπποι πώλους 30 οὔτ᾽ ὄρνιθες νεοττοὺς ἀλλὰ προῖκα καὶ φυσικῶς, ἐπιγνωσθήσεται τοῖς ἁπάντων πάθεσιν ὡς εὖ καὶ ἀληθῶς λεγόμενον. αἰσχρὸν γάρ, ὦ Ζεῦ, τὰς θηρίων γενέσεις καὶ λοχείας καὶ ὠδῖνας καὶ τεκνοτροφίας φύσιν εἶναι καὶ χάριν, τὰς δ᾽ ἀνθρώπων δάνεια καὶ μισθοὺς καὶ ἀρραβῶνας ἐπὶ χρείαις διδομένους.