previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

φουνδ. καὶ μὴν ὧν γε μεμνήμεθα Μουσωνίου καλῶν ἕν ἐστιν, Σύλλα, τὸ δεῖν ἀεὶ θεραπευομένους βιοῦν τοὺς σῴζεσθαι μέλλοντας. οὐ γὰρ ὡς ἐλλέβορον, οἶμαι, δεῖ θεραπεύσαντα συνεκφέρειν τῷ νοσήματι τὸν λόγον, ἀλλ᾽ ἐμμένοντα τῇ ψυχῇ συνέχειν τὰς κρίσεις καὶ φυλάσσειν. φαρμάκοις γὰρ οὐκ ἔοικεν ἀλλὰ σιτίοις ὑγιεινοῖς δύναμις αὐτοῦ, μεθ᾽ ὑγιείας 1 ἕξιν ἐμποιοῦσα χρηστὴν οἷς ἂν γένηται συνήθης: αἱ δὲ πρὸς ἀκμάζοντα τὰ πάθη καὶ οἰδοῦντα παραινέσεις καὶ νουθεσίαι σχολῇ μὲν ἀνύτουσι καὶ μόλις, οὐδὲν δὲ τῶν ὀσφραντῶν διαφέρουσιν, τοὺς ἐπιληπτικοὺς ἐγείροντα καταπίπτοντας οὐκ ἀπαλλάττει τοῦ νοσήματος. ὅμως δὲ τὰ μὲν ἄλλα καὶ παρ᾽ ὃν ἀκμάζει καιρὸν ἁμωσγέπως ὑπείκει καὶ παρίησι βοηθοῦντα λόγον ἔξωθεν εἰς τὴν ψυχήν, δὲ θυμὸς οὐχ φησιν Μελάνθιος
τὰ δεινὰ πράσσει τὰς φρένας μετοικίσας, 2
ἀλλ᾽ ἐξοικίσας τελείως καὶ ἀποκλείσας, ὥσπερ οἱ συνεμπιπράντες ἑαυτοὺς ταῖς οἰκίαις, πάντα ταραχῆς καὶ καπνοῦ καὶ ψόφου μεστὰ ποιεῖ τὰ ἐντός, ὥστε μήτ᾽ ἰδεῖν μήτ᾽ ἀκοῦσαι τῶν ὠφελούντων. διὸ καὶ μᾶλλον ἐν χειμῶνι καὶ πελάγει ναῦς ἔρημος ἀναλήψεται κυβερνήτην ἔξωθεν προσδέξεται λόγον ἀλλότριον ἄνθρωπος ἐν θυμῷ καὶ ὀργῇ σαλεύων, ἂν μὴ παρεσκευασμένον ἔχῃ τὸν οἰκεῖον λογισμόν. ἀλλ᾽ [p. 181] ὥσπερ οἱ πολιορκίαν προσδεχόμενοι συνάγουσι, καὶ παρατίθενται τἀπιτήδεια τὰς ἔξωθεν ἐλπίδας ἀπεγνωκότες, οὕτω μάλιστα δεῖ τὰ πρὸς τὸν θυμὸν βοηθήματα πόρρωθεν λαμβάνοντας ἐκ φιλοσοφίας κατακομίζειν εἰς τὴν ψυχήν, ὡς, ὅταν τῆς χρείας ἀφίκηται καιρός, μὴ ῥᾳδίως παρεισάγειν δυνησομένους: οὐδὲ γὰρ ἀκούει τῶν ἐκτὸς ψυχὴ διὰ τὸν θόρυβον, ἐὰν μὴ καθάπερ κελευστὴν ἔνδοθεν ἔχῃ τὸν αὑτῆς λόγον ὀξέως δεχόμενον καὶ συνιέντα τῶν παραγγελλομένων ἕκαστον: ἀκούσασα δὲ τῶν μὲν ἠρέμα καὶ πράως λεγομένων καταφρονεῖ, πρὸς δὲ τοὺς ἐνισταμένους τραχύτερον ἐρεθίζεται. καὶ γὰρ ὑπερήφανος καὶ αὐθάδης καὶ ὅλως ὑφ᾽ ἑτέρου 3 θυμὸς δυσκίνητος ὢν, ὥσπερ ὀχυρὰ τυραννὶς ἐξ ἑαυτῆς ἔχειν ὀφείλει σύνοικον καὶ συγγενὲς τὸ καταλῦον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. C. Helmbold, 1939)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: