previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

: ἄνθρωποι, τί τὴν ἀρετὴν λέγοντες [p. 144] ἀδίδακτον εἶναι ποιοῦμεν ἀνύπαρκτον; εἰ γὰρ μάθησις γένεσίς ἐστιν, τοῦ μαθεῖν κώλυσις ἀναίρεσις. καίτοι γ᾽ ὥς φησιν Πλάτων διὰ τὴν τοῦ ποδὸς 1 πρὸς τὴν λύραν καὶ ἀμετρίαν καὶ ἀναρμοστίαν οὔτ᾽ ἀδελφὸς ἀδελφῷ πολεμεῖ οὔτε φίλος φίλῳ διαφέρεται, οὔτε πόλεις πόλεσι δι᾽ ἀπεχθείας γιγνόμεναι τὰ ἔσχατα 2 δρῶσί τε καὶ πάσχουσιν ὑπ᾽ ἀλλήλων: οὐδὲ περὶ προσῳδίας ἔχει τις εἰπεῖν στάσιν ἐν πόλει γενομένην, 3 πότερον Τελχινας Τέλχινας 4 ἀναγνωστέον οὐδ᾽ ἐν οἰκίᾳ διαφορὰν ἀνδρὸς καὶ γυναικὸς ὑπὲρ κρόκης στήμονος. ἀλλ᾽ ὅμως οὔτ᾽ ἂν ἱστὸν οὔτε βιβλίον λύραν μὴ μαθὼν μεταχειρίσαιτο, καίπερ εἰς οὐδὲν μέγα βλαβησόμενος, ἀλλ᾽ αἰδεῖται γενέσθαι καταγέλαστος: ‘ἀμαθίηνγὰρ Ἡράκλειτός 5 φησικρύπτειν ἄμεινον:’ οἶκον δὲ καὶ γάμον καὶ πολιτείαν καὶ ἀρχὴν οἷόν τε 6 καλῶς μεταχειρίσασθαι μὴ γυναικὶ μὴ θεράποντι μὴ πολίτῃ μὴ ἀρχομένῳ καὶ ἄρχοντι; παιδὸς ὀψοφαγοῦντος, Διογένης τῷ παιδαγωγῷ κόνδυλον ἔδωκεν, ὀρθῶς οὐ τοῦ μὴ μαθόντος ἀλλὰ τοῦ μὴ διδάξαντος τὸ ἁμάρτημα ποιήσας. εἶτα παροψίδος μὲν κύλικος οὐκ ἔστι κοινωνεῖν ἐπιδεξίως, ἂν μὴ μάθῃ τις εὐθὺς ἐκ παίδων ἀρξάμενος, ὡς Ἀριστοφάνης 7
μὴ κιχλίζειν μηδ᾽ ὀψοφαγεῖν μηδ᾽ ἴσχειν τὼ πόδ᾽ ἐπαλλάξ: 8
[p. 145] οἴκου δὲ καὶ πόλεως καὶ γάμου καὶ βίου καὶ ἀρχῆς κοινωνίαν ἀνέγκλητον ἐνδέχεται γενέσθαι, μὴ μαθόντων ὅντινα χρὴ τρόπον ἀλλήλοις συμφέρεσθαι; Ἀρίστιππος ἐρωτηθεὶς ὑπό τινοςπανταχοῦ σὺ ἄρ᾽ εἶ;γελάσαςοὐκοῦνἔφηπαραπόλλυμι τὸ ναῦλον, εἴ γε πανταχοῦ εἰμι.’ τί οὖν οὐκ ἂν εἴποις καὶ αὐτόςεἰ μὴ γίγνονται μαθήσει βελτίονες ἄνθρωποι, παραπόλλυται μισθὸς τῶν παιδαγωγῶνπρῶτον γὰρ οὗτοι λαμβάνοντες ἐκ γάλακτος, ὥσπερ αἱ τίτθαι ταῖς χερσὶ τὸ σῶμα πλάττουσιν, οὕτω τὸ ἦθος ῥυθμίζουσι τοῖς ἔθεσιν, εἰς ἴχνος τι πρῶτον ἀρετῆς καθιστάντες. καὶ Λάκων ἐρωτηθείς τί παρέχει παιδαγωγῶν, ‘: τὰ καλάἔφητοῖς παισὶν ἡδέα ποιῶ.’ καίτοι 9 διδάσκουσιν οἱ παιδαγωγοὶ κεκυφότας ἐν ταῖς ὁδοῖς περιπατεῖν, ἑνὶ δακτύλῳ τὸ τάριχος ἅρασθαι, 10 δυσὶ τὸν ἰχθῦν σῖτον κρέας: οὕτω καθῆσθαι, τὸ ἱμάτιον οὕτως ἀναλαβεῖν. 11

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (W. C. Helmbold, 1939)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: