previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λυκούργου


Λυκοῦργος νομοθέτης βουλόμενος; ἐκ τῆς προϋπαρχούσης διαίτης τοὺς πολίτας εἰς σωφρονεστέραν βίου τάξιν μετάγειν καὶ καλοκαγαθικοὺς ἀπεργάζεσθαι ἁβροδίαιτοι γὰρ ἦσαν δύο σκύλακας ἀνέθρεψε ταὐτοῦ πατρὸς καὶ μητρὸς γενομένους: καὶ τὸν μὲν εἴθισε περὶ λιχνείας οἴκοι ἐάσας: τὸν δὲ ἐπαγόμενος ἤσκησε περὶ κυνηγέσια. ἔπειτα ἀγαγὼν εἰς τὴν ἐκκλησίαν ἔθηκεν ἀκάνθας 1 καὶ λιχνείας [p. 150] τινάς, ἀφῆκε δὲ καὶ λαγών: ἑκατέρου δ᾽ ἐπὶ τὰ συνήθη ὁρμήσαντος καὶ θατέρου τὸν λαγὼν χειρωσαμένου, εἶπενὁρᾶτε, ; πολῖται, ὅτι ταὐτοῦ γένους ὑπάρχοντες ἐν τῇ τοῦ βίου ἀγωγῇ παρὰ πολὺ ἀλλήλων διάφοροι ἀπέβησαν, καὶ ποιητικωτέρα 2 τῆς φύσεως ἄσκησις πρὸς τὰ καλὰ τυγχάνει ;τινὲς δέ φασιν, ὡς 3 οὐ παρῆγε σκύλακας, οἳ ἐκ τῶν αὐτῶν γεγονότες ἐτύγχανον, ἀλλ᾽ μὲν ἐξ οἰκουρῶν, ἕτερος δ᾽ ἐκ κυνηγετικῶν κἄπειτα τὸν μὲν ἐκ τοῦ χείρονος γένους πρὸς τὰ κυνηγέσια ἤσκησε, τὸν δὲ ἐκ τοῦ ἀμείνονος περὶ λιχνείας μόνον εἴθισεν: εἶθ᾽ ἑκατέρου ἐφ᾽ εἴθιστο ὁρμήσαντος:, φανερὸν ποιήσας ὅσον ἀγωγὴ πρὸς τὰ ἀμείνω καὶ χείρω συλλαμβάνεται, εἶπενοὐκοῦν καὶ ἡμᾶς, πολῖται, οὐδὲν παρὰ τοῖς πολλοῖς θαυμαζομένη εὐγένεια καὶ τὸ ἀφ᾽ Ἡρακλέους εἶναι ὀνίνησιν, εἰ μὴ πράττομεν δι᾽ ἐκεῖνος; ἁπάντων ἀνθρώπων ἐπιδοξότερος καὶ εὐγενέστερος ἐφάνη, ἀσκούμενοι καὶ μανθάνοντες καλὰ δι᾽ ὅλου τοῦ βίου.’


ἀναδασμὸν δὲ τῆς γῆς ποιήσας καὶ ἅπασιν ἴσον κλῆρον τοῖς πολίταις νείμας, λέγεται ὕστερόν ποτε χρόνῳ τὴν χώραν διερχόμενος ἐξ ἀποδημίας ἄρτι τεθερισμένην, ἰδὼν τοὺς σωροὺς κειμένους παρ᾽ ἀλλήλους καὶ ὁμαλοὺς ἡσθῆναι, καὶ μειδιάσαντα εἰπεῖν πρὸς τοὺς παρόντας ὡς Λακωνικὴ φαίνεται πᾶσα πολλῶν ἀδελφῶν εἶναι νεωστὶ νενεμημένων.


καὶ τῶν χρεῶν δὲ ἀποκοπὰς εἰσηγησάμενος ἐπεχείρησε καὶ τὰ κατ᾽ οἶκον ὄντα πάντα ἐξ ἴσου [p. 151] διαιρεῖν, ὅπως παντάπασιν ἐξέλοι τὸ ἄνισον καὶ ἀνώμαλον. ἐπεὶ δὲ χαλεπῶς ἑώρα προσδεξομένους τὴν ἄντικρυς ἀφαίρεσιν, τὸ τὸ χρυσοῦν καὶ ἀργυροῦν νόμισμα ἠκύρωσε, μόνῳ δὲ τῷ σιδηρῷ προσέταξε χρῆσθαι: καὶ μέχρις οὗ δεῖ ἔχειν τὴν ὅλην ὓπαρξιν πρὸς ἀμοιβὴν τούτου, περιώρισε. τούτου δὲ γενομένου, ἐξέπεσε τῆς Λακεδαίμονος ἀδικία πᾶσα οὔτε γὰρ κλέπτειν οὔτε δωροδοκεῖν οὔτε ἀποστερεῖν ἁρπάζειν ἔτι ἐδύνατό τις, μήτε κατακρύψαι δυνατὸν ἦν μήτε κτήσασθαι ζηλωτὸν μήτε χρήσασθαι ἀκίνδυνον, μήτε ἐξάγειν ἐπάγειν ἀσφαλές. πρὸς δὲ τούτοις καὶ ἁπάντων τῶν περισσῶν ξενηλασίαν ἐποιήσατο: διὸ οὔτε ἔμπορος οὔτε σοφιστὴς οὔτε μάντις ἀγύρτης οὔτε τῶν κατασκευασμάτων δημιουργὸς εἰσῄει εἰς τὴν Σπάρτην. οὐδὲ γὰρ νόμισμα παρ᾽ αὐτοῖς εὔχρηστον εἴασε, μόνον δὲ τὸ σιδηροῦν εἰσηγήσατο, ἐστι. μνᾶ ὁλκῇ Αἰγιναία, δυνάμει δὲ χαλκοῖ τέσσαρες


ἐπιθέσθαι δὲ τῇ τρυφῇ καὶ τὸν ζῆλον ἀφελέσθαι τοῦ πλούτου διανοηθεὶς; τὰ συσσίτια εἰσηγήσατο. πρὸς γοῦν τοὺς ἐπιζητοῦντας, διά τί ταῦτα συνεστήσατο καὶ μεθ᾽ ὅπλων κατ᾽ ὀλίγους τοὺς πολίτας διῄρηκεν, ‘ὅπωςεἶπενἐξ, ἑτοίμου τὰ παραγγελλόμενα δέχωνται, καὶ ἐάν τι νεωτερίζωσιν, ἐν ὀλίγοις τὸ ἀμπλάκημα: ἰσομοιρία τε τῆς τροφῆς καὶ πόσεως , καὶ μήτε πόσει τινὶ βρώσει ἀλλὰ μηδὲ στρωμνῇ σκεύεσιν ἄλλῳ τινὶ τὸ σύνολον πλέον ἔχῃ πλούσιος τοῦ πένητος.’


ἄζηλον δὲ ποιήσας τὸν πλοῦτον, οὐδενὸς; [p. 152] οὐδὲ χρῆσθαι οὐδὲ ἐπιδεῖξαι δυναμένου, ἔλεγε πρὸς τοὺς συνήθειςὡς καλόν ἐστιν, ἑταῖροι, διὰ τῶν ἔργων ἐπιδεῖξαι τὸν πλοῦτον ὁποῖός ἐστι τῇ ἀληθείᾳ, ὅτι τυφλός.’


παρεφύλαξε δὲ ὥστε μηδὲ οἴκοι προδειπνήσαντας ἐξεῖναι βαδίζειν ἐπὶ τὰ συσσίτια, πεπληρωμένους ἑτέρων ἐδεσμάτων πωμάτων: 4 ἐκάκιζον δὲ οἱ λοιποὶ τὸν μὴ πιόντα φαγόντα μετ᾽ αὐτῶν, ὡς ἀκρατῆ καὶ πρὸς τὴν κοινὴν ἀπομαλακιζόμενον δίαιταν ἐζημιοῦτο δὲ καὶ φανερὸς γενόμενος. Ἄγιδος γοῦν μετὰ πολὺν χρόνον τοῦ βασιλέως ἐπανελθόντος ἀπὸ στρατείας καταπεπολεμήκει δὲ Ἀθηναίους , βουλομένου παρὰ τῇ γυναικὶ μιᾷ ἡμέρᾳ δειπνῆσαι καὶ μεταπεμπομένου τὰς μερίδας, οὐκ ἔπεμψαν οἱ πολέμαρχοι: μεθ᾽ ἡμέραν δὲ φανεροῦ γενομένου τοῖς ἐφόροις, ἐζημιώθη ὑπ᾽ αὐτῶν.


πρὸς οὖν τὰ τοιαῦτα τῶν νομοθετημάτων χαλεπήναντες οἱ εὔποροι ἐπισυνέστησαν καὶ ἐβλασφήμουν αὐτὸν καὶ ἔβαλλον, καταλεῦσαι βουλόμενοι: διωκόμενος δὲ διέπεσε διὰ τῆς ἀγορᾶς καὶ τοὺς μὲν ἄλλους ἔφθασεν εἰς τὸ ἱερὸν τῆς χαλκιοίκου Ἀθηνᾶς καταφυγών Ἄλκανδρος δὲ ἐπιστραφέντος αὐτοῦ διώκων τῇ βακτηρίᾳ τὸν ὀφθαλμὸν ἐξέκοψεν αὐτοῦ. τοῦτον δὲ κοινῷ δόγματι παραλαβὼν ἐπὶ τιμωρίᾳ οὔτε κακῶς διέθηκεν οὔτε ἐμέμψατο, συνδιαιτώμενον δὲ ἔχων ἀπέδειξεν ἐπαινέτην αὑτοῦ τε καὶ τῆς διαίτης ἣν εἶχε σὺν αὐτῷ, καὶ καθόλου τῆς ἀγωγῆς ἐραστήν. τοῦ δὲ πάθους ὑπόμνημα ἱδρύσατο ἐν τῷ [p. 153] τῆς Χαλκιοίκου τεμένει ἱερὸν Ἀθηνᾶς, Ὀπτιλλέτιν προσαγορεύσας: τοὺς: γὰρ ὀφθαλμοὺς ὀπτίλλους οἱ τῇδε Δωριεῖς λέγουσιν.


ἐρωτηθεὶς δὲ διὰ τί οὐκ ἐχρήσατο νόμοις ἐγγράφοις, ‘ὅτιἔφηοἱ πεπαιδευμένοι καὶ ἀχθέντες τῇ προσηκούσῃ ἀγωγῇ τὸ τοῦ καιροῦ χρήσιμον δοκιμάζουσι.’


πάλιν δ᾽ ἐπιζητούντων τινῶν, διὰ τί ὀροφὴν ἀπὸ πελέκεως ταῖς οἰκίαις ἐπιτιθέναι προσέταξε, θύραν δὲ ἀπὸ πρίονος μόνου καὶ μηδενὸς τῶν ἄλλων ἐργαλείων, ‘ὅπως ἄνἔφημετριάζοιεν οἱ πολῖται περὶ πάντα, ὅσα εἰς: τὴν οἰκίαν εἰσάγουσι, καὶ μηδὲν τῶν παρ᾽ ἄλλοις ζηλουμένων ἔχωσιν.’


ἐκ δὲ ταύτης τῆς συνηθείας φασὶ καὶ Λεωτυχίδην τὸν πρῶτον βασιλέα δειπνοῦντα παρά τινι καὶ θεασάμενον τῆς στέγης: τοῦ οἴκου τὴν παρασκευὴν πολυτελῆ καὶ φατνωματικήν, ἐρωτῆσαι τὸν ξένον εἰ τετράγωνα παρ᾽ αὐτοῖς ξύλα φύεται.


ἐρωτηθεὶς δὲ διὰ τί ἐκώλυσεν ἐπὶ τοὺς αὐτοὺς πολεμίους; πολλάκις στρατεύεσθαι, ἔφηἵνα μὴ πολλάκις ἀμύνεσθαι συνεθιζόμενοι ἔμπειροι πολέμου γένωνταιδιὸ καὶ Ἀγησιλάῳ ἔγκλημα οὐ βραχὺ ἔδοξεν εἶναι, ταῖς εἰς τὴν Βοιωτίαν συνεχέσιν εἰσβολαῖς καὶ στρατείαις τοὺς Θηβαίους ἀντιπάλους Λακεδαιμονίοις κατασκευάσαντος. τετρωμένον γοῦν ἰδὼν αὐτὸν Ἀνταλκίδαςκαλάεἶπετροφεῖα ἀπέχεις, μὴ βουλομένους αὐτοὺς μηδὲ 5 εἰδότας μάχεσθαι διδάξας;.’


ἄλλου δὲ ἐπιζητοῦντος, διὰ τί τὰ σώματα [p. 154] τῶν παρθένων δρόμοις καὶ πάλαις καὶ βολαῖς δίσκων καὶ ἀκοντίων διεπόνησεν, ‘ἵνἔφη τῶν γεννωμένων ῥίζωσις ἰσχυρὰν ἐν ἰσχυροῖς σώμασιν ἀρχὴν λαβοῦσα καλῶς βλαστάνῃ: αὐταί τε μετὰ ῥώμης τοὺς τόκους ὑπομένουσαι ῥᾳδίως: τε ἅμα καὶ καλῶς ἀγωνίζωνται πρὸς τὰς ὠδῖνας: καὶ εἴ τις ἀνάγκη γένοιτο, δύνωνται ὑπὲρ αὑτῶν καί τέκνων καὶ τῆς πατρίδος μάχεσθαι. ’


μεμφομένων δέ τινων τὴν γύμνωσιν τῶν παρθένων ἐν ταῖς πομπαῖς καὶ τὴν αἰτίαν ζητούντων, ‘ἵν᾽ἔφητὰ αὐτὰ τοῖς ἀνδράσιν ἐπιτηδεύουσαι μηδὲν μεῖον ἔχωσι μήτε κατὰ σώματος ἰσχὺν καὶ ὑγίειαν μήτε κατὰ ψυχῆς φιλοτιμίαν καὶ ἀρετήν: δόξης δὲ τῆς παρὰ τοῖς πολλοῖς ὑπερφρονῶσιν.’ ὅθεν καὶ περὶ Γοργοῦς ἱστορεῖται τῆς Λεωνίδου γυναικὸς τοιοῦτον: εἰπούσης γάρ τινος, ὡς ἔοικε, ξένης πρὸς αὐτὴν ὡςμόναι τῶν ἀνδρῶν ἄρχετε ὑμεῖς αἱ Λάκαιναιἀπεκρίνατομόναι γὰρ ἡμεῖς ἄνδρας τίκτομεν.’


εἴρξας δὲ τοὺς; ἀγάμους τῆς ἐν ταῖς γυμνοπαιδίαις θέας καὶ ἀτιμίαν προσθείς, πολλὴν πρόνοιαν ἐποιήσατο τῆς παιδοποιίας: τιμῆς καὶ θεραπείας, ἣν νέοι πρεσβυτέροις παρεῖχον, ἐστέρησε. καὶ τὸ πρὸς Δερκυλλίδαν ῥηθὲν οὐδεὶς ἐμέμψατο, καίπερ εὐδόκιμον ὄντα στρατηγόν: ἐπιόντι γὰρ αὐτῷ τῶν νεωτέρων τις ἕδρας οὐχ ὑπεῖξεν εἰπώνοὐδὲ γὰρ ἐμοὶ σὺ τὸν ὑπείξοντα ἐγέννησας.’


πυνθανομένου δέ τινος, διὰ τί τὰς κόρας ἐνομοθέτησεν ἀπροίκους ἐκδίδοσθαι, ‘ὅπωςἔφη [p. 155]μήτε δι᾽ ἔνδειαν ἄγαμοί τινες ἐαθῶσι μήτε διὰ περιουσίαν σπουδάζωνται, ἕκαστος δὲ εἰς τὸν τρόπον τῆς παιδὸς ἀφορῶν ἀρετῇ τὴν αἵρεσιν ποιῆται. 6διὰ τοῦτο δὲ καὶ τὸν καλλωπισμὸν τῆς πόλεως; ἀπήλασεν.


ὁρίσαντος δὲ αὐτοῦ καὶ τὸν χρόνον τῶν τε γαμουμένων καὶ τῶν γαμούντων, πρὸς τὸν ζητοῦντα, 7 ἵν᾽ ἔφητὰ γεννώμενα ἰσχυρὰ ἐκ τελείων γεννώμενα. ’


πρὸς δὲ τὸν θαυμάζοντα, διότι τὸν γεγαμηκότα ἀπεῖρξε μὴ συγκοιμᾶσθαι τῇ γεγαμημένῃ, προσέταξε δὲ τὸ πλεῖστον τῆς ἡμέρας; συνεῖναι τοῖς ἡλικιώταις καὶ τὰς νύκτας ὅλας συναναπαύεσθαι, τῇ δὲ νύμφῃ κρύφα καὶ μετ᾽ εὐλαβείας συνεῖναι, ‘ὅπωςἔφηκαὶ τοῖς σώμασιν ἰσχυροὶ ὦσι διακορεῖς μὴ γινόμενοι, καὶ τῷ φιλεῖν ἀεὶ καινοὶ ὑπάρχωσι καὶ τὰ ἔκγονα ἐρρωμενέστερα παρέχωσι.’


καὶ τὸ μὲν μύρον ἐξήλασεν ὡς τοῦ ἐλαίου φθορὰν καὶ ὄλεθρον, τὴν δὲ βαφικὴν ὡς κολακείαν αἰσθήσεως:,


πᾶσι δὲ τοῖς περὶ τὸν τοῦ σώματος καλλωπισμὸν δημιουργοῖς ἀνεπίβατον ἐποίησε τὴν Σπάρτην, ὡς διὰ τῆς κακοτεχνίας τὰς τέχνας λυμαινομένοις.


τοσαύτη δ᾽ ἦν κατ᾽ ἐκείνους τοὺς χρόνους σωφροσύνη τῶν γυναικῶν καὶ τοσοῦτον ἀπεῖχε τῆς ὕστερον περὶ αὐτὰς εὐχερείας, ὡς πρότερον ἄπιστον εἶναι τὸ τῆς μοιχείας παρ᾽ αὐταῖς. καὶ λόγος [p. 156] ἀπομνημονεύεται Γεραδάτα 8 τινὸς Σπαρτιάτου τῶν σφόδρα παλαιῶν, ὃς ἐρωτηθεὶς ὑπὸ ξένου, τί πάσχουσιν οἱ μοιχοὶ παρ᾽ αὐτοῖς, οὐδὲν γὰρ ὁρᾶν περὶ τούτου νενομοθετημένον ὑπὸ Λυκούργου: εἶπενοὐδείς, ξένε, γίνεται μοιχὸς παρ᾽ ἡμῖνἐκείνου δὲ ὑπολαβόντοςἂν οὖν γένηται’, ‘ταῦρον9 ἔφη Γεραδάταςἐκτίνει μέγαν, 10 ὃς ὑπερκύψας τὸ Ταΰγετον ἀπὸ τοῦ Εὐρώτα πίεταιθαυμάσαντος δ᾽ ἐκείνου καὶ φήσαντοςπῶς δὲ ἂν γένοιτο βοῦς τηλικοῦτος;γελάσας Γεραδάταςπῶς γὰρ ἄνἔφημοιχὸς ἐν Σπάρτῃ γένοιτο, ἐν πλοῦτος μὲν καὶ τρυφὴ καὶ καλλωπισμὸς: ἀτιμάζονται, αἰδὼς δὲ καὶ εὐκοσμία καὶ τῶν ἡγουμένων πειθὼ πρεσβεύονται.’


πρὸς δὲ τὸν ἀξιοῦντα δημοκρατίαν ἐν τῇ πόλει καταστήσασθαι Λυκοῦργος εἶπεσὺ πρῶτος ἐν τῇ οἰκίᾳ σου ποίησον δημοκρατίαν.’


πυνθανομένου δέ τινος διὰ τί μικρὰς οὕτω καὶ εὐτελεῖς ἔταξε τῶν θεῶν τὰς θυσίας, ‘ὅπωςἔφημηδέποτε τιμῶντες τὸ θεῖον διαλείπωμεν.’


μόνα δὲ ταῦτα τῶν ἀθλημάτων ἐφέντος αὐτοῦ τοῖς πολίταις ἀγωνίζεσθαι, ὅπου χεὶρ οὐκ ἀνατείνεται, ἐπύθετό τις τὴν αἰτίαν: δὲὅπωςεἶπεμηδεὶς αὐτῶν ἐν τῷ πονεῖν ἀπαυδᾶν ἐθίζηται.’


ἐρωτῶντος δέ τινος, διὰ τί πυκνὰ μεταστρατοπεδεύειν κελεύει, ‘ὅπωςεἶπεπλείω τοὺς ἐχθροὺς βλάπτοιμεν. [p. 157]


ἄλλου: δ᾽ ἐπιζητοῦντος διὰ τί πυργομαχεῖν ἀπεῖπε, ‘ἵναἔφημὴ ὑπὸ γυναικὸς παιδὸς τινος παραπλησίου ἀνθρώπου οἱ ἀμείνονες ἀποθνῄσκωσιν. ’


τοῖς δὲ συμβουλευομένοις τῶν Θηβαίων περὶ τῆς ἱερουργίας καὶ τοῦ πένθους, ἣν ποιοῦνται τῇ Λευκοθέᾳ, συνεβούλευσενεἰ μὲν θεὸν ἡγοῦνται, μὴ θρηνεῖν εἰ δὲ ἄνθρωπον, μὴ ἱερουργεῖν ὡς θεῷ. ’


πρὸς δὲ τοὺς ἐπιζητοῦντας τῶν πολιτῶνπῶς ἂν πολεμίων ἔφοδον ἀλεξοίμεθα’ ‘ἐὰν πτωχοίἔφηἦτε καὶ μὴ μείζων 11 ἅτερος θατέρου ἐρέῃ εἶναι.’ 12


καὶ πάλιν ἐπιζητούντων περὶ τειχῶν, ‘οὐκἔφηπόλιν εἶναι ἀτείχιστον, ἣτις ἀνδράσι καὶ οὐ πλίνθοις ἐστεφάνωται.’


ἐπεμέλοντο δὲ οἱ Σπαρτιᾶται καὶ τῆς κόμης, ἀπομνημονεύοντές τινα Λυκούργου λόγον περὶ τούτου, ὅτι τοὺς μὲν καλοὺς εὐπρεπεστέρους ποιεῖ, τοὺς δὲ αἰσχροὺς: φοβερωτέρους.


παρήγγειλε δὲ ἐν τοῖς πολέμοις τρεψαμένους καὶ νικήσαντας μέχρι τοῦ βεβαιώσασθαι τὸ νίκημα ἐπιδιώκειν, εἶτα εὐθὺς; ἀναχωρεῖν οὔτε γενναῖον 13 οὔτε Ἑλληνικὸν φονεύειν τοὺς παρακεχωρηκότας φάσκων, ἀλλὰ φείδεσθαι. ἦν δ᾽ οὐ μόνον καλὸν τοῦτο καὶ μεγαλόψυχον 14 ἀλλὰ καὶ χρήσιμον: εἰδότας γὰρ τοὺς μαχομένους πρὸς αὑτοὺς ὅτι φείδονται μὲν [p. 158] τῶν ἐνδιδόντων, ἀναιροῦσι δὲ τοὺς ὑφισταμένους, τοῦ μένειν τὸ φεύγειν ὠφελιμώτερον ἡγήσεσθαι.


πυνθανομένου δέ τινος, διὰ τί τοὺς τῶν πολεμίων νεκροὺς ἀπηγόρευσε σκυλεύειν, ‘ὅπωςἔφημὴ κυπτάζοντες περὶ τὰ σκῦλα τῆς μάχης ἀμελῶσιν, ἀλλὰ καὶ τὴν πενίαν ἅμα τῇ τάξει διασῴζωσι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Frank Cole Babbitt, 1931)
load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: