previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀλεξάνδρου


Ἀλέξανδρος ἔτι παῖς ὤν, πολλὰ τοῦ Φιλίππου κατορθοῦντος, οὐκ ἔχαιρεν, ἀλλὰ πρὸς τοὺς συντρεφομένους ἔλεγε παῖδαςἐμοὶ δὲ πατὴρ οὐδὲν ἀπολείψειτῶν δὲ παίδων λεγόντων ὅτισοὶ ταῦτα κτᾶται:’ ‘τί δὲ ὄφελοςεἶπενἐὰν ἔχω μὲν πολλὰ πράξω δὲ μηδέν;


ἐλαφρὸς δὲ ὢν καὶ ποδώκης καὶ παρακαλούμενος ὑπὸ τοῦ πατρὸς Ὀλύμπια δραμεῖν στάδιον, ‘εἴγεἔφηβασιλεῖς ἕξειν ἔμελλον ἀνταγωνιστάς,’


ἀχθείσης δὲ παιδίσκης πρὸς αὐτὸν ὡς συναναπαυσομένης περὶ ἑσπέραν βαθεῖαν, ἠρώτησεν τι τηνικαῦτατῆς δὲ εἰπούσηςπεριέμενον γὰρ τὸν ἄνδρα κατακλῖναι,'’ 1 πικρῶς ἐπετίμησε τοῖς παισὶν ὡς μικροῦ δι᾽ αὐτοὺς μοιχὸς γενόμενος.


ἐπιθυμιῶντι δὲ τοῖς θεοῖς ἀφειδῶς αὐτῷ καὶ πολλάκις ἐπιδραττομένῳ τοῦ λιβανωτοῦ, παρὼν Λεωνίδης παιδαγωγόςοὕτωςεἶπεν παῖ, δαψιλῶς ἐπιθυμιάσεις, ὅταν τῆς λιβανωτοφόρου κρατήσῃς.’ ὡς οὖν ἐκράτησεν, ἔπεμψεν ἐπιστολὴν πρὸς αὐτὸν: ‘ἀπέσταλκά σοι τάλαντα ἑκατὸν 2 λιβανωτοῦ καὶ κασίας:, ἵνα μηκέτι μικρολογῇ περὶ τοὺς θεούς, εἰδὼς ὅτι καὶ τῆς ἀρωματοφόρου κρατοῦμεν.’


μέλλων δὲ τὴν ἐπὶ Γρανίκῳ μάχην μάχεσθαι [p. 22] παρεκάλει τοὺς Μακεδόνας ἀφθόνως δειπνεῖν καὶ πάντα φέρειν εἰς μέσον, ὡς αὔριον δειπνήσοντας ἐκ τῶν πολεμίων.


Περίλλου δέ τινος τῶν φίλων αἰτήσαντος προῖκα τοῖς θυγατρίοις, ἐκέλευσε πεντήκοντα τάλαντα λαβεῖν αὐτοῦ δὲ φήσαντος ἱκανὰ εἶναι δέκα, ‘σοὶ γεἔφη λαβεῖν, ‘ἐμοὶ δ᾽ οὐχ ἱκανὰ δοῦναι.’


Ἀναξάρχῳ δὲ τῷ φιλοσόφῳ δοῦναι τὸν διοικητὴν ἐκέλευσεν ὅσον ἂν αἰτήσῃ: τοῦ δὲ διοικητοῦ φήσαντος ὡς ἑκατὸν αἰτεῖ τάλαντα, ‘καλῶςἔφηποιεῖ γινώσκων ὅτι φίλον ἔχει καὶ δυνάμενον τηλικαῦτα δωρεῖσθαι καὶ βουλόμενον.’


ἐν δὲ τῇ Μιλήτῳ πολλοὺς ἀνδριάντας ἀθλητῶν θεασάμενος Ὀλύμπια καὶ Πύθια νενικηκότωνκαὶ ποῦ τὰ τηλικαῦταἔφηἦν σώματα, ὅτε οἱ βάρβαροι ὑμῶν τὴν πόλιν ἐπολιόρκουν


τῆς δὲ τῶν Καρῶν βασιλίσσης Ἄδας ὄψα καὶ πέμματα παρεσκευασμένα περιττῶς διὰ δημιουργῶν καὶ μαγείρων φιλοτιμουμένης ἀεὶ πέμπειν πρὸς αὐτόν, ἔφη κρείττονας ἔχειν αὐτὸς ὀψοποιούς, πρὸς μὲν ἄριστον τὴν νυκτοπορίαν πρὸς δὲ δεῖπνον τὴν ὀλιγαριστίαν.


ἐπεὶ δὲ παρεσκευασμένων πάντων πρὸς μάχην, ἠρώτησαν οἱ στρατηγοὶ μή τι πρὸς τούτοις ἕτερον; οὐδέν εἶπεν ξυρᾶν τὰ γένεια τῶν Μακεδόνων: θαυμάσαντος δὲ τοῦ Παρμενίωνοςοὐκ οἶδαςεἶπενὅτι βελτίων οὐκ ἔστιν ἐν μάχαις λαβὴ πώγωνος;


Δαρείου δὲ διδόντος 3 αὐτῷ μύρια τάλαντα [p. 23] καὶ τὴν Ἀσίαν νείμασθαι πρὸς αὐτὸν ἐπίσης, καὶ Παρμενίωνος εἰπόντοςἔλαβον ἂν εἰ Ἀλέξανδρος ἤμην.’ ‘κἀγὼ νὴ Δία,’ εἶπενεἰ Παρμενίωνἤμην. ἀπεκρίνατο δὲ Δαρείῳ μήτε τὴν γῆν ἡλίους δύο μήτε τὴν Ἀσίαν δύο βασιλεῖς ὑπομένειν.


μέλλοντι δὲ αὐτῷ περὶ τῶν ὅλων ἐν Ἀρβήλοις κινδυνεύειν πρὸς ἑκατὸν μυριάδας ἀντιτεταγμένας προσῄεσαν οἱ φίλοι, τῶν στρατιωτῶν κατηγοροῦντες ὡς ἐν ταῖς σκηναῖς διαλαλούντων καὶ συντιθεμένων, ὅπως μηδὲν τῶν λαφύρων εἰς τὸ βασιλικὸν ἀνοίσουσιν ἀλλ᾽ αὐτοὶ κερδανοῦσιν. δὲ μειδιάσαςἀγαθάφησὶνἀγγέλλετε: νικᾶν γὰρ ἀνδρῶν οὐ φεύγειν παρεσκευασμένων ἀκούω διαλογισμούς.’ καὶ προσιόντες αὐτῷ πολλοὶ τῶν στρατιωτῶν ἔλεγον βασιλεῦ, θάρρει καὶ μὴ φοβοῦ τὸ πλῆθος τῶν πολεμίων, αὐτὸν γὰρ ἡμῶν τὸν γράσον οὐχ ὑπομενοῦσι


Παρατασσομένου δὲ τοῦ στρατεύματος ἰδών τινα τῶν στρατιωτῶν τὸ ἀκόντιον ἐναγκυλούμενον ἐξέωσε τῆς φάλαγγος ὡς ἄχρηστον, ὃςπαρασκευάζεται δὴ νῦν, ὅτε χρῆσθαι δεῖ τοῖς ὅπλοις.’


ἐπιστολὴν δὲ παρὰ τῆς μητρὸς ἀναγινώσκων ἀπορρήτους κατ᾽ Ἀντιπάτρου διαβολὰς ἔχουσαν, ἅμα τοῦ Ἡφαιστίωνος ὥσπερ εἰώθει συναναγινώσκοντος, οὐκ ἐκώλυσεν ὡς δὲ ἀνέγνω, τὸν δακτύλιον ἀφελόμενος τὸν ἑαυτοῦ τῷ στόματι τῷ ἐκείνου τὴν σφραγῖδα ἐπέθηκεν.


ἐν δὲ Ἄμμωνος ὑπὸ τοῦ προφήτου παῖς Διὸς προσαγορευθεὶς οὐδένγεἔφηθαυμαστόν, [p. 24] πάντων μὲν γὰρ Ζεὺς φύσει πατήρ ἐστιν, ἑαυτοῦ δὲ ποιεῖται τοὺς ἀρίστους. ’


τοξεύματι δὲ πληγεὶς εἰς 4 τὸ σκέλος, ὡς πολλοὶ συνέδραμον τῶν πολλάκις εἰωθότων αὐτὸν θεὸν προσαγορεύειν, διαχυθεὶς τῷ προσώπῳτουτὶ μὲν αἷμαεἶπενὡς ὁρᾶτε καὶ οὐκ
ἰχώρ, οἷόσπέρ τε ῥέει μακάρεσσι θεοῖσιν.
5


ἐπαινούντων δὲ ἐνίων τοῦ Ἀντιπάτρου τὴν εὐτέλειαν ὡς ἀθρύπτως διαιτωμένου καὶ αὐστηρῶς, ‘ἔξωθενεἶπενἈντίπατρος λευκοπάρυφός ἐστι, τὰ δὲ ἔνδον ὁλοπόρφυρος


ἐν δὲ χειμῶνι καὶ ψύχει τῶν φίλων τινὸς ἑστιῶντος αὐτόν, ἐσχάραν δὲ μικρὰν καὶ πῦρ ὀλίγον εἰσενέγκαντος, ξύλα λιβανωτὸν εἰσενεγκεῖν ἐκέλευσεν.


Ἀντιπατρίδου δὲ καλὴν ψάλτριαν ἐπὶ τὸ δεῖπνον ἀγαγόντος, κινηθεὶς τῇ ὄψει πρὸς αὐτὴν Ἀλέξανδρος ἠρώτησε τὸν Ἀντιπατρίδην, μή τι τυγχάνοι τῆς γυναικὸς ἐρῶν ἐκείνου δὲ ὁμολογήσαντος, μιαρέεἶπενοὐκ ἀπάξεις εὐθὺς ἐκ τοῦ συμποσίου τὴν γυναῖκα;’


πάλιν δὲ Πύθωνα τὸν Εὐίου τοῦ αὐλητοῦ ἐρώμενον Κάσανδρος ἐβιάζετο φιλῆσαι: τὸν οὖν Εὔιον ὁρῶν ἀχθόμενον ἀνεπήδησε μετ᾽ ὀργῆς ἐπὶ τὸν Κάσανδρον, κεκραγώςἀλλ᾽ οὐδ᾽ ἐρασθῆναί τινος ἔξεστι δι᾽ ὑμᾶς;


ἀποστέλλοντος δὲ αὐτοῦ τῶν Μακεδόνων τοὺς νοσώδεις καὶ ἀναπήρους ἐπὶ θάλασσαν, ἐνεδείχθη [p. 25] τις εἰς τοὺς νοσοῦντας ἀπογεγραμμένος ἑαυτὸν οὐ νοσῶν. ἐπεὶ οὖν εἰς ὄψιν ἀχθεὶς καὶ ἀνακρινόμενος ὡμολόγησε προφασίζεσθαι δι᾽ ἔρωτα Τελεσίππας ἀπιούσης ἐπὶ θάλασσαν, ἠρώτησεν Ἀλέξανδροςπρὸς τίνα δεῖ περὶ τῆς Τελεσίππας διαλέγεσθαι:’ πυθόμενος δὲ ἐλευθέραν οὖσανοὐκοῦνἔφη Ἀντιγένη, πείθωμεν τὴν Τελεσίππαν, ἵνα μείνῃ μεθ᾽ ἡμῶν: βιάζεσθαι γὰρ ἐλευθέραν οὖσαν οὐχ ἡμέτερον.’


τῶν δὲ μισθοφορούντων Ἑλλήνων παρὰ τοῖς πολεμίοις ὑποχειρίων γενομένων, τοὺς μὲν Ἀθηναίους ἐκέλευσεν ἐν πέδαις φυλάττειν ὅτι τροφὴν ἔχοντες ἐκ δημοσίου μισθοφοροῦσι καὶ τοὺς Θεσσαλοὺς ὅτι τὴν ἀρίστην κεκτημένοι οὐ γεωργοῦσι: τοὺς δὲ Θηβαίους ἀφῆκεν εἰπὼν ὅτιμόνοις τούτοις οὔτε πόλις οὔτε χώρα δι᾽ ἡμᾶς ἀπολέλειπται.’


τῶν δὲ Ἰνδῶν τὸν ἄριστα τοξεύειν δοκοῦντα καὶ λεγόμενον διὰ δακτυλίου τὸν ὀιστὸν ἀφιέναι λαβὼν αἰχμάλωτον ἐκέλευσεν ἐπιδείξασθαι, καὶ μὴ βουλόμενον ὀργισθεὶς ἀνελεῖν προσέταξε: ἐπεὶ δὲ ἀγόμενος 6 ἄνθρωπος ἔλεγε πρὸς τοὺς ἄγοντας, ὅτι πολλῶν ἡμερῶν οὐ μεμελέτηκε καὶ ἐφοβήθη διαπεσεῖν, ἀκούσας Ἀλέξανδρος ἐθαύμασε καὶ ἀπέλυσε μετὰ δώρων αὐτόν, ὅτι μᾶλλον ἀποθανεῖν ὑπέμεινεν τῆς δόξης ἀνάξιος φανῆναι,


ἐπεὶ δὲ Ταξίλης, εἷς τῶν Ἰνδῶν βασιλεὺς ὤν, ἀπαντήσας προυκαλεῖτο μὴ μάχεσθαι μηδὲ πολεμεῖν Ἀλέξανδρον, ἀλλ᾽ εἰ μέν ἐστιν ἥττων, εὖ [p. 26] πάσχειν, εἰ δὲ βελτίων, εὖ ποιεῖν: ἀπεκρίνατο περὶ αὐτοῦ τούτου μαχετέον εἶναι , πότερος εὖ ποιῶν περιγένηται.


περὶ δὲ τῆς λεγομένης Ἀόρνου πέτρας ἐν Ἰνδοῖς ἀκούσας, ὅτι τὸ μὲν χωρίον δυσάλωτόν ἐστιν, δὲ ἔχων αὐτὸ δειλός ἐστι, ‘νῦνἔφητὸ χωρίον εὐάλωτόν ἐστιν.’


ἐπεὶ δὲ ἄλλος ἔχων πέτραν ἄληπτον δοκοῦσαν εἶναι ἐνεχείρισεν ἑαυτὸν μετὰ τῆς πέτρας τῷ Ἀλεξάνδρῳ, καὶ τῆς δυνάμεως ἐκέλευσεν ἄρχειν καὶ προσέθηκε χώραν, εἰπὼν ὅτιφρονεῖν μοι δοκεῖ ἄνθρωπος, ἀνδρὶ μᾶλλον ἀγαθῷ πιστεύσας ἑαυτὸν ὀχυρῷ τόπῳ.’


μετὰ δὲ τὴν τῆς πέτρας ἅλωσιν τῶν φίλων λεγόντων ὑπερβεβληκέναι τὸν Ἡρακλέα ταῖς πράξεσιν, ‘ἀλλ᾽ ἐγώεἶπετὰς ἐμὰς πράξεις μετὰ τῆς ἡγεμονίας ἑνὸς οὐ νομίζω ῥήματος ἀνταξίας εἶναι τοῦ Ἡρακλέους


τῶν δὲ φίλων τινὰς αἰσθόμενος ἐν τῷ κυβεύειν οὐ παίζοντας ἐζημίωσε.


τῶν δὲ πρώτων φίλων καὶ κρατίστων τιμᾶν μὲν ἐδόκει Κρατερὸν μάλιστα πάντων, φιλεῖν δὲ Ἡφαιστίωνα. ‘κρατερὸς μὲν γάρἔφηφιλοβασιλεύς ἐστιν, Ἡφαιστίων δὲ φιλαλέξανδρος


Ξενοκράτει δὲ τῷ φιλοσόφῳ πεντήκοντα τάλαντα πέμψας, ὡς οὐκ ἐδέξατο μὴ δεῖσθαι φήσας, ἠρώτησενεἰ μηδὲ φίλον ἔχει Ξενοκράτης ἐμοὶ μὲν γάρἔφημόλις Δαρείου πλοῦτος εἰς τοὺς φίλους ἤρκεσεν.’


ἐπεὶ δὲ Πῶρος ἐρωτηθεὶς ὑπ᾽ αὐτοῦ μετὰ [p. 27] τὴν μάχηνπῶς σοι χρήσωμαι;’ ‘βασιλικῶςεἶπε, καὶ προσερωτηθεὶςκαὶ μή τι ἄλλο;’ ‘πάνταεἶπενἐν τῷ βασιλικῶς ἔνεστι:’ θαυμάσας καὶ τὴν σύνεσιν αὐτοῦ καὶ τὴν ἀνδραγαθίαν πλείονα χώραν ἧς πρότερον εἶχε προσέθηκε.


πυθόμενος δὲ ὑπό τινος λοιδορεῖσθαιβασιλικόνἔφηἐστὶν εὖ ποιοῦντα κακῶς ἀκούειν.’


ἀποθνῄσκων δὲ πρὸς τοὺς ἑταίρους ἀπιδὼν ἔφη μέγανὁρῶ μου τὸν ἐπιτάφιον ἐσόμενον.’


τελευτήσαντος δὲ αὐτοῦ Δημάδης ῥήτωρὅμοιονἔφηδιὰ τὴν ἀναρχίαν ὁρᾶσθαι τὸ στρατόπεδον τῶν Μακεδόνων ἐκτετυφλωμένῳ τῷ Κύκλωπι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus Greek (Frank Cole Babbitt, 1931)
load focus English (Frank Cole Babbitt, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: