previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Διονυσίου τοῦ νεωτέρου


δὲ νεώτερος Διονύσιος ἔλεγε πολλοὺς τρέφειν σοφιστάς, οὐ θαυμάζων ἐκείνους ἀλλὰ δι᾽ ἐκείνων θαυμάζεσθαι βουλόμενος.


Πολυξένου δὲ τοῦ διαλεκτικοῦ φήσαντος αὐτὸν ἐξελέγχειν, ‘ἀμέλει τοῖς λόγοιςεἶπενἐγὼ δὲ σε τοῖς ἔργοις ἐλέγχω: τὰ γὰρ σεαυτοῦ καταλιπὼν ἐμὲ καὶ τὰ ἐμὰ θεραπεύεις.’


ἐκπεσὼν δὲ τῆς ἀρχῆς, πρὸς μὲν τὸν εἰπόντατί σε Πλάτων καὶ φιλοσοφία ὠφέλησε’ ‘τὸ τηλικαύτηνἔφητύχης μεταβολὴν ῥᾳδίως ὑπομένειν.’


ἐρωτηθεὶς δὲ πῶς μὲν πατὴρ αὐτοῦ πένης ὢν καὶ ἰδιώτης ἐκτήσατο τὴν Συρακουσίων ἀρχήν, αὐτὸς δὲ ἔχων καὶ τυράννου παῖς ὢν πῶς: ἀπέβαλεν: ‘ μὲν πατήρἔφημισουμένης δημοκρατίας ἐνέπεσε τοῖς πράγμασιν, ἐγὼ δὲ φθονουμένης τυραννίδος.’


ὑπὸ ἄλλου δὲ τὸ αὐτὸ τοῦτο ἐρωτηθεὶς πατήρἔφημοι τὴν τυραννίδα τὴν ἑαυτοῦ κατέλιπεν, οὐ τὴν τύχην.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Frank Cole Babbitt, 1931)
load focus English (Frank Cole Babbitt, 1931)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: