Click on a word to bring up parses, dictionary entries, and frequency statistics


η που προῖὼν χρόνος, Νίκαρχε, πολὺ σκότος ἑπάξει τοᾷ πράγμασι καὶ πᾶσαν ἀσάφειαν, εἰ νῦν ἐπὶ προσφάτοις οὕτω καὶ νεαροῖς λόγοι ψευδεῖς συντεθέντες ἔχουσι πίστιν. οὔτε γὰρ μόνων, ὡς ὑμεῖς ἀκηκόατε, τῶν ἑπτὰ γέγονε τὸ συμπόσιον, ἀλλὰ πλειόνων δὶς τοσούτων ἐν οἷς καὶ αὐτὸς ἤμην, συνήθης μὲν ὢν Περιάνδρῳ διὰ τὴν τέχνην, ξένος δὲ Θάλεω: παρ᾽ ἐμοὶ γὰρ κατέλυσεν ἀνὴρ Περιάνδρου κελεύσαντος;᾿ , οὔτε τοὺς λόγους ὀρθῶς ἀπεμνημόνευσεν ὅστις ἦν ὑμῖν διηγούμενος: ἦν δ᾽ ὡς ἔοικεν οὐδεὶς τῶν παραγεγονότων. ἀλλ᾽ ἐπεὶ σχολή τε πάρεστι πολλὴ καὶ τὸ γῆρας οὐκ ἀξιόπιστον ἐγγυήσασθαι τὴν ἀναβολὴν τοῦ λόγου, προθυμουμένοις ὑμῖν ἀπ᾽ ἀρχῆς ἅπαντα διηγήσομαι.


παρεσκευάκει μὲν γὰρ οὐκ ἐν τῇ πόλει τὴν ὑποδοχὴν Περίανδρος, ἀλλ᾽ ἐν τῷ περὶ τὸ Λέχαιον ἑστιατορίῳ παρὰ τὸ τῆς Ἀφροδίτης ἱερόν, ἧς ἦν καὶ θυσία. μετὰ γὰρ τὸν ἔρωτα τῆς μητρὸς αὐτοῦ προεμένης τὸν βίον ἑκουσίως, οὐ τεθυκὼς τῇ Ἀφροδίτῃ τότε πρῶτον ἔκ τινων ἐνυπνίων τῆς Μελίσσης ὥρμησε τιμᾶν καὶ θεραπεύειν τὴν θεόν. τῶν δὲ [p. 359] κεκλημένων ἑκάστῳ συνωρὶς ἱκανῶς κεκοσμημένη προσήχθη: καὶ γὰρ ὥρα θέρους ἦν, καὶ τὴν ὁδὸν ἅπασαν ὑπὸ πλήθους ἁμαξῶν καὶ ἀνθρώπων ἄχρι θαλάττης κονιορτὸς καὶ θόρυβος κατεῖχεν. μέντοι Θαλῆς τὸ ζεῦγος ἐπὶ ταῖς θύραις ἰδὼν καὶ 1 μειδιάσας ἀφῆκεν. ἐβαδίζομεν οὖν ἐκτραπόμενοι διὰ τῶν χωρίων, καθ᾽ ἡσυχίαν, καὶ μεθ᾽ ἡμῶν τρίτος Ναυκρατίτης Νειλόξενος, ἀνὴρ ἐπιεικὴς καὶ τοῖς περὶ Σόλωνα καὶ Θαλῆν 2 γεγονὼς ἐν Αἰγύπτῳ συνήθης ἐτύγχανε δὲ πρὸς Βίαντα πάλιν ἀπεσταλμένος: ὧν δὲ χάριν οὐδ᾽ αὐτὸς ᾔδει, πλὴν ὑπενόει πρόβλημα δεύτερον αὐτῷ κομίζειν ἐν βιβλίῳ κατασεσημασμένον: εἴρητο γάρ, εἰ Βίας ἀπαγορεύσειεν, ἐπιδεῖξαι τοῖς σοφωτάτοις Ἑλλήνων τὸ βιβλίον. ‘ἕρμαιον Νειλόξενος ἔφημοι γέγονεν ἐνταῦθα λαβεῖν ἅπαντας ὑμᾶς, καὶ κομίζω τὸ βιβλίον ὡς ὁρᾷς ἐπὶ τὸ δεῖπνον.'’ ἅμα δ᾽ ἡμῖν ἐπεδείκνυε, Καὶ Θαλῆς γελάσαςεἴ τι κακόνεἶπεν, ‘ αὖθις εἰς Πριήνην διαλύσει γὰρ Βίας, ὡς διέλυσεν αὐτὸς 3 τὸ πρῶτον. ’ ‘τί δ᾽ ἦνἔφην ἐγὼ τὸ πρῶτον; ‘’ ‘ἱερεῖονεἶπενἔπεμψεν αὐτῷ , κελεύσας τὸ πονηρότατον ἐξελόντα καὶ χρηστότατον ἀποπέμψαι κρέας. δ᾽ ἡμέτερος εὖ: καὶ καλῶς τὴν γλῶτταν ἐξελὼν ἐξέπεμψεν: 4 ὅθεν εὐδοκιμῶν δῆλός ἐστι καὶ θαυμαζόμενος.'’ ‘οὐ διὰ ταῦτ᾽ἔφημόνον Νειλόξενος, ‘ἀλλ᾽ οὐ φεύγει τὸ φίλος εἶναι καὶ λέγεσθαι βασιλέων καθάπερ ὑμεῖς, ἐπεὶ σοῦ γε καὶ τἄλλα θαυμάζει, καὶ τῆς [p. 360] πυραμίδος τὴν μέτρησιν ὑπερφυῶς ἠγάπησεν, ὅτι πάσης ἄνευ πραγματείας καὶ μηδενὸς ὀργάνου δεηθεὶς ἀλλὰ τὴν βακτηρίαν στήσας ἐπὶ τῷ πέρατι τῆς σκιᾶς ἣν πυραμὶς ἐποίει, γενομένων τῇ ἐπαφῇ τῆς ἀκτῖνος δυεῖν τριγώνων, ἔδειξας ὃν σκιὰ πρὸς τὴν σκιὰν λόγον εἶχε τὴν πυραμίδα πρὸς τὴν βακτηρίαν ἔχουσαν. ἀλλ᾽, ὅπερ ἔφην, διεβλήθης μισοβασιλεὺς εἶναι, καί τινες ὑβριστικαί σου περὶ τυράννων ἀποφάσεις ἀνεφέροντο πρὸς αὐτόν , ὡς ἐρωτηθεὶς ὑπὸ Μολπαγόρου τοῦ Ἴωνος τί παραδοξότατον εἴης ἑωρακώς, ἀποκρίναιοτύραννον γέροντα,’ καὶ πάλιν ἔν τινι πότῳ, περὶ τῶν θηρίων λόγου γενομένου, φαίης κάκιστον εἶναι τῶν μὲν ἀγρίων θηρίων τὸν τύραννον, τῶν δ᾽ ἡμέρων τὸν κόλακα: ταῦτα γάρ, εἰ καὶ πάνυ προσποιοῦνται διαφέρειν οἱ βασιλεῖς; τῶν τυράννων, οὐκ εὐμενῶς ἀκούουσιν. ’ ‘ἀλλὰ τοῦτο μένεἶπεν ΘαλῆςΠιττακοῦ ἐστιν, εἰρημένον ἐν παιδιᾷ ποτε πρὸς Μυρσίλον ἐγὼ δὲ θαυμάσαιμ᾽ , ἄνἔφηοὐ τύραννον ἀλλὰ κυβερνήτην γέροντα θεασάμενος. πρὸς δὲ τὴν μετάθεσιν τὸ τοῦ νεανίσκου πέπονθα τοῦ βαλόντος μὲν ἐπὶ τὴν κύνα πατάξαντος δὲ τὴν μητρυιὰν καὶ εἰπόντοςοὐδ᾽ οὕτω κακῶς.’ διὸ καὶ Σόλωνα σοφώτατον ἡγησάμην οὐ δεξάμενον τυραννεῖν. καὶ Πιττακὸς οὗτος εἰ μοναρχίᾳ μὴ προσῆλθεν, οὐκ ἂν εἶπεν ὡςχαλεπὸν ἐσθλὸν ἔμμεναι.’ Περίανδρος δ᾽ ἔοικεν ὥσπερ ἐν νοσήματι πατρῴῳ τῇ τυραννίδι ι κατειλημμένος οὐ φαύλως ἐξαναφέρειν χρώμενος ὁμιλίαις ὑγιειναῖς ἄχρι γε νῦν καὶ συνουσίας ἀνδρῶν νοῦν [p. 361] ἐχόντων ἐπαγόμενος, ἃς δὲ Θρασύβουλος αὐτῷ κολούσεις τῶν ἄκρων οὑμὸς πολίτης ὑφηγεῖται μὴ προσιέμενος. γεωργοῦ γὰρ αἴρας 5 καὶ ὀνωνίδας 6 ἀντὶ πυρῶν καὶ κριθῶν συγκομίζειν ἐθέλοντος οὐδὲν διαφέρει τύραννος ἀνδραπόδων μᾶλλον ἄρχειν ἀνδρῶν βουλόμενος: ἓν γὰρ ἀντὶ πολλῶν κακῶν ἀγαθὸν αἱ δυναστεῖαι τὴν τιμὴν ἔχουσι καὶ τὴν δόξαν, ἄνπερ ἀγαθῶν ὡς κρείττονες ἄρχωσι καὶ μεγάλων μείζονες εἶναι δοκῶσι: τὴν δ᾽ ἀσφάλειαν ἀγαπῶντας ἄνευ τοῦ καλοῦ προβάτων ἔδει πολλῶν 7 καὶ ἵππων καὶ βοῶν ἄρχειν, μὴ ἀνθρώπων. ἀλλὰ γὰρ εἰς οὐδὲν προσήκοντας ἐμβέβληκεν ἡμᾶςἔφη ξένος οὑτοσὶ λόγους, ἀμελήσας λέγειν τε καὶ ζητεῖν ἁρμόττει ἐπὶ 8 δεῖπνον βαδίζουσιν. γὰρ οὐκ οἴει, καθάπερ ἑστιάσοντος ἔστι τις παρασκευὴ , καὶ δειπνήσοντος εἶναι; Συβαρῖται μὲν γὰρ ὡς ἔοικε πρὸ ἐνιαυτοῦ τὰς κλήσεις ποιοῦνται τῶν γυναικῶν, ὅπως ἐκγένοιτο κατὰ σχολὴν παρασκευασαμέναις ἐσθῆτι καὶ χρυσῷ φοιτᾶν ἐπὶ τὸ δεῖπνον: ἐγὼ δὲ πλείονος οἶμαι χρόνου δεῖσθαι τὴν ἀληθινὴν τοῦ δειπνήσοντος ὀρθῶς παρασκευήν, ὅτι χαλεπώτερόν ἐστιν ἤθει τὸν πρέποντα κόσμον σώματι τὸν περιττὸν ἐξευρεῖν καὶ ἄχρηστον. οὐ γὰρ ὡς ἀγγεῖον ἥκει κομίζων ἑαυτὸν ἐμπλῆσαι πρὸς τὸ δεῖπνον νοῦν ἔχων, ἀλλὰ καὶ σπουδάσαι τι καὶ παῖξαι καὶ ἀκοῦσαι καὶ εἰπεῖν ὧν 9 καιρὸς παρακαλεῖ τοὺς συνόντας, εἰ μέλλουσι μετ᾽ ἀλλήλων ἡδέως ἔσεσθαι. καὶ γὰρ καὶ [p. 362] ὄψον πονηρὸν ἔστι παρώσασθαι, κἂν οἶνος φαῦλος, ἐπὶ τὰς νύμφας καταφυγεῖν σύνδειπνος δὲ κεφαλαλγὴς καὶ βαρὺς καὶ ἀνάγωγος παντὸς μὲν οἴνου καὶ ὄψου πάσης δὲ μουσουργοῦ χάριν ἀπόλλυσι καὶ λυμαίνεται, καὶ οὐδ᾽ ἀπεμέσαι τὴν τοιαύτην ἀηδίαν ἕτοιμόν ἐστιν, ἀλλ᾽ ἐνίοις εἰς ἅπαντα τὸν βίον ἐμμένει τὸ πρὸς ἀλλήλους δυσάρεστον, ὥσπερ ἑωλοκρασία τις ὕβρεως ὀργῆς ἐν οἴνῳ γενομένης. ὅθεν ἄριστα Χίλων, καλούμενος ἐχθές, οὐ πρότερον ὡμολόγησεν πυθέσθαι τῶν κεκλημένων ἕκαστον. ἔφη γὰρ ὅτι σύμπλουν ἀγνώμονα δεῖ φέρειν καὶ σύσκηνον οἷς πλεῖν ἀνάγκη καὶ στρατεύεσθαι: δὲ συμπόταις ἑαυτὸν ὡς ἔτυχε καταμιγνύειν οὐ νοῦν ἔχοντος ἀνδρός ἐστιν. δ᾽ Αἰγύπτιος σκελετός, ὃν ἐπιεικῶς εἰσφέροντες εἰς τὰ συμπόσια προτίθενται καὶ παρακαλοῦσι μεμνῆσθαι τάχα δὴ τοιούτους ἐσομένους, καίπερ ἄχαρις καὶ ἄωρος ἐπίκωμος ἥκων, ὅμως ἔχει τινὰ καιρόν, καὶ εἰ μὴ πρὸς τὸ πίνειν καὶ ἡδυπαθεῖν ἀλλὰ πρὸς φιλίαν καὶ ἀγάπησιν ἀλλήλων προτρέπεται, καὶ παρακαλεῖ τὸν βίον μὴ τῷ χρόνῳ βραχὺν ὄντα πράγμασι κακοῖς μακρὸν ποιεῖν. ’


ἐν τοιούτοις λόγοις γενόμενοι κατὰ τὴν ὁδὸν ἀφικόμεθα πρὸς τὴν οἰκίαν, καὶ λούσασθαι μὲν Θαλῆς οὐκ ἠθέλησεν, ἀληλιμμένοι γὰρ ἦμεν: ἐπιὼν δὲ τούς τε δρόμους ἐθεᾶτο καὶ τὰς παλαίστρας καὶ τὸ ἄλσος τὸ παρὰ τὴν θάλασσαν ἱκανῶς διακεκοσμημένον, ὑπ᾽ οὐδενὸς ἐκπληττόμενος τῶν τοιούτων, ἀλλ᾽ ὅπως μὴ καταφρονεῖν δοκοίη μηδ᾽ ὑπερορᾶν [p. 363] τοῦ Περιάνδρου τῆς φιλοτιμίας. τῶν δ᾽ ἄλλων τὸν ἀλειψάμενον: λουσάμενον οἱ θεράποντες εἰσῆγον εἰς τὸν ἀνδρῶνα διὰ τῆς στοᾶς. δ᾽ Ἀνάχαρσις ἐν τῇ στοᾷ καθῆστο, καὶ παιδίσκη προειστήκει τὴν κόμην ταῖς χερσὶ διακρίνουσα. ταύτην 10 Θαλῆς ἐλευθεριώτατά πως αὐτῷ προσδραμοῦσαν ἐφίλησε καὶ γελάσαςοὕτωςἔφηποίει καλὸν τὸν ξένον, ὅπως ἡμερώτατος ὢν μὴ φοβερὸς τὴν ὄψιν ἡμῖν μηδ᾽ ἄγριος.'’ ἐμοῦ δ᾽ ἐρομένου περὶ τῆς παιδὸς ἣτις εἴη, τὴνσοφήνἔφηκαὶ περιβόητον ἀγνοεῖς Εὔμητιν; οὕτω γὰρ ταύτην πατὴρ αὐτός, οἱ δὲ πολλοὶ πατρόθεν ὀνομάζουσι ΚλεοβουλίνηνΚαὶ Νειλόξενος εἶπεν: που τὴν περὶ τὰ αἰνίγματα δεινότητα καὶ σοφίανἔφητῆς κόρης ἐπαινεῖς καὶ γὰρ εἰς Αἴγυπτον ἔνια τῶν προβαλλομένων ὑπ᾽ αὐτῆς διῖκται’ ‘οὐκ ἔγωγ᾽γὰρ ὥσπερ ἀστραγάλοις καὶ διαβάλλεται πρὸς φρόνημα θαυμαστὸν φιλάνθρωπον ἦθος, πραότερον ἄρχοντα εἶεν Νειλόξενος καὶ καὶεἶπεν Θαλῆς: ‘τούτοις ὅταν τύχῃ, παίζουσα χρῆται ἐντυχόντας. ἀλλὰ καὶ νοῦς ἔνεστι πολιτικὸς καὶ τὸν πατέρα τοῖς πολίταις παρέχει καὶ δημοτικώτερον.'’ ‘εἶενἔφη, ‘καὶ φαίνεται βλέποντι πρὸς τὴν λιτότητα καὶ ἀφέλειαν αὐτῆς:; Ἀνάχαρσιν δὲ πόθεν οὕτω τημελεῖ φιλοστόργως;’ ‘ὅτιἔφησώφρων ἀνήρ ἐστι καὶ πολυμαθής, καὶ τὴν δίαιταν αὐτῇ καὶ τὸν καθαρμόν, χρῶνται Σκύθαι περὶ 11 τοὺς κάμνοντας, ἀφθόνως καὶ προθύμως παραδέδωκε. καὶ νῦν οἶμαι περιέπειν αὐτὴν τὸν ἄνδρα [p. 364] καὶ φιλοφρονεῖσθαι, μανθάνουσάν τι καὶ προσδιαλεγομένηνἢδη δὲ πλησίον οὖσιν ἡμῖν τοῦ ἀνδρῶνος ἀπήντησεν Ἀλεξίδημος Μιλήσιος ἦν δὲ Θρασυβούλου τοῦ τυράννου νόθος καὶ ἐξῄει τεταραγμένος καὶ σὺν ὀργῇ τινι πρὸς αὑτὸν οὐδὲν ἡμῖν γε σαφὲς διαλεγόμενος. ὡς δὲ τὸν Θαλῆν εἶδε, μικρὸν ἀνενεγκὼν καὶ καταστὰςοἵαν ὕβρινεἶπενεἰς ἡμᾶς Περίανδρος ὕβρικεν, ἐκπλεῦσαι μὲν οὐκ ἐάσας ὡρμημένον ἀλλὰ προσμεῖναι δεηθεὶς τῷ δείπνῳ, ἐλθόντι δὲ νέμων κλισίαν ἄτιμον, Αἰολεῖς δὲ καὶ νησιώτας καὶ τίνας γὰρ οὐχί;᾿ Θρασυβούλου προτιμῶν: Θρασύβουλον γὰρ ἐν ἐμοὶ τὸν πέμψαντα προπηλακίσαι βουλόμενος καὶ καταβαλεῖν ὡς δὴ περιορῶν 12 δῆλός ἐστιν.'’ ‘εἶτ᾽ἔφησὺ δέδιας μὴ καθάπερ Αἰγύπτιοι τοὺς ἀστέρας ὑψώματα καὶ ταπεινώματα λαμβάνοντας ἐν τοῖς τόποις οὓς διεξίασι γίγνεσθαι βελτίονας χείρονας ἑαυτῶν λέγουσιν, οὕτω 13 περὶ σὲ διὰ τὸν τόπον ἀμαύρωσις ταπείνωσις γένηται; καὶ τοῦ Λάκωνος ἔσῃ φαυλότερος, ὃς ἐν χορῷ τινι κατασταθεὶς εἰς τὴν ἐσχάτην χώραν ὑπὸ τοῦ ἄρχοντος, οςεὖ γ᾽εἶπενἐξεῦρες, ὡς καὶ αὕτα ἔντιμος γένηταιοὐ καταλαβόνταςἔφητόπον μετὰ τίνας κατακείμεθα δεῖ ζητεῖν, μᾶλλον δ᾽ ὅπως εὐάρμοστοι τοῖς συγκατακειμένοις ὦμεν, ἀρχὴν καὶ λαβὴν φιλίας εὐθὺς ἐν αὐτοῖς ζητοῦντες, μᾶλλον δ᾽ ἔχοντες τὸ μὴ δυσκολαίνειν ἀλλ᾽ ἐπαινεῖν ὅτι τοιούτοις συγκατεκλίθημεν: ὡς γε τόπῳ κλισίας [p. 365] δυσχεραίνων δυσχεραίνει τῷ συγκλίτῃ μᾶλλον τῷ κεκληκότι, καὶ πρὸς ἀμφοτέρους ἀπεχθάνεται ’ ‘λόγοςἔφηταῦτ᾽ ἄλλως ἐστίνἈλεξίδημος, ἔργῳδὲ καὶ τοὺς σοφοὺς ὑμᾶς ὁρῶ τὸ τιμᾶσθαι διώκοντας, ’ καὶ ἅμα παραμειψάμενος ἡμᾶς ἀπῆλθε. καὶ Θαλῆς πρὸς ἡμᾶς τὴν ἀτοπίαν τοῦ ἀνθρώπου θαυμάζονταςἔμπληκτοςἔφη, ‘ καὶ ἀλλόκοτος φύσει, ἐπεὶ καὶ μειράκιον ὢν ἔτι, μύρου σπουδαίου Θρασυβούλῳ κομισθέντος, εἰς ψυκτῆρα κατεράσας μέγαν καὶ προσεγχέας ἄκρατον ἐξέπιεν, ἔχθραν ἀντὶ φιλίας Θρασυβούλῳ διαπεπραγμένος.'’ ἐκ τούτου παρελθὼν 14 ὑπηρέτηςκελεύει σε Περίανδροςἔφηκαὶ Θαλῆν παραλαβόντας 15 τοῦτον ἐπισκέψασθαι τὸ κεκομισμένον ἀρτίως αὐτῷ πότερον ἄλλως γέγονεν τι σημεῖὸν ἐστι καί τέρας αὐτὸς μὲν γὰρ ἔοικε τεταράχθαι σφόδρα, μίασμα καὶ κηλῖδα τῆς θυσίας ἡγούμενος.’ ἅμα δ᾽ ἀπῆγεν ἡμᾶς εἴς τι οἴκημα τῶν περὶ τὸν κῆπον. ἐνταῦθα νεανίσκος ὡς ἐφαίνετο νομευτικός, οὔπω γενειῶν ἄλλως τε τὸ εἶδος οὐκ ἀγεννής, ἀναπτύξας τινὰ διφθέραν ἔδειξεν ἡμῖν βρέφος ὼε; ἔφη γεγονὸς ἐξ ἵππου, τὰ μὲν ἄνω μέχρι τοῦ τραχήλου καὶ τῶν χειρῶν ἀνθρωπόμορφον, τὰ λοιπὰ δ᾽ ἔχον ἵππου, τῇ δὲ φωνῇ καθάπερ τὰ νεογνὰ παιδάρια κλαυθμυριζόμενον. μὲν οὖν ΝειλόξενοςἈλεξίκακεεἰπών ἀπεστράφη τὴν ὄψιν, δὲ Θαλῆς προσέβλεπε τῷ νεανίσκῳ πολὺν χρόνον, εἶτα μειδιάσας εἰώθει δ᾽ ἀεὶ παίζειν πρὸς ἐμὲ περὶ τῆς τέχνης; [p. 366] που τὸν καθαρμὸν Διόκλειςἔφηκινεῖν διανοῇ καὶ παρέχειν πράγματα τοῖς ἀποτροπαίοις, ὥς τινος δεινοῦ καὶ μεγάλου συμβάντος;’ ‘τί δ᾽εἶπονοὐ μέλλω; στάσεως γάρ, Θαλῆ, καὶ διαφορᾶς τὸ σημεῖόν ἐστι, καὶ δέδια μὴ μέχρι γάμου καὶ γενεᾶς ἐξίκηται, πρὶν τὸ πρῶτον ἐξιλάσασθαι μήνιμα, τῆς θεοῦ δεύτερον ὡς ὁρᾷς προφαινούσης.'’ πρὸς τοῦτο μηδὲν ἀποκρινάμενος Θαλῆς ἀλλὰ γελῶν ἀπηλλάττετο. καὶ τοῦ Περιάνδρου πρὸς ταῖς θύραις 16 ἀπαντήσαντος ἡμῖν καὶ διαπυθομένου περὶ ὧν εἴδομεν, ἀφεὶς Θαλῆς με καὶ λαβόμενος τῆς ἐκείνου χειρὸς ἔφη μὲν Διοκλῆς κελεύει δράσεις καθ᾽ ἡσυχίαν ἐγὼ δέ σοι παραινῶ νέοις οὕτω μὴ : χρῆσθαι νομεῦσιν ἵππων, διδόναι γυναῖκας αὐτοῖς. ’ ἔδοξε μὲν οὖν μοι τῶν λόγων ἀκούσας Περίανδρος : ἡσθῆναι σφόδρα: καὶ γὰρ ἐξεγέλασε καὶ τὸν Θαλῆν περιβαλὼν κατησπάσατο. κἀκεῖνοςοἶμαι δ᾽εἶπεν Διόκλεις, καὶ πέρας εἶχε τὸ σημεῖον ὁρᾷς γὰρ ἡλίκον κακὸν γέγονεν ἡμῖν, Ἀλεξιδήμου συνδειπνεῖν μὴ θελήσαντος.’


ἐπεὶ δ᾽ εἰσήλθομεν, ἤδη μεῖζον Θαλῆς φθεγξάμενοςποῦ δ᾽εἶπεν ἀνὴρ κατακλινάμενος ἐδυσχέρανεν;ἀποδειχθείσης δὲ τῆς χώρας περιελθὼν ἐκεῖ κατέκλινεν ἑαυτὸν καὶ ἡμᾶςἀλλὰ κἂν ἐπριάμηνεἰπώνἈρδάλῳ κοινωνεῖν μιᾶς τραπέζης.'’ ἦν δὲ Τροιζήνιος Ἄρδαλος, αὐλῳδὸς καὶ ἱερεὺς τῶν Ἀρδαλίων Μουσῶν, ἃς παλαιὸς Ἄρδαλος ἱδρύσατο Τροιζήνιος. δ᾽᾽ Αἴσωπος ἐτύγχανε γὰρ ὑπὸ [p. 367] Κροίσου νεωστὶ πρός τε Περίανδρον ἅμα καὶ πρὸς τὸν θεὸν εἰς Δελφοὺς ἀπεσταλμένος, καὶ παρῆν ἐπὶ δίφρου τινὸς χαμαιζήλου παρὰ τὸν Σόλωνα καθήμενος ἄνω κατακείμενονἡμίονος δ᾽ἔφηΛυδὸς ἐν ποταμῷ τῆς ὄψεως ἑαυτοῦ κατιδὼν εἰκόνα καὶ θαυμάσας τὸ κάλλος καὶ τὸ μέγεθος τοῦ σώματος ὥρμησε θεῖν ὥσπερ ἵππος ἀναχαιτίσας. εἶτα μέντοι συμφρονήσας ὡς ὄνου υἱὸς εἴη, κατέπαυσε ταχὺ τὸν δρόμον καὶ ἀφῆκε τὸ φρύαγμα καὶ τὸν θυμόν δὲ Χίλων λακωνίσας τῇ φωνῇκαὶ τύνηἔφη , ‘ βραδὺς καὶ τρέχεις τὸν ἡμίονον.'’ ἐκ τούτου παρῆλθε μὲν Μέλισσα καὶ κατεκλίθη παρὰ τὸν Περίανδρον, δ᾽ Εὔμητις ἐκάθισε παρὰ τὸ δεῖπνον. καὶ Θαλῆς ἐμὲ προσαγορεύσας ἐπάνω τοῦ Βίαντος κατακείμενοντί οὐκ ἔφρασαςεἶπεν Διόκλεις Βίαντι τὸν Ναυκρατίτην ξένον ἥκοντα μετὰ προβλημάτων βασιλικῶν αὖθις ἐπ᾽ αὐτόν, ὅπως νήφων καὶ προσέχων ἑαυτῷ τὸν λόγον δέχηται;Καὶ Βίαςἀλλ᾽ οὗτος μένἔφηπάλαι δεδίττεται ταῦτα παρακελευόμενος, ἐγὼ δὲ τὸν Διόνυσον οἶδα τὰ τ᾽ ἄλλα δεινὸν ὄντα καὶ Λύσιον ἀπὸ 17 σοφίας προσαγορευόμενον, ὥστ᾽ οὐ δέδια τοῦ θεοῦ μεστὸς γενόμενος μὴ ἀθαρσέστερον ἀγωνίσωμαιΤοιαῦτα μὲν ἐκεῖνοι πρὸς ἀλλήλους ἅμα δειπνοῦντες ἔπαιζον ἐμοὶ δὲ τὸ δεῖπνον εὐτελέστερον ὁρῶντι τοῦ συνήθους ἐννοεῖν ἐπῄει πρὸς ἐμαυτὸν ὡς σοφῶν κἀγαθῶν ἀνδρῶν ὑποδοχὴ καὶ κλῆσις οὐδεμίαν προστίθησι δαπάνην ἀλλὰ συστέλλει μᾶλλον, ἀφαιροῦσα περιεργίας ὄψων [p. 368] καὶ μύρα ξενικὰ καὶ πέμματα καὶ πολυτελῶν οἴνων διαχύσεις, οἷς καθ᾽ ἡμέραν χρώμενος ἐπιεικῶς Περίανδρος ἐν τυραννίδι καὶ πλούτῳ καὶ πράγμασι, τότε πρὸς τοὺς ἄνδρας ἐκαλλωπίζετο λιτότητι καὶ σωφροσύνῃ δαπάνης. οὐ γὰρ μόνον τῶν ἄλλων ἀλλὰ καὶ τῆς γυναικὸς ἀφελὼν καὶ ἀποκρύψας τὸν συνήθη κόσμον ἐπεδείκνυε σὺν εὐτελείᾳ καὶ μετριότητι κεκοσμημένην.


ἐπεὶ δ᾽ ἐπήρθησαν αἱ τράπεζαι καὶ στεφάνων παρὰ τῆς Μελίσσης διαδοθέντων ἡμεῖς μὲν ἐσπείσαμεν δ᾽ αὐλητρὶς ἐπιφθεγξαμένη μικρὰ ταῖς σπονδαῖς ἐκ μέσου μετέστη, προσαγορεύσας τὸν Ἀνάχαρσιν Ἄρδαλος ἠρώτησεν εἰ παρὰ: Σκύθαις αὐλητρίδες εἰσίν: δ᾽ ἐκ τοῦ προστυχόντοςοὐδ᾽ ἄμπελοιεἶπε. τοῦ δ᾽ Ἀρδάλου πάλιν εἰπόντος ἀλλὰθεοὶ γε Σκύθαις εἰσί, ‘’ πάνυ μὲν οὖνἔφηγλώσσης ἀνθρωπίνης συνιέντες, οὐχ ὥσπερ δ᾽ οἱ Ἕλληνες οἰόμενοι Σκυθῶν διαλέγεσθαι βέλτιον ὅμως τοὺς θεοὺς ὀστέων καὶ ξύλων ἥδιον ἀκροᾶσθαι νομίζουσιν. ’ δ᾽ Αἴσωποςεἴ γ᾽εἶπενεἰδείης, ξένε, τοὺς νῦν αὐλοποιοὺς ὡς προέμενοι τὰ νεβρεῖα χρώμενοι τοῖς ὀνείοις βέλτιον ἠχεῖν λέγουσιν. διὸ καὶ Κλεοβουλίνη 18 πρὸς τὸν Φρύγιον αὐλὸν ᾐνίξατο 19
κνήμῃνεκρογόνοσαιμε 20 κερασφόρῳ 21 οὖας ἔκρουσεν
ὥστε θαυμάζειν τὸν ὄνον εἰ παχύτατος καὶ ἀμουσότατος ὢν τἄλλα λεπτότατον καὶ μουσικώτατον ἰξατο ιδ [p. 369] ὀστέον παρέχεταιΚαὶ Νειλόξενοςἀμέλει ταῦτ᾽ἔφηκαὶ ἡμῖν τοῖς Ναυκρατίταις ἐγκαλοῦσι Βουσιρῖται: χρώμεθα γὰρ ἤδη τοῖς ὀνείοις εἰς τὸν αὐλόν. ἐκείνοις δὲ καὶ σάλπιγγος ἀκούειν ἀθέμιτον, ὡς ὄνῳ φθεγγομένης ὅμοιον. ὄνον δ᾽ ὑπ᾽ Αἰγυπτίων ἴστε δήπου διὰ Τυφῶνα προπηλακιζόμενον.’


γενομένης δὲ σιωπῆς Περίανδρος ὁρῶν βουλόμενον μὲν ὀκνοῦντα δ᾽ ἄρξασθαι τοῦ λόγου τὸν Νειλόξενονἐγώ τοιεἶπεν ἄνδρες ἐπαινῶ καὶ πόλεις καὶ ἄρχοντας, ὅσοι ξένοις πρῶτον εἶτα πολίταις χρηματίζουσι: καὶ νῦν δοκεῖ μοι τοὺς μὲν ἡμετέρους λόγους οἷον ἐπιχωρίους καὶ συνήθεις βραχὺν χρόνον ἐπισχεῖν, πρόσοδον δ᾽ ὥσπερ ἐν ἐκκλησίᾳ δοῦναι τοῖς Αἰγυπτίοις ἐκείνοις καὶ βασιλικοῖς, οὓς βέλτιστος ἥκει κομίζων Νειλόξενος Βίαντι, Βίας δὲ βούλεται κοινῇ σκέψασθαι μεθ᾽ ὑμῶν22 Καὶ Βίαςποῦ γὰρ μετὰ τίνωνἔφηπροθυμότερον ἄν τις ἀποκινδυνεύσειεν, εἰ δεῖ, 23 πρὸς τοιαύτας ἀποκρίσεις, ἄλλως τε τοῦ βασιλέως κελεύσαντος ἄρξασθαι μὲν ἀπ᾽ ἐμοῦ, περιελθεῖν δ᾽ εἰς ἅπαντας ὑμᾶς τὸν λόγον;Οὕτω δὴ παρεδίδου μὲν αὐτῷ τὸ γραμματεῖον Νειλόξενος, δ᾽ αὐτὸν ἐκέλευσε λύσαντα πάντα 24 πᾶσιν ἐς μέσον ἀναγνῶναι. διάνοιαν δὲ τοιαύτην εἶχε τὰ γεγραμμένα. ‘βασιλεὺς Αἰγυπτίων Ἄμασις λέγει Βίαντι σοφωτάτῳ Ἑλλήνων. βασιλεὺς Αἰθιόπων ἔχει πρὸς ἐμὲ σοφίας ἅμιλλαν. ἡττώμενος δὲ τοῖς ἄλλοις ἐπὶ πᾶσι συντέθεικεν ἄτοπον ἐπίταγμα καὶ δεινόν, ἐκπιεῖν με [p. 370] κελεύων τὴν θάλασσαν. ἔστι δὲ λύσαντι μὲν ἔχειν κώμας τε πολλὰς καὶ πόλεις τῶν ἐκείνου, μὴ λύσαντι δ᾽ ἄστεων τῶν περὶ Ἐλεφαντίνην ἀποστῆναι. σκεψάμενος οὖν εὐθὺς ἀπόπεμπε Νειλόξενον. δὲ δεῖ φίλοις σοῖς πολίταις γενέσθαι παρ᾽ ἡμῶν οὐ τἀμὰ κωλύσει.'’ Τούτων ἀναγνωσθέντων οὐ πολὺν χρόνον ἐπισχὼν Βίας, ἀλλὰ μικρὰ μὲν αὐτὸς πρὸς αὑτῷ γενόμενος μικρὰ δὲ τῷ Κλεοβούλῳ προσομιλήσας ἐγγὺς κατακειμένῳτί λέγειςεἶπεν Ναυκρατῖτα; βασιλεύων ἀνθρώπων τοσούτων Ἄμασις, κεκτημένος δὲ χώραν ἀρίστην τοσαύτην ἐθελήσει 25 ἐπὶ κώμαις ἀδόξοις καὶ λυπραῖς ἐκπιεῖν θάλασσαν;Καὶ Νειλόξενος γελάσαςὡς θελήσοντος26 εἶπεν Βία σκόπει τὸ δυνατόν.'’ ‘φραζέτω τοίνυνἔφητῷ Αἰθίοπι τοὺς ἐμβάλλοντας εἰς τὰ πελάγη ποταμοὺς ἐπισχεῖν, ἕως αὐτὸς ἐκπίνει τὴν νῦν οὖσαν θάλασσαν: περὶ ταύτης γὰρ τὸ ἐπίταγμα γέγονεν, οὐ τῆς ὕστερον ἐσομένης.'’ ὡς δὲ ταῦτ᾽ εἶπεν Βίας, μὲν Νειλόξενος ὑφ᾽ ἡδονῆς ὥρμησε περιβαλεῖν 27 τὸν Βίαντα καὶ φιλῆσαι: τῶν δ᾽ ἄλλων ἐπαινεσάντων καὶ ἀποδεξαμένων γελάσας Χίλων Ναυκρατῖταἔφηξένε , πρὶν ἀπολέσθαι τὴν θάλασσαν ἐκποθεῖσαν ἀπάγγελλε πλεύσας Ἀμάσιδι μὴ ζητεῖν ὅπως ἅλμην ἀναλώσει τοσαύτην, ἀλλὰ μᾶλλον ὅπως πότιμον καὶ γλυκεῖαν τοῖς ὑπηκόοις τὴν βασιλείαν παρέξει: περὶ ταῦτα γὰρ δεινότατος Βίας καὶ διδάσκαλος τούτων [p. 371] ἄριστος, μαθὼν Ἄμασις οὐδὲν ἔτι τοῦ χρυσοῦ δεήσεται ποδανιπτῆρος ἐπὶ τοὺς Αἰγυπτίους, ἀλλὰ θεραπεύσουσι πάντες αὐτὸν καὶ ἀγαπήσουσι χρηστὸν ὄντα, κἂν μυριάκις νῦν ἀναφανῇ δυσγενέστερος 28 ’ ‘καὶ μήνἔφη Περίανδροςἄξιόν γε τοιαύτας ἀπαρχὰς τῷ βασιλεῖ συνεισενεγκεῖν ἅπανταςἀνδρακάς,’ ὥσπερ ἔφησεν Ὅμηρος: 29 ἐκείνῳ τε γὰρ ἂν γένοιτο πλείονος ἀξία τῆς ἐμπορίας παρενθήκη, καὶ ἡμῖν ἀντὶ πάντων ὠφέλιμος


εἰπόντος οὖν τοῦ Χίλωνος ὡς Σόλων κατάρχεσθαι τοῦ λόγου δίκαιός ἐστιν, οὐ μόνον ὅτι πάντων προήκει καθ᾽ ἡλικίαν καὶ τυγχάνει κατακείμενος πρῶτος, ἀλλ᾽ ὅτι τὴν μεγίστην καὶ τελειοτάτην ἀρχὴν ἄρχει νόμους Ἀθηναίοις θέμενος, 30 Νειλόξενος ἡσυχῇ πρὸς ἐμὲπολλὰ γ᾽εἶπεν Διόκλεις πιστεύεται ψευδῶς , καὶ χαίρουσιν οἱ πολλοὶ λόγους ἀνεπιτηδείους περὶ σοφῶν ἀνδρῶν αὐτοί τε πλάττοντες καὶ δεχόμενοι παρ᾽ ἑτέρων ἑτοίμως, 31 οἷα καὶ πρὸς ἡμᾶς εἰς Αἴγυπτον ἀπηγγέλη περὶ Χίλωνος, ὡς ἄρα διαλύσαιτο τὴν πρὸς Σόλωνα φιλίαν καὶ ξενίαν, ὅτι τοὺς νόμους Σόλων ἔφη μὴ 32 μετακινητοὺς εἶναι.’ Καὶ ἐγὼγελοῖοςἔφην λόγος: οὕτω γὰρ δεῖ πρῶτον ἀποποιεῖσθαι τὸν Λυκοῦργον αὐτοῖς νόμοις ὅλην μετακινήσαντα τὴν Λακεδαιμονίων πολιτείανΜικρὸν οὖν ἐπισχὼν Σόλωνἐμοὶ μὲνἔφηδοκεῖ μάλιστ᾽ ἂν ἔνδοξος γενέσθαι καὶ βασιλεὺς καὶ τύραννος, εἰ δημοκρατίαν ἐκ μοναρχίας [p. 372] κατασκευάσειε τοῖς πολίταις.'’ Δεύτερος δ᾽᾽ Βίας εἶπενεἰ, ἀτρόποις 33 χρῷτο τοῖς νόμοις τῆς πατρίδος.’ ἐπὶ τούτῳ δ᾽ Θαλῆς ἔφησεν εὐδαιμονίαν ἄρχοντος νομίζειν, εἰ τελευτήσειε γηράσας κατὰ φύσιν. τέταρτος Ἀνάχαρσιςεἰ μὴ 34 μόνος εἴη φρόνιμοςΠέμπτος δὲ 35 Κλεόβουλοςεἰ μηδενὶ πιστεύοι τῶν συνόντωνἕκτος δ᾽ Πιττακὸςεἰ τοὺς ὑπηκόους ἄρχων παρασκευάσειε φοβεῖσθαι μὴ αὐτὸν ἀλλ᾽ ὑπὲρ αὐτοῦ.'’ Μετὰ τοῦτον Χίλων ἔφη τὸν ἄρχοντα χρῆναι μηδὲν φρονεῖν θνητόν, ἀλλὰ πάντ᾽ ἀθάνατα. ῥηθέντων δὲ τούτων ἠξιοῦμεν ἡμεῖς καὶ αὐτὸν εἰπεῖν τι τὸν Περίανδρον. δ᾽ οὐ μάλα φαιδρὸς ἀλλὰ συστήσας τὸ πρόσωπονἐγὼ τοίνυνἔφηπροσαποφαίνομαι τὰς εἰρημένας γνώμας ἁπάσας σχεδὸν ἀφιστάναι 36 τοῦ ἄρχειν τὸν νοῦν ἔχονταΚαὶ Αἴσωπος οἷον ἐλεγκτικῶςἔδει τοίνυνἔφητοῦτο καθ᾽ ἑαυτοὺς περαίνειν καὶ μή , συμβούλους φάσκοντας εἶναι καὶ φίλους, κατηγόρους γίγνεσθαι τῶν ἀρχόντωνἁψάμενος οὖν αὐτοῦ τῆς κεφαλῆς Σόλων καὶ διαμειδιάσας εἶπενοὐκ ἂν δοκεῖ σοι μετριώτερον ἄρχοντα ποιεῖν καὶ τύραννον ἐπιεικέστερον πείθων ὡς ἄμεινον εἴη τὸ μὴ ἄρχειν τὸ ἄρχειν;’ ‘τίς δ᾽ ἂνἔφη σοὶ τοῦτο πεισθείη μᾶλλον τῷ θεῷ φράσαντι κατὰ τὸν πρὸς σὲ χρησμὸν
εὔδαιμον πτολίεθρον ἑνὸς κήρυκος ἀκοῦον;
37
Καὶ Σόλωνἀλλὰ μήνἔφηκαὶ νῦν ἑνὸς Ἀθηναῖοι [p. 373] κήρυκος ἀκροῶνται καὶ ἄρχοντος τοῦ νόμου, δημοκρατίαν ἔχοντες. σὺ δὲ δεινὸς εἶ κοράκων ἐπαΐειν καὶ κολοιῶν, τῆς δὲ θεοῦ 38 φωνῆς οὐκ ἀκριβῶς ἐξακούεις, ἀλλὰ πόλιν μὲν οἴει κατὰ τὸν θεὸν ἄριστα πράττειν τὴν ἑνὸς ἀκούουσαν, συμποσίου δ᾽ ἀρετὴν νομίζεις τὸ πάντας διαλέγεσθαι καὶ περὶ πάντων ‘’ σὺ γάρἔφη Αἴσωποςοὔπω γέγραφας ὅτι ὅμοιον 39 οἰκέτας μὴ μεθύειν, ὡς 40 ἔγραψας Ἀθήνησιν οἰκέτας μὴ ἐρᾶν μηδὲ ξηραλοιφεῖνΓελάσαντος οὖν τοῦ Σόλωνος Κλεόδωρος ἰατρὸςἀλλ᾽ ὅμοιον41 ἔφητῷ ξηραλοιφεῖν τὸ 42 λαλεῖν ἐν 43 οἴνῳ βρεχόμενον: ἥδιστον γάρ ἐστι.'’ Καὶ Χίλων ὑπολαβὼν ἔφηδιὰ τοῦτό τοι μᾶλλον ἀφεκτέον αὐτοῦΠάλιν δ᾽ Αἴσωποςκαὶ μήνἔφηΘαλῆς ἔδοξεν εἰπεῖν ὅτι τάχιστα γηράσει


γελάσας οὖν Περίανδρος, ἔχομεν:' ‘’ εἶπενΑἴσωπε τὴν δίκην προσηκόντως, 44 πρὶν τοὺς Ἀμάσιδος οὓς προειλόμεθα πάντας εἰσαγαγεῖν λόγους εἰς ἑτέρους ἐμπεσόντες. ὅρα δή, Νειλόξενε, τὰ λοιπὰ τῆς ἐπιστολῆς, καὶ χρῶ παροῦσιν ἐν ταὐτῷ 45 τοῖς ἀνδράσιν ‘’ἀλλὰ μήν Νειλόξενος ἔφητὴν μὲν τοῦ Αἰθίοπος ἐπίταξιν οὐδὲν ἄν τις ἄλλο πλὴνἀχνυμένην 46 σκυτάληνπροσείποι κατ᾽ Ἀρχίλοχον, δὲ σὸς ξένος Ἄμασις ἡμερώτερος ἐν τοῖς τοιούτοις προβλήμασι καὶ μουσικώτερος γέγονεν ἐκέλευσε γὰρ [p. 374] αὐτὸν εἰπεῖν τὸ πρεσβύτατον καὶ τὸ κάλλιστον καὶ τὸ μέγιστον καὶ τὸ σοφώτατον καὶ τὸ κοινότατον, καὶ ναὶ μὰ Δία πρὸς τούτοις τὸ ὠφελιμώτατον, καὶ τὸ βλαβερώτατον καὶ τὸ 47 ἰσχυρότατον καὶ τὸ ῥᾷστον 48 ἆρ᾽ οὖν ἀπεκρίνατο καὶ διέλυσε τούτων ἕκαστον;’ ‘οὕτως Νειλόξενος ἔφηκρίνετε δ᾽ ὑμεῖς ἀκούσαντες. περὶ πολλοῦ γὰρ βασιλεὺς ποιεῖται μήτε συκοφαντῶν ἁλῶναι τὰς ἀποκρίσεις, εἲ τέ τι σφάλλεται κατὰ ταύτας 49 50 ἀποκρινάμενος, τοῦτο μὴ διαφυγεῖν ἀνεξέλεγκτον. ἀναγνώσομαι δ᾽ ὑμῖν ὥσπερ ἀπεκρίνατο. ‘τί πρεσβύτατον;’ ‘ χρόνος.’ ‘τί μέγιστον;’ ‘ κόσμος.’ ‘τί σοφώτατον;’ ‘ ἀλήθεια.’ ‘τί κάλλιστον;’ ‘ φῶς:’ ‘τί κοινότατον;’ ‘ θάνατος.’ ‘τί ὠφελιμώτατον;’ ‘ θεός.’ ‘τί βλαβερώτατον;’ ‘ δαίμων.’ ‘τί ῥωμαλεώτατον;’ ‘τύχη ’ ‘τί ῥᾷστον;’ ‘ ἡδύ.’ ’


τούτων πάλιν ἀναγνωσθέντων, Νίκαρχε, γενομένης σιωπῆς Θαλῆς ἠρώτησε τὸν Νειλόξενον εἰ προσήκατο τὰς λύσεις Ἄμασις. ἐκείνου δ᾽ εἰπόντος ὅτι τὰς μὲν ἀπεδέξατο ταῖς δ᾽ ἐδυσκόλαινε, ‘καὶ μὴν οὐδὲνεἶπεν Θαλῆςἀνεπίληπτόν ἐστιν, ἀλλ᾽ ἔχει πάντα διαμαρτίας μεγάλας καὶ ἀγνοίας. οἷον εὐθὺς χρόνος πῶς ἂν εἴη πρεσβύτατον, εἰ τὸ μὲν αὐτοῦ γεγονὸς τὸ δ᾽ ἐνεστώς ἐστι τὸ δὲ μέλλον; γὰρ μεθ᾽ ἡμᾶς ἐσόμενος χρόνος καὶ πραγμάτων τῶν νῦν καὶ ἀνθρώπων νεώτερος ἂν φανείη. τὸ δὲ τὴν ἀλήθειαν ἡγεῖσθαι σοφίαν οὐδὲν ἐμοὶ δοκεῖ διαφέρειν τοῦ τὸ φῶς ὀφθαλμὸν ἀποφαίνειν. εἰ δὲ τὸ [p. 375] φῶς καλόν ὥσπερ ἐστὶν 51 ἐνόμιζε, πῶς τὸν ἥλιον αὐτὸν παρεῖδε; τῶν δ᾽ ἄλλων μὲν περὶ θεῶν καὶ δαιμόνων ἀπόκρισις θράσος ἔχει καὶ κίνδυνον, ἀλογίαν δὲ καὶ πολλὴν περὶ τῆς τύχης: οὐ γὰρ ἂν μετέπιπτε ῥᾳδίως οὕτως, ἰσχυρότατον οὖσα τῶν ὄντων καὶ ῥωμαλεώτατον. οὐ μὴν οὐδ᾽ θάνατος κοινότατόν ἐστιν: οὐ γάρ ἐστι πρὸς τοὺς ζῶντας. ἀλλ᾽ ἵνα μὴ δοκῶμεν εὐθύνειν τὰς τῶν ἑτέρων ἀποφάσεις, τὰς οἰκείας 52 ταῖς ἐκείνου παραβάλωμεν: ἐμαυτὸν δὲ παρέχω πρῶτον, εἰ βούλεται Νειλόξενος, ἐρωτᾶν καθ᾽ ἕκαστον. ὡς οὖν ἐγένοντο τότε, κἀγὼ νῦν διηγήσομαι τὰς ἐρωτήσεις καὶ τὰς ἀποκρίσεις. τί πρεσβύτατον; ‘’ ‘θεόςἔφη Θαλῆς: ’ ‘ ἀγέννητον γάρ ἐστι.'’ ‘τί μέγιστον;’ ‘ τόπος: τἄλλα μὲν γὰρ κόσμος, τὸν δὲ κόσμον οὗτος περιέχει ‘’ τί κάλλιστον;’ ‘κόσμος πᾶν γὰρ τὸ κατὰ τάξιν τούτου μέρος ἐστί.'’ ‘τί σοφώτατον;’ ‘ χρόνος: τὰ μὲν γὰρ εὕρηκεν οὗτος ἤδη, τὰ δ᾽ εὑρήσει : ‘’ τί κοινότατον;’ ‘ἐλπίς: καὶ γὰρ οἷς ἄλλο μηδέν, αὕτη πάρεστι.'’ ‘τί ὠφελιμώτατον;’ ‘ἀρετή: καὶ γὰρ τἄλλα τῷ χρῆσθαι καλῶς ὠφέλιμα ποιεῖ.'’ ‘τί βλαβερώτατον ‘’ κακία: καὶ γὰρ τὰ πλεῖστα βλάπτει παραγενομένη ‘’ 'τί ἰσχυρότατον;’ ‘ἀνάγκη: μόνον γὰρ ἀνίκητον τί ῥᾷστον; ’ ‘ τὸ κατὰ φύσιν, ἐπεὶ πρὸς ἡδονάς γε πολλοὶ 53 πολλάκις ἀπαγορεύουσιν. [p. 376]


ἀποδεξαμένων δὲ πάντων τὸν Θαλῆν , Κλεόδωρος εἶπετοσαῦτ᾽ ἐρωτᾶν καὶ ἀποκρίνεσθαι βασιλεῦσιν, Νειλόξενε, προσῆκόν ἐστιν: δὲ προπίνων τὴν θάλατταν Ἀμάσιδι βάρβαρος ἐδεῖτο τῆς Πιττακοῦ βραχυλογίας, πρὸς Ἀλυάττην ἐχρήσατο προστάττοντά τι καὶ γράφοντα Λεσβίοις ὑπερήφανον, ἀποκρινάμενος οὐδὲν ἀλλ᾽ μόνον κελεύσας κρόμμυα καὶ θερμὸν ἄρτον ἐσθίεινὑπολαβὼν οὖν Περίανδρος ἀλλὰμήνἔφη καὶτοῖς παλαιοῖς Ἕλλησιν ἔθος ἦν, Κλεόδωρε, τοιαύτας ἀλλήλοις ἀπορίας προβάλλειν. ἀκούομεν γὰρ ὅτι καὶ πρὸς τὰς Ἀμφιδάμαντος ταφὰς εἰς Χαλκίδα τῶν τότε σοφῶν οἱ δοκιμώτατοι ποιηταὶ συνῆλθον ἦν δ᾽ Ἀμφιδάμας ἀνὴρ πολεμικός, καὶ πολλὰ πράγματα παρασχὼν Ἐρετριεῦσιν ἐν ταῖς περὶ Ληλάντου 54 μάχαις ἔπεσεν. ἐπεὶ δὲ τὰ παρεσκευασμένα τοῖς ποιηταῖς ἔπη χαλεπὴν καὶ δύσκολον ἐποίει τὴν κρίσιν διὰ τὸ ἐφάμιλλον, τε δόξα τῶν ἀγωνιστῶν, Ὁμήρου καὶ Ἡσιόδου, πολλὴν ἀπορίαν μετ᾽ αἰδοῦς τοῖς κρίνουσι παρεῖχεν, ἐτράποντο πρὸς τοιαύτας ἐρωτήσεις, καὶ προύβαλ᾽ μέν, 55 ὥς φησι Λέσχης
Μοῦσά μοι ἔννεπε κεῖνα μήτ᾽ ἐγένοντο πάροιθε
μήτ᾽ ἔσται μετόπισθεν
, ἀπεκρίνατο δ᾽ Ἡσίοδος ἐκ τοῦ παρατυχόντος
ἀλλ᾽ ὅταν ἀμφὶ Διὸς τύμβῳ καναχήποδες ἵπποι :
ἅρματα συντρίψωσιν ἐπειγόμενοι περὶ νίκης
[p. 377] καὶ διὰ τοῦτο λέγεται μάλιστα θαυμασθεὶς τοῦ τρίποδος τυχεῖν ‘’ τί δὲ ταῦθ᾽ Κλεόδωρος εἶπε διαφέρειτῶν Εὐμήτιδος αἰνιγμάτων; ταύτην μὲν ἴσως οὐκ ἀπρεπές ἐστι παίζουσαν καὶ διαπλέκουσαν ὥσπερ ἕτεραι ζωνία καὶ κεκρυφάλους προβάλλειν ταῖς γυναιξίν, ἄνδρας δὲ νοῦν ἔχοντας ἔν τινι σπουδῇ τίθεσθαι γελοῖον μὲν οὖν Εὔμητις ἡδέως ἂν εἰποῦσά τι πρὸς αὐτόν, ὡς ἐφαίνετο, κατέσχεν ἑαυτὴν ὑπ᾽ αἰδοῦς, καὶ ἀνεπλήσθη τὸ πρόσωπον ἐρυθήματος δ᾽ Αἴσωπος οἷον ἀμυνόμενος ὑπὲρ αὐτῆςοὐ γελοιότερον οὖνεἶπετὸ μὴ δύνασθαι ταῦτα διαλύειν, οἷόν ἐστιν μικρὸν ἔμπροσθεν ἡμῖν τοῦ δείπνου προύβαλεν
ἄνδρ᾽ εἶδον πυρὶ χαλκὸν ἐπ᾽ ἀνέρι κολλήσαντα
τί τοῦτ᾽ ἐστὶν ἔχοις ἂν εἰπεῖν;:’ ‘ἀλλ᾽ οὐδὲ μαθεῖν δέομαιἔφη Κλεόδωρος. ‘καὶ μὴν οὐδείςἔφησοῦ τοῦτο μᾶλλον οἶδεν οὐδὲ ποιεῖ βέλτιον: εἰ δ᾽ ἀρνῇ, μάρτυρας ἔχω σικυωνίας.'’ μὲν οὖν Κλεόδωρος ἐγέλασε: καὶ γὰρ ἐχρῆτο μάλιστα ταῖς σικυωνίαις τῶν καθ᾽ αὑτὸν ἰατρῶν, καὶ δόξαν οὐχ ἣκιστα τὸ βοήθημα τοῦτο δι᾽ ἐκεῖνον ἔσχηκε.


Μνησίφιλος δ᾽ Ἀθηναῖος, ἑταῖρος ὢν καὶ ζηλωτὴς Σόλωνος, ‘ἐγώ τοιεἶπεν Περίανδρε τὸν λόγον ἀξιῶ καθάπερ τὸν οἶνον μὴ πλουτίνδην μηδ᾽ ἀριστίνδην ἀλλ᾽ ἐξ ἴσου πᾶσιν ὥσπερ ἐν δημοκρατίᾳ νέμεσθαι καὶ κοινὸν εἶναι: τῶν δ᾽ ἄρτι περὶ ἀρχῆς καὶ βασιλείας εἰρημένων οὐδὲν ἡμῖν τοῖς δημοτικοῖς μέτεστιν. ὅθεν οἰόμεθα δεῖν πάλιν ἕκαστον ὑμῶν περὶ πολιτείας ἰσονόμου γνώμην τινὰ [p. 378] συμβαλέσθαι, ἀρξαμένους αὖθις ἀπὸ Σόλωνος.'’ Ἐδόκει δὴ ταῦτα ποιεῖν. καὶ πρῶτος Σόλωνἀλλ᾽ ἀκήκοας μένεἶπεν Μνησίφιλε μετὰ πάντων Ἀθηναίων ἣν ἔχω γνώμην περὶ πολιτείας: εἰ δὲ βούλει καὶ νῦν ἀκούειν, δοκεῖ μοι πόλις ἄριστα πράττειν καὶ μάλιστα σῴζειν δημοκρατίαν, ἐν τὸν ἀδικήσαντα τοῦ ἀδικηθέντος οὐδὲν ἧττον οἱ μὴ ἀδικηθέντες προβάλλονται καὶ κολάζουσιΔεύτερος δ᾽ Βίας ἔφησε 56 κρατίστην εἶναι δημοκρατίαν ἐν πάντες ὡς τύραννον φοβοῦνται τὸν νόμον. ἐπὶ τούτῳ Θαλῆς τὴν μήτε πλουσίους ἄγαν μήτε πένητας ἔχουσαν πολίτας. μετὰ δὲ τοῦτον Ἀνάχαρσις ἐν τῶν ἄλλων ἴσων νομιζομένων ἀρετῇ τὸ βέλτιον ὁρίζεται, κακίᾳ 57 δὲ τὸ χεῖρον. πέμπτος: ος δ᾽ Κλεόβουλος ἔφη μάλιστα σωφρονεῖν δῆμον ὅπου τὸν ψόγον μᾶλλον οἱ πολιτευόμενοι δεδοίκασιν τὸν νόμον. ἕκτος δὲ 58 Πιττακός, ὅπου τοῖς πονηροῖς οὐκ ἔξεστιν ἄρχειν καὶ τοῖς ἀγαθοῖς οὐκ ἔξεστι μὴ ἄρχειν. μετατραπεὶς; 59 δ᾽ Χίλων ἀπεφήνατο τὴν μάλιστα νόμων ἥκιστα δὲ ῥητόρων ἀκούουσαν πολιτείαν ἀρίστην εἶναι. τελευταῖος δὲ πάλιν Περίανδρος ἐπικρίνων ἔφη δοκεῖν αὐτῷ πάντας ἐπαινεῖν δημοκρατίαν τὴν ὁμοιοτάτην ἀριστοκρατίᾳ;


τέλος δὲ καὶ τούτου τοῦ λόγου λαβόντος ἠξίουν ἐγὼ καὶ περὶ οἴκου χρηστέον εἰπεῖν τοὺς ἄνδρας ἡμῖν: ‘ βασιλείας μὲν γὰρ καὶ πόλεις ὀλίγοι [p. 379] κυβερνῶσιν, ἑστίας δὲ πᾶσιν ἡμῖν καὶ οἴκου μέτεστιΓελάσας οὖν Αἴσωποςοὔκ, εἴγε τῶν πάν: ’ ‘ἔφη καὶ Ἀνάχαρσιν ἀριθμεῖς: τούτῳ γὰρ οἶκος οὐκ ἔστιν, ἀλλὰ καὶ σεμνύνεται τῷ ἄοικος εἶναι, χρῆσθαι δ᾽ ἁμάξῃ, καθάπερ τὸν ἥλιον ἐν ἅρματι λέγουσι περιπολεῖν, ἄλλοτ᾽ ἄλλην ἐπινεμόμενον τοῦ οὐρανοῦ χώρανΚαὶ Ἀνάχαρσιςδιὰ τοῦτό τοιεἶπεν μόνος μάλιστα τῶν θεῶν ἐλεύθερός ἐστι καὶ αὐτόνομος, καὶ κρατεῖ πάντων, κρατεῖται δ᾽ ὑπ᾽ οὐδενός, ἀλλὰ βασιλεύει καὶ ἡνιοχεῖ. πλὴν σέ γε τὸ ἅρμα λέληθεν αὐτοῦ, ὡς ὑπερφυὲς κάλλει καὶ μεγέθει θαυμάσιόν ἐστιν: οὐ γὰρ ἂν παίζων ἐπὶ γέλωτι παρέβαλες ἐκεῖνο τοῖς ἡμετέροις. οἶκον δέ μοι δοκεῖς, Αἴσωπε, ταυτὶ τὰ πήλινα καὶ ξύλινα καὶ κεραμεᾶ στεγάσματα νομίζειν, ὥσπερ εἰ κοχλίαν ἡγοῖο τὸ κέλυφος, ἀλλὰ μὴ τὸ ζῷον, εἰκότως οὖν σοι γέλωτα παρέσχεν Σόλων, ὅτι τοῦ Κροίσου τὴν οἰκίαν κεκοσμημένην πολυτελῶς θεασάμενος οὐκ εὐθὺς ἀπεφήνατο τὸν κεκτημένον εὐδαιμόνως οἰκεῖν καὶ μακαρίως, ἅτε δὴ τῶν ἐν αὐτῷ μᾶλλον ἀγαθῶν τῶν παρ᾽ αὐτῷ βουλόμενος γενέσθαι θεατής: σὺ δ᾽ ἔοικας οὐδὲ τῆς σεαυτοῦ μνημονεύειν ἀλώπεκος. ἐκείνη μὲν γὰρ εἰς ἀγῶνα ποικιλίας καταστᾶσα πρὸς τὴν πάρδαλιν ἠξίου τὰ ἐντὸς αὐτῆς καταμαθεῖν τὸν δικαστήν, ποικιλωτέρα γὰρ ἐκεῖθεν φανεῖσθαι: σὺ δὲ τὰ τεκτόνων καὶ λιθοξόων ἔργα περινοστεῖς, οἶκον ἡγούμενος οὐ τὰ ἐντὸς ἑκάστου καὶ οἰκεῖα, παῖδας καὶ γάμον καὶ φίλους καὶ θεράποντας, οἷς κἂν ἐν μυρμηκιᾷ τις νεοττιᾷ νοῦν ἔχουσι καὶ [p. 380] σωφρονοῦσι κοινωνῇ τῶν ὑπόντων, χρηστὸν οἶκον οἰκεῖ καὶ μακάριον. ἐγὼ μὲν οὖνἔφηταῦτα καὶ πρὸς Αἴσωπον ἀποκρίνομαι καὶ Διοκλεῖ συμβάλλομαι τῶν δ᾽ ἄλλων ἕκαστος ἀποφαίνεσθαι δίκαιός ἐστι τὴν ἑαυτοῦ γνώμηνΤοῦτον οὖν ἄριστον Σόλων εἶπεν 60 αὑτῷ δοκεῖν οἶκον, ὅπου τὰ κτήματα μήτε κτωμένοις ἀδικία μήτε φυλάττουσιν ἀπιστία μήτε δαπανῶσι μετάνοια πρόσεστιν. δὲ Βίας ἐν τοιοῦτός ἐστιν δεσπότης δι᾽ αὑτὸν οἷος ἔξω διὰ τὸν νόμον. δὲ Θαλῆς ἐν πλείστην ἄγειν τῷ δεσπότῃ σχολὴν ἔξεστιν. δὲ Κλεόβουλος εἰ πλείονας ἔχοι τῶν φοβουμένων αὐτὸν τοὺς φιλοῦντας δεσπότης. δὲ Πιττακὸς εἶπεν ὡς ἄριστος οἶκός ἐστιν τῶν 61 περιττῶν μηδενὸς δεόμενος 62 καὶ τῶν ἀναγκαίων μηδενὸς ἐνδεόμενος.' δὲ Χίλων ἔφη δεῖν μάλιστα βασιλευομένῃ πόλει προσεοικέναι τὸν οἶκον. εἶτα προσεπεῖπεν ὅτι καὶ Λυκοῦργος πρὸς τὸν κελεύοντα δημοκρατίαν ἐν τῇ πόλει καταστῆσαιπρῶτοςἔφηποίησον ἐν τῇ οἰκίᾳ σου δημοκρατίαν ’ .


ἐπεὶ δὲ καὶ οὗτος ἔσχεν λόγος τέλος, μὲν Εὔμητις ἐξῆλθε μετὰ τῆς Μελίσσης, τοῦ δὲ Περιάνδρου τῷ Χίλωνι προπιόντος εὐμεγέθη κύλικα, τῷ δὲ Βίαντι τοῦ Χίλωνος, Ἄρδαλος ἐπαναστὰς καὶ προσαγορεύσας τὸν Αἴσωπονσὺ δ᾽ οὐκ ἄνἔφηδιαπέμψαιο δεῦρο τὸ ποτήριον πρὸς ἡμᾶς, ὁρῶν τούτους ὥσπερ τὴν Βαθυκλέους κύλικα [p. 381] διαπεμπομένους ἀλλήλοις, ἑτέρῳ δὲ μὴ μεταδιδόντας;Καὶ Αἴσωποςἀλλ᾽ οὐ δεῖ 63τοῦτ᾽ ἔφητὸ ποτήριον δημοτικὸν εἶναι: Σόλωνι γὰρ ἔκπαλαι παράκειται μόνῳ.’ Τὸν οὖν Μνησίφιλον προσαγορεύσας Πιττακὸς ἠρώτησε τί οὐ πίνει Σόλων ἀλλὰ καταμαρτυρεῖ τῶν ποιημάτων ἐν οἷς γέγραφεν
ἔργα δὲ Κυπρογενοῦς νῦν μοι φίλα καὶ Διονύσου
64 καὶ Μουσέων, τίθης1 ἀνδράσιν εὐφροσύνας
ὑποφθάσας δ᾽ Ἀνάχαρσιςσὲ γάρ , Πιττακέ, καὶ τὸν σὸν ἐκεῖνον τὸν χαλεπὸν φοβεῖται νόμον, ἐν γέγραφας Ἐάν τις ὁτιοῦν μεθύων ἁμάρτῃ, διπλασίαν τῷ νήφοντι τὴν ζημίαν εἶναιΚαὶ Πιττακόςσὺ δὲ γ᾽εἶπενοὕτως ἐξύβρισας εἰς τὸν νόμον, ὥστε πέρυσι παρὰ λίβυτ᾽ ἀδελφῷ 65 μεθυσθεὶς ἆθλον αἰτεῖν καὶ στέφανον ‘’ τί δ᾽ οὐκ ἔμελλονἔφη Ἀνάχαρσιςτῷ πλεῖστον πιόντι προκειμένων ἄθλων πρῶτος μεθυσθεὶς ἀπαιτεῖν τὸ νικητήριον; διδάξατὲ μ᾽ ὑμεῖς, τί τέλος ἐστὶ τοῦ πολὺν πιεῖν ἄκρατον τὸ μεθυσθῆναιΤοῦ δὲ Πιττακοῦ γελάσαντος Αἴσωπος; λόγον εἶπε τοιοῦτον: ‘ λύκος ἰδὼν ποιμένας ἐσθίοντας ἐν σκηνῇ πρόβατον ἐγγὺς προσελθώνἡλίκος ἂν ἦνἔφηθόρυβος ὑμῖν, εἰ ἐγὼ τοῦτ᾽ ἐποίουν.’ ’ Καὶ ΧίλωνὀρθῶςἔφηΑἴσωπος ἠμύνατο, μικρὸν ἔμπροσθεν ἐπιστομισθεὶς ὑφ᾽ ἡμῶν, εἶτα νῦν ὁρῶν ἑτέρους τὸν Μνησιφίλου λόγον ὑφηρπακότας: Μνησίφιλος γὰρ τὴν ὑπὲρ [p. 382] Σόλωνος ἀπόκρισιν ‘’καὶ λέγω66 Μνησίφιλος εἶπενεἰδὼς ὅτι Σόλωνι δοκεῖ πάσης τέχνης καὶ δυνάμεως ἀνθρωπίνης τε καὶ θείας ἔργον εἶναι τὸ γιγνόμενον μᾶλλον δι᾽ οὗ γίγνεται, καὶ τὸ: τέλος τὰ πρὸς τό τέλος. ὑφάντης τε γὰρ ἂν οἶμαι χλαμύδα ποιήσαιτο 67 μᾶλλον ἔργον αὑτοῦ καὶ ἱμάτιον κανόνων διάθεσιν καὶ ἀνέγερσιν ἀγνύθων, χαλκεύς τε κόλλησιν σιδήρου καὶ στόμωσιν πελέκεως μᾶλλον τι τῶν ἕνεκα τούτου γιγνομένων ἀναγκαίων, οἷον ἀνθράκων ἐκζωπύρησιν λατύπης παρασκευήν. ἔτι δὲ μᾶλλον ἀρχιτέκτων μέμψαιτ᾽ ἂν ἡμᾶς ἔργον αὐτοῦ μὴ ναῦν μηδ᾽ οἰκίαν ἀποφαίνοντας, ἀλλὰ τρυπῆσαι ξύλα καὶ φυρᾶσαι πηλόν: αἱ δὲ Μοῦσαι καὶ παντάπασιν, εἰ νομίζοιμεν αὐτῶν ἔργον εἶναι κιθάραν καὶ αὐλούς, ἀλλὰ μὴ τὸ παιδεύειν τὰ ἤθη καὶ παρηγορεῖν τὰ πάθη τῶν χρωμένων μέλεσι καὶ ἁρμονίαις. οὐκοῦν οὐδὲ τῆς Ἀφροδίτης ἔργον ἐστὶ συνουσία καὶ μῖξις, οὐδὲ τοῦ Διονύσου μέθη καὶ οἶνος, ἀλλ᾽ ἣν ἐμποιοῦσι διὰ τούτων φιλοφροσύνην καὶ πόθον καὶ ὁμιλίαν ἡμῖν καὶ συνήθειαν πρὸς ἀλλήλους: ταῦτα γὰρ ἔργα θεῖα καλεῖ Σόλων, καὶ ταῦτά φησιν ἀγαπᾶν καὶ διώκειν μάλιστα πρεσβύτης γενόμενος. ἔστι δὲ τῆς μὲν πρὸς γυναῖκας ἀνδρῶν ὁμοφροσύνης καὶ φιλίας δημιουργὸς Ἀφροδίτη, τοῖς σώμασιν ὑφ᾽ ἡδονῆς ἅμα συμμιγνύουσα καὶ συντήκουσα τὰς ψυχάς: τοῖς δὲ πολλοῖς καὶ μὴ πάνυ συνήθεσι μηδ᾽ ἄγαν γνωρίμοις Διόνυσος ὥσπερ ἐν πυρὶ τῷ οἴνῳ μαλάττων τὰ ἤθη καὶ ἀνυγραίνων [p. 383] ἀρχήν τινα συγκράσεως πρὸς ἀλλήλους καὶ φιλίας ἐνδίδωσιν. ὅταν δὲ τοιοῦτοι συνέλθωσιν ἄνδρες, οἵους Περίανδρος ὑμᾶς παρακέκληκεν, οὐδὲν ἔργον ἐστὶν οἶμαι κύλικος οὐδ᾽ οἰνοχόης, ἀλλ᾽ αἱ Μοῦσαι καθάπερ κρατῆρα νηφάλιον ἐν μέσῳ προθέμεναι τὸν λόγον, πλεῖστον ἡδονῆς ἅμα καὶ παιδιᾶς καὶ σπουδῆς ἔνεστιν, ἐγείρουσι τούτῳ καὶ κατάρδουσι καὶ διαχέουσι τὴν φιλοφροσύνην, ἐῶσαι τὰ πολλὰ τὴνοἰνοχόηνἀτρέμα κεῖσθαικρητῆρος 68 ὕπερθεν,’ ὅπερ ἀπηγόρευσεν Ἡσίοδος 69 ἐν τοῖς πίνειν μᾶλλον διαλέγεσθαι δυναμένοις. ἐπεὶ τάς γε 70 προπόσεις αὐτάςἔφηπυνθάνομαι λέγειν τοῖς παλαιοῖς ἐνδεῖν, 71δαιτρόν,’ ὡς Ὅμηρος 72 ἔφη, καὶ μετρητὸν ἑκάστου πίνοντος, εἶθ᾽ ὥσπερ Αἴας 73 μερίδος μεταδιδόντος τῷ πλησίονΕἰπόντος δὲ ταῦτα τοῦ Μνησιφίλου Χερσίας ποιητής ἀφεῖτο γὰρ ἤδη τῆς αἰτίας καὶ διήλλακτο τῷ Περιάνδρῳ νεωστί, Χίλωνος δεηθέντοςἆρ᾽ οὖνἔφηκαὶ τοῖς θεοῖς Ζεύς, ὥσπερ τοῖς ἀριστεῦσιν Ἀγαμέμνων, μετρητὸν ἐνέχει τὸ ποτόν, ὅτε προύπινον ἀλλήλοις ἑστιώμενοι παρ᾽ αὐτῷ;Καὶ Κλεόδωροςσὺ δ᾽ Χερσίαεἶπεν, ‘εἰ τὴν ἀμβροσίαν τῷ Διὶ πελειάδες τινὲς κομίζουσιν, ὡς ὑμεῖς λέγετε, τὰς Πλαγκτὰς ὑπερπετόμεναι χαλεπῶς καὶ μόλις, οὐ νομίζεις καὶ τὸ νέκταρ αὐτῷ δυσπόριστον εἶναι καὶ σπάνιον, ὥστε φείδεσθαι καὶ παρέχειν ἑκάστῳ τεταμιευμένον;’ [p. 384]


ἴσωςεἶπεν Χερσίαςἀλλ᾽ ἐπεὶ πάλιν περὶ 74 οἰκονομίας λόγος γέγονε, τίς ἂν ὑμῶν φράσειεν ἡμῖν τὸ ἀπολειπόμενον; ἀπολείπεται δ᾽ οἶμαι κτήσεώς τι λαβεῖν μέτρον αὐτάρκους καὶ ἱκανῆς ἐσομένης.'’ καὶ Κλεόβουλος ἀλλὰτοῖς μὲν σοφοῖςἔφημέτρον νόμος δέδωκε, πρὸς δὲ τοὺς φαύλους ἐρῶ λόγον τῆς ἐμῆς θυγατρὸς ὃν πρὸς τὸν ἀδελφὸν εἶπεν. ἔφη γὰρ τὴν Σελήνην δεῖσθαι τῆς ἑαυτῆς μητρὸς ὅπως αὐτῇ χιτώνιον ὑφήνῃ σύμμετρον: τὴν δ᾽ εἰπεῖνκαὶ πῶς σύμμετρον ὑφήνω; νῦν μὲν γὰρ ὁρῶ σε πανσέληνον, αὖθις δὲ μηνοειδῆ, τοτὲ δ᾽ ἀμφίκυρτονοὕτω δὴ , φίλε Χερσία, καὶ πρὸς ἄνθρωπον ἀνόητον καὶ φαῦλον οὐδέν ἐστι μέτρον οὐσίας: ἄλλοτε γὰρ ἄλλος ἐστὶ ταῖς χρείαις διὰ τὰς ἐπιθυμίας καὶ τὰς τύχας, ὥσπερ Αἰσώπειος 75 κύων, ὃν οὑτοσί φησιν ἐν τῷ χειμῶνι συστρεφόμενον καὶ συσπειρώμενον διὰ τὸ ῥιγοῦν οἰκίαν ποιεῖν διανοεῖσθαι , θέρους δ᾽ αὖ πάλιν ἐκτεταμένον καθεύδοντα φαίνεσθαι μέγαν ἑαυτῷ καὶ μήτ᾽ ἀναγκαῖον ἡγεῖσθαι μήτε μικρὸν ἔργον οἰκίαν περιβαλέσθαι τοσαύτην. γὰρ οὐχ ὁρᾷςεἶπεν Χερσία, καὶ τοὺς μικροὺς νῦν μὲν εἰς μικρὰ κομιδῇ συστέλλοντας ἑαυτοὺς ὡς στρογγύλως καὶ Λακωνικῶς βιωσομένους, νῦν δέ, εἰ μὴ τὰ πάντων ἔχουσιν ἰδιωτῶν ἅμα καὶ βασιλέων, ὑπ᾽ ἐνδείας ἀπολεῖσθαι νομίζοντας;’ ὡς οὖν Χερσίας ἀπεσιώπησεν, ὑπολαβὼν Κλεόδωροςἀλλὰ καὶ τοὺς σοφούςεἶπεν ‘: ὑμᾶς ὁρῶμεν ἀνίσοις μέτροις τὰς κτήσεις, νενεμημένας πρὸς ἀλλήλους [p. 385] ἔχοντας.'’ Καὶ Κλεόβουλος γάρ τοι νόμοςεἶπεν βέλτιστε ἀνδρῶν, ὡς ὑφάντης ἑκάστῳ τὸ πρέπον ἡμῶν καὶ τὸ μέτριον καὶ τὸ ἁρμόττον ἀποδίδωσι. καὶ σὺ καθάπερ τῳ 76 νόμῳ τῷ λόγῳ τρέφων καὶ διαιτῶν καὶ φαρμακεύων τοὺς κάμνοντας οὐκ ἴσον ἑκάστῳ, τὸ δὲ προσῆκον ἀπονέμεις ἅπασινὑπολαβὼν δ᾽ Ἄρδαλοςἆρ᾽ οὖνἔφηκαὶ τὸν ἑταῖρον ὑμῶν Σόλωνος δὲ ξένον Ἐπιμενίδην νόμος τις ἀπέχεσθαι τῶν ἄλλων σιτίων κελεύει, τῆς δ᾽ ἀλίμου δυνάμεως ἣν αὐτὸς συντίθησι μικρὸν εἰς τὸ στόμα λαμβάνοντα διημερεύειν ἀνάριστον καὶ ἄδειπνον;ἐπιστήσαντος δὲ τοῦ λόγου τὸ συμπόσιον μὲν Θαλῆς ἐπισκώπτων εὖ φρονεῖν ἔφη τὸν Ἐπιμενίδην ὅτι μὴ βούλεται πράγματα ἔχειν ἀλῶν τὰ σιτία καὶ πέττων ἑαυτῷ , καθάπερ Πιττακός. ‘ ἐγὼ γάρεἶπετῆς ξένης ἤκουον ᾀδούσης πρὸς τὴν μύλην, ἐν Ἐρέσῳ γενόμενος,
ἄλει μύλα ἄλει
77 καὶ γὰρ Πιττακὸς ἄλει
μεγάλας Μυτιλάνας 78 βασιλεύων.
δὲ Σόλων ἔφη θαυμάζειν τὸν Ἄρδαλον εἰ τὸν νόμον οὐκ ἀνέγνωκε τῆς διαίτης τοῦ ἀνδρὸς ἐν τοῖς ἔπεσι τοῖς Ἡσιόδου 79 γεγραμμένον ἐκεῖνος γάρ ἐστιν πρῶτος Ἐπιμενίδῃ σπέρματα τῆς τροφῆς ταύτης παρασχὼν καὶ ζητεῖν 80 διδάξας [p. 386]
ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ᾽ ὄνειαρ
οἴει γάρ Περίανδρος εἶπε τὸνἩσίοδον ἐννοῆσαὶ τι τοιοῦτον, οὐκ ἐπαινέτην ὄντα φειδοῦς ἀεὶ καὶ πρὸς τὰ λιτότατα τῶν ὄψων ὡς ἥδιστα παρακαλεῖν ἡμᾶς; ἀγαθὴ μὲν γὰρ μαλάχη βρωθῆναι, γλυκὺς δ᾽ ἀνθέρικος: τὰ δ᾽ ἄλιμα ταῦτα καὶ ἄδιψα φάρμακα μᾶλλον σιτία πυνθάνομαι, καὶ μέλι καὶ τυρόν τινα βαρβαρικὸν δέχεσθαι καὶ σπέρματα πάμπολλα τῶν οὐκ εὐπορίστων. πῶς οὖν οὐκ ἂν 81 τῷ Ἡσιόδῳ 82 τὸ πηδάλιον μὲν 83 ὑπὲρ καπνοῦ κείμενον
ἔργα βοῶν δ᾽ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν
εἰ τοσαύτης δεήσει 84 παρασκευῆς; θαυμάζω δέ σου τὸν ξένον Σόλων εἰ Δηλίοις ἔναγχος ποιησάμενος τὸν μέγαν καθαρμὸν οὐχ ἱστόρησε παρ᾽ αὐτοῖς εἰς τὸ ἱερὸν κομιζόμενα τῆς πρώτης ὑπομνήματα τροφῆς καὶ δείγματα μετ᾽ ἄλλων εὐτελῶν καὶ αὐτοφυῶν μαλάχην καὶ ἀνθέρικον, ὧν εἰκός ἐστι καὶ τὸν Ἡσίοδον προξενεῖν ἡμῖν τὴν λιτότητα καὶ τὴν ἀφέλειαν. ‘’ οὐ ταῦτ᾽ἔφημόνον Ἀνάχαρσιςἀλλὰ καὶ πρὸς ὑγίειαν ἐν τοῖς μάλιστα τῶν λαχάνων ἑκάτερον ἐπαινεῖταιΚαὶ Κλεόδωροςὀρθῶςἔφη λέγεις. ‘ ἰατρικὸς γὰρ Ἡσίοδος ὢν 85 δῆλός ἐστιν οὐκ ἀμελῶς οὐδ᾽ ἀπείρως περὶ διαίτης καὶ κράσεως οἴνου καὶ ἀρετῆς ὕδατος καὶ λουτροῦ καὶ γυναικῶν διαλεγόμενος καὶ συνουσίας καιροῦ καὶ βρεφῶν καθίσεως. 86 [p. 387] ἀλλ᾽ Ἡσιόδου 87 μὲν ἐμοὶ δοκεῖ δικαιότερον Αἴσωπος αὑτὸν ἀποφαίνειν μαθητὴν Ἐπιμενίδης: τούτῳ γὰρ ἀρχὴν τῆς καλῆς ταύτης καὶ ποικίλης καὶ πολυγλώσσου σοφίας πρὸς τὴν ἀηδόνα λόγος τοῦ ἱέρακος παρέσχηκεν. ἐγὼ δ᾽ ἂν ἡδέως ἀκούσαιμι Σόλωνος: εἰκὸς γὰρ αὐτὸν πεπύσθαι, πολὺν χρόνον Ἀθήνησιν Ἐπιμενίδῃ συγγενόμενον, τι δὴ παθὼν σοφιζόμενος ἐπὶ τοιαύτην ἦλθε δίαιταν.’


καὶ Σόλων ἔφητί δὲ τοῦτ᾽ ἐκεῖνον ἐρωτᾶν ἔδει; δῆλον γὰρ ἦν ὅτι τοῦ μεγίστου τῶν ἀγαθῶν καὶ κρατίστου δεύτερόν ἐστι τὸ δεῖσθαι τροφῆς βραχυτάτης. τὸ μέγιστον οὐ δοκεῖ σοι 88 τὸ μηδ᾽ ὅλως τροφῆς δεῖσθαι;’ ‘οὐδαμῶς Κλεόδωροςἔμοιγ᾽εἶπεν, ‘εἰ δεῖ τὸ φαινόμενον εἰπεῖν, καὶ μάλιστα παρακειμένης τραπέζης, ἣν ἀναιροῦσιν αἰρομένης τροφῆς φιλίων θεῶν βωμὸν οὖσαν καὶ ξενίων δὲ Θαλῆς λέγει τῆς γῆς ἀναιρεθείσης σύγχυσιν τὸν ὅλον ἕξειν κόσμον, οὕτως οἴκου διάλυσις τροφῆς ἀναίρεσίς 89 ἐστι: συναναιρεῖται γὰρ αὐτῇ πῦρ ἑστιοῦχον ἑστία κρατῆρες ὑποδοχαὶ ξενισμοί, φιλανθρωπότατα καὶ πρῶτα κοινωνήματα πρὸς ἀλλήλους, μᾶλλον δὲ σύμπας βίος, εἴ γε 90 διαγωγὴ τίς ἐστιν ἀνθρώπου πράξεων ἔχουσα διέξοδον, ὧν τῆς τροφῆς χρεία καὶ παρασκευὴ τὰς πλείστας παρακαλεῖ. δεινὸν μὲν οὖν, ἑταῖρε, καὶ τὸ γεωργίας αὐτῇ: διολλυμένη γὰρ αὖθις ἀπολείπει γῆν ἡμῖν ἄμορφον καὶ ἀκάθαρτον, ὕλης ἀκάρπου καὶ ῥευμάτων [p. 388] πλημμελῶς φερομένων ὑπ᾽ ἀργίας ἀνάπλεων. συναπόλλυσι δὲ καὶ τέχνας πάσας καὶ ἐργασίας, ὧν ἔξαρχός ἐστι καὶ παρέχει βάσιν πάσαις καὶ ὕλην, καὶ τὸ μηδέν εἰσι, ταύτης ἐκποδὼν γενομένης. καταλύονται δὲ 91 καὶ τιμαὶ θεῶν, Ἡλίῳ μὲν 92 μικράν, ἔτι δ᾽ ἐλάττω Σελήνῃ χάριν αὐγῆς μόνον καὶ ἀλέας ἀνθρώπων ἐχόντων. ὀμβρίῳ δὲ Διὶ καὶ προηροσίᾳ Δήμητρι καὶ φυταλμίῳ Ποσειδῶνι ποῦ βωμὸς ἔσται, 93 ποῦ δὲ θυσία; πῶς δὲ χαριδότης Διόνυσος, εἰ δεησόμεθα μηδενὸς ὧν δίδωσι; τί δὲ θύσομεν σπείσομεν; τίνος δ᾽ ἀπαρξόμεθα; πάντα γὰρ ταῦτα τῶν μεγίστων ἀνατροπὴν καὶ σύγχυσιν ἔχει πραγμάτων. ἡδονῆς δὲ πάσης μὲν περιέχεσθαι καὶ πάντως ἀλόγιστόν ἐστι , πᾶσαν δὲ φεύγειν καὶ πάντως; ἀναίσθητον. τὴν μὲν οὖν ψυχὴν ἑτέραις τισὶν ἡδοναῖς χρῆσθαι κρείττοσιν ὑπαρχέτω, τῷ δὲ σώματι λαβεῖν ἡδονὴν τῆς ἀπὸ τοῦ τρέφεσθαι δικαιοτέραν οὐκ ἔστιν, 94 ὅπερ οὐδένα λέληθεν ἀνθρώπων ταύτην γὰρ ἐν μέσῳ θέμενοι κοινωνοῦσιν ἀλλήλοις δείπνων καὶ τραπέζης, ἀφροδισίων δὲ νύκτα καὶ πολὺ προβάλλονται σκότος, ἡγούμενοι τὸ τούτων 95 κοινωνεῖν ἀναίσχυντον εἶναι καὶ θηριῶδες, ὡς τὸ μὴ κοινωνεῖν ἐκείνης.’ ὑπολαβὼν οὖν ἐγὼ τοῦ Κλεοδώρου διαλιπόντοςἐκεῖνο δ᾽ οὐ λέγειςεἶπον, ‘ ὅτι καὶ τὸν ὕπνον ἅμα τῇ τροφῇ συνεκβάλλομεν; ὕπνου δὲ μὴ ὄντος οὐδ᾽ ὄνειρός ἐστιν, ἀλλ᾽ οἴχεται τὸ πρεσβύτατον ἡμῖν μαντεῖον. ἔσται δὲ μονοειδὴς βίος καὶ τρόπον [p. 389] τινὰ μάτην τὸ σῶμα περικείσεται τῇ ψυχῇ: τὰ πλεῖστα γὰρ αὐτοῦ καὶ κυριώτατα τῶν μερῶν ἐπὶ τὴν τροφὴν ὄργανα παρεσκεύασται, γλῶττα: καὶ ὀδόντες καὶ στόμαχος καὶ ἧπαρ. ἀργὸν γὰρ οὐδέν ἐστιν οὐδὲ πρὸς ἄλλην συντεταγμένον χρείαν: ὥσθ᾽ μὴ δεόμενος; τροφῆς οὐδὲ σώματος δεῖται. τοῦτο δ᾽ αὐτὸν ἦν αὑποῦ μὴ δεῖσθαι: σὺν σώματι γὰρ ἡμῶν ἕκαστος.’ ‘ἡμεῖς μὲν οὖνἔφην ἐγὼταύτας τῇ γαστρὶ συμβολὰς εἰσφέρομεν: εἰ δὲ Σόλων τις ἄλλος τι κατηγορεῖ, ἀκουσόμεθα.’


πάνυ μὲν οὖνἔφη Σόλων, ‘μὴ καὶ τῶν Αἰγυπτίων ἀκριτώτεροι φανῶμεν, οἳ τὸν νεκρὸν ἀνατεμόντες 96 ἔδειξαν τῷ ἡλίῳ, εἶτ᾽ αὐτὰ 97 μὲν εἰς τὸν ποταμὸν κατέβαλον, τοῦ δ᾽ ἄλλου σώματος ὡς ἤδη καθαροῦ γεγονότος ἐπιμέλονται. τῷ γὰρ ὄντι τοῦτ᾽ ἐστὶ τὸ μίασμα τῆς σαρκὸς ἡμῶν καὶ τάρταρος; ἐν Ἅιδου, δεινῶν τινων ῥευμάτων καὶ πνεύματος ὁμοῦ καὶ πυρὸς συμπεφυρμένου καὶ νεκρῶν περίπλεως. ζῶν γὰρ οὐδεὶς 98 ἀπ᾽ οὐδενὸς τρέφεται ζῶντος, ἀλλὰ θανατοῦντες τὰ ἔμψυχα καὶ τὰ φυόμενα τῷ τρέφεσθαι καὶ αὔξεσθαι μετέχοντα τοῦ ζῆν ἀπολλύντες ἀδικοῦμεν. ἀπόλλυται γὰρ ἐξ οὗ πέφυκε τὸ μεταβάλλον εἰς ἄλλο, καὶ πᾶσαν φθείρεται φθοράν, ὅπως ἂν θατέρου τροφὴ γένοιτο. τὸ δ᾽ ἀπέχεσθαι σαρκῶν ἐδωδῆς, ὥσπερ Ὀρφέα τὸν παλαιὸν ἱστοροῦσι, σόφισμα μᾶλλον φυγὴ τῶν περὶ τὴν [p. 390] τροφὴν ἀδικημάτων ἐστί. φυγὴ δὲ μία καὶ καθαρμὸς εἰς δικαιοσύνην τέλειος 99 αὐτάρκη καὶ ἀπροσδεᾶ γενέσθαι. δ᾽ ἄνευ κακώσεως ἑτέρου τὴν αὑτοῦ σωτηρίαν ἀμήχανον θεὸς πεποίηκε, τούτῳ τὴν φύσιν ἀρχὴν ἀδικίας; προστέθεικεν. ἆρ᾽ οὖν οὐκ ἄξιον, φίλε , συνεκτεμεῖν ἀδικίᾳ κοιλίαν καὶ στόμαχον καὶ ἧπαρ, καλοῦ 1 μὲν οὐδενὸς αἴσθησιν ἡμῖν οὐδ᾽ ὄρεξιν ἐνδίδωσι, σκεύεσι δὲ μαγειρικοῖς, οἷα κοπίδες καὶ λέβητες, τὰ δὲ μυλωθρικοῖς καὶ καμίνοις καὶ φρεωρύχοις καὶ μακτηρίοις ἔοικεν; ἀτεχνῶς δὲ τῶν πολλῶν ἴδοι τις ἂν ὥσπερ ἐν μυλῶνι 100 τῷ σώματι τὴν ψυχὴν ἐγκεκαλυμμένην ἀεὶ περὶ τὴν τῆς τροφῆς 101 χρείαν κυκλοῦσαν, ὥσπερ ἀμέλει καὶ ἡμεῖς ἄρτι μὲν οὔθ᾽ ἑωρῶμεν ἀλλήλους οὔτ᾽ ἠκούομεν, ἀλλ᾽ ἕκαστος ἐγκεκυφὼς ἐδούλευε τῇ περὶ τὴν τροφὴν χρείᾳ. νυνὶ δ᾽ ἐπαρθεισῶν τῶν τραπεζῶν ἐλεύθεροι γεγονότες ὡς ὁρᾷς, ἐστεφανωμένοι περὶ λόγους διατρίβομεν καὶ ἀλλήλοις σύνεσμεν καὶ σχολὴν ἄγομεν, εἰς τὸ μὴ δεῖσθαι τροφῆς ἐληλυθότες. ἆρ᾽ οὖν, ἄνπερ νῦν οὖσα περὶ ἡμᾶς ἕξις ἄπαυστος διαμένῃ παρὰ πάντα τὸν βίον, οὐκ ἀεὶ σχολὴν ἕξομεν ἀλλήλοις συνεῖναι, μὴ δεδιότες πενίαν μηδ᾽ εἰδότες πλοῦτον; γὰρ τῶν περισσῶν ζῆλος εὐθὺς ἀκολουθεῖ καὶ συνοικίζεται τῇ χρείᾳ τῶν ἀναγκαίων. ‘ἀλλ᾽ οἴεται δεῖν τροφὴν εἶναι Κλεόδωρος, ὅπως τράπεζαι καὶ κρατῆρες ὦσι, καὶ Δήμητρι 102 [p. 391] καὶ Κόρῃ θύωμεν. 103 ἕτερος δέ τις ἀξιούτω μάχας εἶναι καὶ πόλεμον, ἵνα καὶ τείχη καὶ νεωσοίκους καὶ ὁπλοθήκας ἔχωμεν καὶ θύωμεν ἑκατομφόνια, καθάπερ φασὶ νόμον εἶναι Μεσσηνίοις. ἄλλον δὲ πρὸς τὴν ὑγίειαν οἶμαι χαλεπαίνειν δεινὸν γὰρ εἰ μηδενὸς νοσοῦντος οὐ στρωμνῆς ἔτι μαλακῆς ὄφελος οὐ κλίνης, οὐκ 104 Ἀσκληπιῷ θύσομεν οὐκ ἀποτροπαίοις, ἰατρικὴ δὲ μετ᾽ ὀργάνων καὶ φαρμάκων ἀποκείσεται τοσούτων ἀκλεὴς καὶ ἀπόθεστος. 105 τί ταῦτ᾽ ἐκείνων διαφέρει; καὶ γὰρ τροφὴ λιμοῦ φάρμακον προσάγεται, καὶ θεραπεύειν ἑαυτοὺς λέγονται πάντες οἱ τρεφόμενοι καὶ δίαιταν, 106 οὐχ ὡς ἡδύ τι καὶ κεχαρισμένον ἀλλ᾽ ὡς ἀναγκαῖον τοῦτο τῇ φύσει πράττοντες. ἐπεὶ λύπας γε 107 πλείονας ἔστιν ἀπὸ τῆς τροφῆς τῶν ἡδονῶν γιγνομένας καταριθμῆσαι, μᾶλλον δ᾽ μὲν ἡδονὴ καὶ τόπον ἔχει βραχὺν ἐν τῷ σώματι καὶ χρόνον οὐ πολύν: δὲ περὶ τὴν διοίκησιν αὐτῆς ἀσχολία καὶ δυσχέρεια τί δεῖ λέγειν ὅσων αἰσχρῶν καὶ ὀδυνηρῶν ἡμᾶς ἐμπίπλησιν; οἶμαι γὰρ εἰς ταῦτα 108 βλέψαντα τὸνὍμηρον ἀποδείξει κεχρῆσθαι περὶ θεῶν τοῦ μὴ ἀποθνῄσκειν τῷ μὴ τρέφεσθαι
οὐ γὰρ σῖτον ἔδους1, οὐ πίνους1 αἴθοπα οἶνον
109 τοὔνεκ᾽ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται
, ὡς μὴ μόνον τοῦ ζῆν ἀλλὰ καὶ τοῦ ἀποθνῄσκειν τὴν τροφὴν ἐφόδιον οὖσαν. ἐκ ταύτης γὰρ αἱ νόσοι [p. 392] συντρεφόμεναι τοῖς σώμασιν οὐκ ἔλαττον ἐνδείας κακὸν ἔχουσι τὴν πλήρωσιν: πολλάκις δὲ καὶ μεῖζόν ἐστιν ἔργον τοῦ πορίσαι τροφὴν καὶ συναγαγεῖν τὸ καταναλῶσαι καὶ διαφορῆσαι πάλιν εἰς τὸ σῶμα παραγενομένην. ἀλλ᾽ ὥσπερ εἰ διαποροῖεν αἱ Δαναΐδες τίνα βίον βιώσονται καὶ τί πράξουσιν ἀπαλλαγεῖσαι τῆς περὶ τὸν πίθον λατρείας καὶ πληρώσεως, οὕτω διαποροῦμεν ἡμεῖς, εἰ γένοιτο παύσασθαι φοροῦντας εἰς τὴν σάρκα τὴν ἄτρυτον ἐκ γῆς ἅμα καὶ θαλάττης τοσαῦτα, τί πράξομεν ἀπειρίᾳ τῶν καλῶν τὸν ἐπὶ τοῖς ἀναγκαίοις στέργοντες βίον. ὥσπερ οὖν οἱ δουλεύσαντες, ὅταν ἐλευθερωθῶσιν, πάλαι τοῖς δεσπόταις ἔπραττον ὑπηρετοῦντες, ταῦτα πράττουσιν αὑτοῖς καὶ δι᾽ αὑτούς, οὕτως ψυχὴ νῦν μὲν τρέφει τὸ σῶμα πολλοῖς πόνοις καὶ ἀσχολίαις, εἰ δ᾽ ἀπαλλαγείη τῆς λατρείας, αὑτὴν δήπουθεν ἐλευθέραν γενομένην θρέψει καὶ βιώσεται, εἰς αὑτὴν ὁρῶσα καὶ τὴν ἀλήθειαν, οὐδενὸς περισπῶντος οὐδ᾽ ἀπάγοντος.'’ τὰ μὲν οὖν ῥηθέντα περὶ τροφῆς, Νίκαρχε, ταῦτ᾽ ἦν.’


ἔτι δὲ τοῦ Σόλωνος λέγοντος εἰσῆλθε Γόργος Περιάνδρου ἀδελφός: ἐτύγχανε γὰρ εἰς Ταίναρον ἀπεσταλμένος ἔκ τινων χρησμῶν, τῷ Ποσειδῶνι θυσίαν καὶ θεωρίαν ἀπάγων. 110 ἀσπασαμένων δ᾽ αὐτὸν ἡμῶν καὶ τοῦ Περιάνδρου προσαγαγομένου καὶ φιλήσαντος καθίσας παρ᾽ αὐτὸν ἐπὶ τῆς κλίνης ἀπήγγειλεν ἅττα δὴ πρὸς μόνον ἐκεῖνον, δ᾽ ἠκροᾶτο, πολλὰ πάσχοντι πρὸς τὸν λόγον ὅμοιος [p. 393] ὤν. τὰ μὲν γὰρ ἀχθόμενος τὰ δ᾽ ἀγανακτῶν ἐφαίνετο, πολλάκις δ᾽ ἀπιστῶν, εἶτα θαυμάζων τέλος δὲ γελάσας πρὸς ἡμᾶςβούλομαι μένἔφηπρὸς τὸ παρὸν φράσαι τὸ προσηγγελμένον: ὀκνῶ δ᾽ ἀκούσας Θαλέω ποτ᾽ εἰπόντος ὅτι δεῖ τὰ μὲν εἰκότα λέγειν, τὰ δ᾽ ἀμήχανα σιωπᾶνὑπολαβὼν οὖν Βίαςἀλλὰ καὶ τοῦτ᾽ἔφηΘαλέω τὸ σοφόν ἐστιν, ὅτι δεῖ τοῖς μὲν ἐχθροῖς καὶ περὶ τῶν πιστῶν ἀπιστεῖν, τοῖς δὲ φίλοις καὶ τὰ ἄπιστα πιστεύειν, ἐχθροὺς μέν, ἔγωγ᾽ ἡγοῦμαι, τοὺς πονηροὺς καὶ ἀνοήτους, φίλους δὲ τοὺς χρηστοὺς καὶ φρονίμους αὐτοῦ καλοῦντος.' οὐκοῦνἔφηλεκτέον εἰς ἅπαντας, Γόργε, μᾶλλον δ᾽ ἀκτέον ἐπὶ τοὺς νέους τούτους διθυράμβους ὑπερφθεγγόμενον ὃν ἥκεις λόγον ἡμῖν κομίζων.’


ἔφη τοίνυν Γόργος ὅτι, τῆς θυσίας ἐφ᾽ ἡμέρας τρεῖς συντελεσθείσης ὑπ᾽ αὐτοῦ καὶ τῇ τελευταίᾳ παννυχίδος οὔσης καὶ χορείας τινὸς καὶ παιδιᾶς παρὰ τὸν αἰγιαλόν, μὲν σελήνη κατέλαμπεν εἰς τὴν θάλατταν, οὐκ ὄντος δὲ πνεύματος ἀλλὰ νηνεμίας; καὶ γαλήνης, πόρρωθεν ἀφεωρᾶτο φρίκη κατιοῦσα παρὰ τὴν ἄκραν, ἀφρόν τινα καὶ ψόφον ἄγουσα τῷ ῥοθίῳ περὶ αὐτὴν πολύν, ὥστε πάντας ἐπὶ τὸν τόπον οἷ προσβάλλειν 111 ἔμελλε καταδραμεῖν θαυμάσαντας. πρὶν δ᾽ εἰκάσαι τὸ προσφερόμενον ὑπὸ τάχους, δελφῖνες ὤφθησαν, οἱ μὲν ἀθρόοι πέριξ κυκλοῦντες, οἱ δ᾽ ὑφηγούμενοι τοῦ αἰγιαλοῦ πρὸς τὸ λειότατον, ἄλλοι δ᾽ ἐξόπισθεν, οἷον περιέποντες. [p. 394] ἐν μέσῳ δ᾽ ἀνεῖχεν ὑπὲρ τῆς θαλάσσης ὄγκος ἀσαφὴς καὶ ἄσημος ὀχουμένου σώματος, μέχρι οὗ συναγαγόντες 112 εἰς ταὐτὸ καὶ συνεποκείλαντες ἐξέθηκαν ἐπὶ γῆν ἄνθρωπον ἔμπνουν καὶ κινούμενον, αὐτοὶ δὲ πάλιν πρὸς τὴν ἄκραν ἀναφερόμενοι μᾶλλον πρότερον ἐξήλαντο, παίζοντες; ὑφ᾽ ἡδονῆς τινος: ὡς ἔοικε καὶ σκιρτῶντες. ‘ ἡμῶν δ᾽ Γόργος ἔφηπολλοὶ μὲν διαταραχθέντες ἔφυγον ἀπὸ τῆς θαλάσσης, ὀλίγοι δὲ μετ᾽ ἐμοῦ θαρρήσαντες προσελθεῖν ἐγνώρισαν Ἀρίονα τὸν κιθαρῳδόν, αὐτὸν τοὔνομα φθεγγόμενον ἑαυτοῦ, καὶ τῇ στολῇ καταφανῆ γενόμενον τὸν γὰρ ἐναγώνιον ἐτύγχανεν ἀμπεχόμενος κόσμον, κιθαρῳδῶν ἐχρῆτο. 113 κομίσαντες οὖν ἐπὶ σκηνὴν αὐτόν, ὡς οὐδὲν εἶχε κακὸν ἀλλ᾽ διὰ τάχος καὶ ῥοῖζον ἐφαίνετο τῆς φορᾶς ἐκλελυμένος καὶ κεκμηκώς, ἠκούσαμεν λόγον ἄπιστον ἅπασι πλὴν ἡμῶν τῶν θεασαμένων τὸ τέλος. ἔλεγε γὰρ Ἀρίων ὡς πάλαι μὲν ἐγνωκὼς ἐκ τῆς Ἰταλίας ἀπαίρειν, Περιάνδρου δὲ γράψαντος αὐτῷ προθυμότερος γενόμενος ὁλκάδος Κορινθίας παραφανείσης εὐθὺς ἐπιβὰς ἀναχθείη, μετρίῳ δὲ πνεύματι χρωμένων ἡμέρας τρεῖς αἴσθοιτο τοὺς ναύτας ἐπιβουλεύοντας ἀνελεῖν αὐτόν, εἶτα καὶ παρὰ τοῦ κυβερνήτου πύθοιτο κρύφα μηνύσαντος ὡς τῇ νυκτὶ τοῦτο δρᾶν αὐτοῖς εἴη δεδογμένον. ἔρημος οὖν ὢν βοηθείας καὶ ἀπορῶν ὁρμῇ τινι χρήσαιτο δαιμονίῳ τὸ μὲν σῶμα κοσμῆσαι καὶ λαβεῖν ἐντάφιον αὑπῷ τὸν [p. 395] ἐναγώνιον ἔτι ζῶν κόσμον, ἐξᾷσαι δὲ τὸν βίον 114 τελευτῶν καὶ μὴ γενέσθαι κατὰ τοῦτο τῶν κύκνων ἀγεννέστερος. ἐσκευασμένος οὖν καὶ προειπὼν ὅτι προθυμία τις αὐτὸν ἔχοι τῶν νόμων διελθεῖν τὸν Πυθικὸν ὑπὲρ σωτηρίας αὑτοῦ καὶ τῆς νεὼς καὶ τῶν ἐμπλεόντων, καταστὰς παρὰ τὸν τοῖχον ἐν πρύμνῃ καί τινα θεῶν πελαγίων ἀνάκλησιν προανακρουσάμενος ᾁδοι τὸν νόμον. καὶ ὅσον οὔπω μεσοῦντος αὐτοῦ καταδύοιτο μὲν ἥλιος εἰς τὴν θάλατταν, ἀναφαίνοιτο δ᾽ Πελοπόννησος. οὐκέτ᾽ οὖν τῶν ναυτῶν τὴν νύκτα περιμενόντων ἀλλὰ χωρούντων ἐπὶ τὸν φόνον, ἰδὼν ξίφη γεγυμνωμένα καὶ παρακαλυπτόμενον ἤδη τὸν κυβερνήτην, ἀναδραμὼν ῥίψειεν ἑαυτὸν ὡς δυνατὸν ἦν μάλιστα πόρρω τῆς ὁλκάδος. πρὶν δ᾽ ὅλον καταδῦναι τὸ σῶμα δελφίνων ὑποδραμόντων ἀναφέροιτο, μεστὸς ὢν ἀπορίας καὶ ἀγωνίας 115 καὶ ταραχῆς τὸ πρῶτον: ἐπεὶ δὲ ῥᾳστώνη τῆς ὀχήσεως ἦν, καὶ πολλοὺς ἑώρα ἀθροιζομένους περὶ αὐτὸν εὐμενῶς καὶ διαδεχομένους ὡς ἀναγκαῖον ἐν μέρει λειτούργημα καὶ προσῆκον πᾶσιν, δ᾽ ὁλκὰς ἀπολειφθεῖσα πόρρω τοῦ τάχους αἴσθησιν παρεῖχε, μήτε τοσοῦτον ἔφη δέους πρὸς θάνατον αὐτῷ μήτ᾽ ἐπιθυμίας τοῦ ζῆν ὅσον φιλοτιμίας ἐγγενέσθαι πρὸς τὴν σωτηρίαν, ὡς θεοφιλὴς ἀνὴρ φανείη καὶ λάβοι περὶ 116 θεῶν δόξαν βέβαιον. ἅμα δὲ καθορῶν τὸν οὐρανὸν ἀστέρων περίπλεων καὶ τὴν σελήνην ἀνίσχουσαν εὐφεγγῆ καὶ καθαράν, [p. 396] ἑστώσης δὲ 117 πάντῃ τῆς θαλάσσης ἀκύμονος ὥσπερ τρίβον ἀνασχιζόμενον 118 τῷ δρόμῳ, διανοεῖσθαι πρὸς αὑτὸν ὡς οὐκ ἔστιν εἷς τῆς Δίκης ὀφθαλμός, ἀλλὰ πᾶσι τούτοις ἐπισκοπεῖ κύκλῳ θεὸς τὰ πραττόμενα περὶ γῆν τε καὶ θάλατταν. τούτοις δὴ τοῖς λογισμοῖς ἔφη τὸ κάμνον αὐτῷ καὶ βαρυνόμενον ἢδη τοῦ σώματος ἀναφέρεσθαι, καὶ τέλος ἐπεὶ τῆς ἄκρας ἀπαντώσης ἀποτόμου καὶ ὑψηλῆς εὖ πως φυλαξάμενοι καὶ κάμψαντες ἐν χρῷ παρενήχοντο 119 τῆς γῆς ὥσπερ εἰς λιμένα σκάφος ἀσφαλῶς 120 κατάγοντες, παντάπασιν αἰσθέσθαι θεοῦ κυβερνήσει γεγονέναι τὴν κομιδήν. ‘ταῦθ᾽’ ,’ Γόργος ἔφητοῦ Ἀρίονος εἰπόντος ἠρόμην αὐτὸν ὅπου τὴν ναῦν οἴεται κατασχήσειν. δὲ πάντως μὲν εἰς Κόρινθον, πολὺ μέντοι καθυστερεῖν : αὐτὸν γὰρ ἑσπέρας ἐκπεσόντα πεντακοσίων οὐ μεῖον οἴεσθαι σταδίων δρόμον κομισθῆναι, καὶ γαλήνην εὐθὺς κατασχεῖνοὐ μὴν ἀλλ᾽ ἑαυτὸν Γόργος ἔφη πυθόμενον τοῦ τε ναυκλήρου τοὔνομα καὶ τοῦ κυβερνήτου καὶ τῆς νεὼς τὸ παράσημον ἐκπέμψαι πλοῖα, καὶ στρατιώτας ἐπὶ τὰς κατάρσεις παραφυλάξοντας: τὸν δ᾽ Ἀρίονα μετ᾽ αὐτοῦ κομίζειν ἀποκεκρυμμένον, ὅπως μὴ προαισθόμενοι τὴν σωτηρίαν διαφύγοιεν. ὄντως οὖν ἐοικέναι θείᾳ τύχῃ τὸ πρᾶγμα: παρεῖναι γὰρ αὐτοὺς ἅμα δεῦρο καὶ πυνθάνεσθαι τῆς νεὼς κεκρατημένης ὑπὸ τῶν στρατιωτῶν συνειλῆφθαι τοὺς ἐμπόρους καὶ ναύτας. [p. 397]


μὲν οὖν Περίανδρος ἐκέλευσεν εὐθὺς ἐξαναστάντα τὸν Γόργον εἰς φυλακὴν ἀποθέσθαι τοὺς ἄνδρας οἷ 121 μηδεὶς αὐτοῖς πρόσεισι μηδὲ φράσει τὸν Ἀρίονα σεσωσμένον: δ᾽ Αἴσωποςἀλλ᾽ ὑμεῖςἔφητοὺς ἐμοὺς χλευάζετε κολοιοὺς καὶ κόρακας εἰ διαλέγονται δελφῖνες δὲ τοιαῦτα νεανιεύονταιΚἀγὼ πρὸς αὐτὸνἄλλο τι λέγωμενἔφην Αἴσωπε: τούτῳ δὲ τῷ λόγῳ πιστευομένῳ καὶ γραφομένῳ παρ᾽ ἡμῖν πλέον χίλι᾽ ἔτη διαγέγονεν ἀπὸ 122 τῶν Ἰνοῦς καὶ Ἀθάμαντος χρόνων δὲ Σόλων ὑπολαβών ἀλλὰταῦτα μέν, Διόκλεις, ἐγγὺς θεῶν ἔστω καὶ ὑπὲρ ἡμᾶς ἀνθρώπινον δὲ καὶ πρὸς ἡμᾶς τὸ τοῦ Ἡσιόδου πάθος: ἀκήκοας γὰρ ἴσως τὸν λόγον.'’ ‘οὐκ ἔγωγ᾽εἶπον. 123ἀλλὰ μὴν ἄξιον πυθέσθαι. Μιλησίου γάρ, ὡς ἔοικεν, ἀνδρός, ξενίας ἐκοινώνει Ἡσίοδος καὶ διαίτης ἐν Λοκροῖς, τῇ τοῦ ξένου θυγατρὶ κρύφα συγγενομένου καὶ φωραθέντος ὑποψίαν ἔσχεν ὡς γνοὺς ἀπ᾽ ἀρχῆς καὶ συνεπικρύψας τὸ ἀδίκημα, μηδενὸς ὢν αἴτιος, ὀργῆς; 124 δὲ καιρῷ καὶ διαβολῆς περιπεσὼν ἀδίκως. ἀπέκτειναν γὰρ αὐτὸν οἱ τῆς παιδίσκης ἀδελφοὶ περὶ τὸ Λοκρικὸν Νέμειον ἐνεδρεύσαντες, καὶ μετ᾽ αὐτοῦ τὸν ἀκόλουθον, Τρωίλος ἦν ὄνομα. τῶν δὲ σωμάτων εἰς τὴν θάλασσαν ὠσθέντων τὸ μὲν τοῦ Τρωίλου, εἰς τὸν Δάφνον ποταμὸν 125 ἔξω φορούμενον, ἐπεσχέθη περικλύστῳ χοιράδι μικρὸν ὑπὲρ τὴν θάλασσαν ἀνεχούσῃ : καὶ μέχρι νῦν [p. 398] Τρωίλος χοιρὰς καλεῖται: τοῦ δ᾽ Ἡσιόδου τὸν νεκρὸν εὐθὺς ἀπὸ γῆς ὑπολαβοῦσα δελφίνων ἀγέλη πρὸς τὸ Ῥίον κατὰ τὴν Μολύκρειαν 126 ἐκόμιζε. ἐτύγχανε δὲ Λοκροῖς τῶν Ῥίων 127 καθεστῶσα θυσία καὶ πανήγυρις, ἣν ἄγουσιν ἔτι νῦν ἐπιφανῶς περὶ τὸν τόπον ἐκεῖνον: ὡς δ᾽ ὤφθη προσφερόμενον τὸ σῶμα , θαυμάσαντες ὡς εἰκὸς ἐπὶ τὴν ἀκτὴν κατέδραμον, καὶ γνωρίσαντες ἔτι πρόσφατον τὸν νεκρὸν ἅπαντα δεύτερα τοῦ ζητεῖν τὸν φόνον ἐποιοῦντο διὰ τὴν δόξαν τοῦ Ἡσιόδου. καὶ τοῦτο μὲν ταχέως ἔπραξαν, εὑρόντες τοὺς φονεῖς: αὐτούς τε γὰρ κατεπόντισαν ζῶντας καὶ τὴν οἰκίαν κατέσκαψαν. ἐτάφη δ᾽ Ἡσίοδος πρὸς τῷ Νεμείῳ: τὸν δὲ τάφον οἱ πολλοὶ τῶν ξένων οὐκ ἴσασιν, ἀλλ᾽ ἀποκέκρυπται ζητούμενος ὑπ᾽ Ὀρχομενίων, ὥς φασι, βουλομένων κατὰ χρησμὸν ἀνελέσθαι τὰ λείψανα καὶ θάψαι παρ᾽ αὑτοῖς. εἴπερ οὖν οὕτως ἔχουσιν οἰκείως καὶ φιλανθρώπως πρὸς τοὺς ἀποθανόντας, ἔτι μᾶλλον εἰκός ἐστι τοῖς ζῶσι βοηθεῖν, καὶ μάλιστα κηληθέντας αὐλοῖς τισι μέλεσι. τουτὶ γὰρ ἤδη πάντες ἴσμεν, ὅτι μουσικῇ τὰ ζῷα ταῦτα χαίρει καὶ διώκει, καὶ παρανήχεται τοῖς 128 ἐλαυνομένοις πρὸς ᾠδὴν καὶ αὐλὸν ἐν εὐδίᾳ χορείαις 129 τερπόμενα. χαίρει δὲ καὶ νήξεσι παίδων καὶ κολύμβοις ἁμιλλᾶται. διὸ καὶ νόμος ἀδείας ἄγραφός ἐστιν αὐτοῖς: θηρᾷ γὰρ οὐδεὶς οὔδε 130 λυμαίνεται, πλὴν ὅταν ἐν δικτύοις γενόμενοι [p. 399] κακουργῶσι περὶ τὴν ἄγραν , πληγαῖς κολάζονται καθάπερ παῖδες ἁμαρτάνοντες. μέμνημαι δὲ καὶ παρὰ Λεσβίων ἀνδρῶν ἀκούσας σωτηρίαν τινὸς κόρης ὑπὸ δελφῖνος ἐκ θαλάττης γενέσθαι: ἀλλ᾽ ἐγὼ μὲν οὐκ ἀκριβῶ τἄλλα, δὲ 131 Πιττακὸς ἐπεὶ γιγνώσκει, 132 δίκαιός ἐστι περὶ τούτων διελθεῖν.’


ἔφη τοίνυν Πιττακὸς ἔνδοξον εἶναι καὶ μνημονευόμενον ὑπὸ πολλῶν τὸν λόγον. χρησμοῦ γὰρ γενομένου τοῖς οἰκίζουσι Λέσβον, ὅταν ἕρματι πλέοντες προστύχωσιν καλεῖται Μεσόγειον, τότ᾽ ἐνταῦθα Ποσειδῶνι μὲν ταῦρον Ἀμφιτρίτῃ δὲ καὶ Νηρηίσι ζῶσαν καθεῖναι 133 παρθένον: ὄντων οὖν ἀρχηγετῶν ἑπτὰ καὶ βασιλέων, ὀγδόου δὲ τοῦ Ἐχελάου πυθοχρήστου τῆς ἀποικίας ἡγεμόνος, οὗτος μὲν ἠίθεος ἦν ἔτι, τῶν δ᾽ ἑπτὰ κληρουμένων, ὅσοις ἄγαμοι παῖδες ἦσαν, καταλαμβάνει θυγατέρα 134 Σμινθέως κλῆρος;. ἣν ἐσθῆτι καὶ χρυσῷ κοσμήσαντες ὡς ἐγένοντο κατὰ τὸν τόπον, ἔμελλον εὐξάμενοι καθήσειν. ἔτυχε δέ τις ἐρῶν αὐτῆς; τῶν συμπλεόντων, οὐκ ἀγεννὴς ὡς ἔοικε νεανίας, οὗ καὶ τοὔνομα διαμνημονεύουσιν Ἔναλον. οὗτος ἀμήχανόν τινα τοῦ βοηθεῖν τῇ παρθένῳ προθυμίαν ἐν τῷ τότε πάθει λαβὼν παρὰ τὸν καιρὸν ὥρμησε καὶ περιπλακεὶς ὁμοῦ συγκαθῆκεν ἑαυτὸν εἰς τὴν θάλατταν. εὐθὺς μὲν οὖν φήμη τις οὐκ ἔχουσα τὸ βέβαιον, ἄλλως δὲ πείθουσα πολλοὺς ἐν τῷ [p. 400] στρατοπέδῳ διηνέχθη περὶ σωτηρίας αὐτῶν καὶ κομιδῆς. ὑστέρῳ δὲ χρόνῳ τὸν Ἔναλόν φασιν ἐν Λέσβῳ φανῆναι καὶ λέγειν ὡς ὑπὸ δελφίνων φορητοὶ διὰ θαλάττης ἐκπέσοιεν ἀβλαβῶς εἰς τὴν ἤπειρον, ἔτι 135 δ᾽ ἄλλα θειότερα τούτων ἐκπλήττοντα καὶ κηλοῦντα τοὺς πολλοὺς διηγεῖσθαι , πάντων δὲ πίστιν ἔργῳ παρασχεῖν. κύματος γὰρ ἠλιβάτου περὶ τὴν νῆσον αἰρομένου καὶ τῶν ἀνθρώπων δεδιότων ἀπαντῆσαι, μόνον :' :' 136 θαλάττῃ ἕπεσθαι πολύποδας αὐτῷ πρὸς τὸ ἱερὸν τοῦ Ποσειδῶνος. ὧν τοῦ μεγίστου λίθον κομίζοντος λαβεῖν τὸν Ἔναλον καὶ ἀναθεῖναι, καὶ τοῦτον Ἔναλον καλοῦμεν. ‘καθόλου δ᾽εἰπεῖν, 137εἴ τις εἰδείη 138 διαφορὰν ἀδυνάτου καὶ ἀσυνήθους καὶ παραλόγου καὶ παραδόξου, μάλιστ᾽ ἄν, Χίλων, καὶ μήτε 139 πιστεύων ὡς ἔτυχε μήτ᾽ ἀπιστῶν τὸμηδὲν ἄγανὡς 140 σὺ προσέταξας διαφυλάττων.’ 141


μετὰ δὲ τοῦτον Ἀνάχαρσις εἶπεν ὅτι τοῦ Θαλέω καλῶς ὑπολαμβάνοντος ἐν πᾶσιν εἶναι τοῖς κυριωτάτοις μέρεσι τοῦ κόσμου καὶ μεγίστοις ψυχήν, οὐκ ἄξιόν ἐστι θαυμάζειν εἰ τὰ κάλλιστα περαίνεται θεοῦ γνώμῃ. ‘ ψυχῆς γὰρ ὄργανον τὸ σῶμα, θεοῦ δ᾽ ψυχή: καὶ καθάπερ σῶμα πολλὰς μὲν ἐξ αὑτοῦ κινήσεις ἔχει, τὰς δὲ πλείστας καὶ καλλίστας ὑπὸ ψυχῆς, οὕτως αὖ πάλιν ψυχὴ τὰ μὲν ὑφ᾽ ἑαυτῆς κινουμένη πράττει, τὰ δὲ τῷ θεῷ παρέχει χρωμένῳ [p. 401] κατευθύνειν καὶ τρέπειν αὐτὴν βούλοιτο , 142 πάντων ὀργάνων εὐτρεπέστατον οὖσα. δεινὸν γάρεἶπενεἰ πῦρ μὲν ὄργανόν ἐστι θεοῦ καὶ πνεῦμα καὶ ὕδωρ καὶ νέφη καὶ ὄμβροι, δι᾽ ὧν πολλὰ μὲν σῴζει τε καὶ τρέφει, πολλὰ δ᾽ ἀπόλλυσι καὶ ἀναιρεῖ, ζῴοις δὲ χρῆται πρὸς; οὐδὲν ἁπλῶς οὐδέπω τῶν ὑπ᾽ αὐτοῦ γιγνομένων. ἀλλὰ μᾶλλον εἰκὸς ἐξηρτημένα τῆς τοῦ θεοῦ δυνάμεως ὑπουργεῖν, καὶ συμπαθεῖν ταῖς τοῦ θεοῦ κινήσεσιν Σκύθαις τόξα λύραι δ᾽ Ἕλλησι καὶ αὐλοὶ συμπαθοῦσιν.’ ἐπὶ δὲ τούτοις ποιητὴς Χερσίας ἄλλων τε σωθέντων ἀνελπίστως ἐμέμνητο καὶ Κυψέλου τοῦ Περιάνδρου πατρός, ὃν οἱ πεμφθέντες ἀνελεῖν νεογνὸν ὄντα προσμειδιάσαντ᾽ 143 αὐτοῖς ἀπετράποντο: καὶ πάλιν μετανοήσαντες ἐζήτουν καὶ οὐχ εὗρον, εἰς κυψέλην ὑπὸ τῆς μητρὸς ἀποτεθέντα. διὸ καὶ τὸν οἶκον ἐν 144 Δελφοῖς κατεσκεύασεν Κύψελος, ὥσπερ 145 θεοῦ τότε τὸν κλαυθμυρισμὸν ἐπισχόντος, ὅπως διαλάθοι τοὺς ζητοῦντας.' Καὶ Πιττακὸς προσαγορεύσας τὸν Περίανδρονεὖ γ᾽ἔφηΠερίανδρε Χερσίας ἐποίησε μνησθεὶς τοῦ οἴκου: πολλάκις γὰρ ἐβουλόμην ἐρέσθαι σε τῶν βατράχων τὴν αἰτίαν ἐκείνων, τί βούλονται περὶ τὸν πυθμένα τοῦ φοίνικος ἐντετορευμένοι τοσοῦτοι, καί τίνα πρὸς τὸν θεὸν τὸν ἀναθέντα λόγον ἔχουσι. ’ Τοῦ δὲ Περιάνδρου τὸν Χερσίαν ἐρωτᾶν κελεύσαντος , εἰδέναι γὰρ ἐκεῖνον καὶ παρεῖναι τῷ Κυψέλῳ καθιεροῦντι τὸν οἶκον, 5 Χερσίας μειδιάσαςἀλλ᾽ [p. 402] οὐκ ἄνἔφηφράσαιμι πρότερον πυθέσθαι παρὰ τούτων τι βούλεται τὸμηδὲν ἄγαναὐτοῖς καὶ τὸγνῶθι σαυτόν,’ καὶ τοῦτο δὴ τὸ πολλοὺς μὲν ἀγάμους πολλοὺς δ᾽ ἀπίστους ἐνίους δὲ καὶ ἀφώνους πεποιηκὸςἐγγύα πάρα δ᾽ ἄτα.’ ’ ‘τί δ᾽εἶπεν Πιττακὸςἡμῶν δέῃ ταῦτα φραζόντων; πάλαι γὰρ Αἰσώπου λόγον εἰς ἕκαστον ὡς ἔοικε τούτων συντεθεικότος ἐπαινεῖς.’ Καὶ Αἴσωποςὅταν γε παίζῃ πρὸς ἐμὲ Χερσίαςεἶπεσπουδάζων δὲ τούτων Ὅμηρον εὑρετὴν ἀποδείκνυσι καί φησι τὸν μὲν Ἕκτορα γιγνώσκειν ἑαυτόν, τοῖς γὰρ ἄλλοις ἐπιτιθέμενος
Αἴαντος ἀλέεινε μάχην Τελαμωνιάδαο
146
τὸν δ᾽ Ὀδυσσέα τοῦμηδὲν ἄγανἐπαινέτην τῷ Διομήδει παρακελεύεσθαι
Τυδείδη, μήτ᾽ ἄρ᾽ με μάλ᾽ αἴνεε μήτε τι νείκει
147
τὴν δ᾽ ἐγγύην οἱ μὲν ἄλλοι λοιδορεῖν αὐτὸν ὡς πρᾶγμα δείλαιον καὶ μάταιον οἴονται λέγοντα
δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι,
148
Χερσίας δ᾽ οὑτοσί φησι τὴν Ἄτην ὑπὸ τοῦ Διὸς ῥιφῆναι τῇ ἐγγύῃ παραγιγνομένην ἣν ἐγγυησάμενος Ζεὺς ἐσφάλη περὶ τῆς τοῦ Ἡρακλέους γενέσεως.’ ὑπολαβὼν δ᾽ Σόλωνοὐκοῦνἔφηκαὶ τῷ σοφωτάτῳ πιστευτέον Ὁμήρῳ 149
νὺξ δ᾽ ἤδη τελέθει: ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.
σπείσαντες οὖν Μούσαις καὶ Ποσειδῶνι καὶ Ἀμφιτρίτῃ διαλύωμεν εἰ δοκεῖ τὸ συμπόσιον.’
τοῦτ᾽ ἔσχεν, Νίκαρχε, πέρας τότε συνουσία.
150

1 καὶ del. Hertlinus

2 Θαλῆν H: θάλητα

3 αὐτὸς del. H

4 ἐξέπεμψεν scripsi: ἔπεμψεν

5 αἴρας W: ἄγρας

6 ὀνωνίδας Doehnerus: ὄρνιθας

7 πολλῶν del. H

8 ἐπὶ] τοῖς ἐπὶ

9 ὧν W:

10 H

11 περὶ] πρὸς H

12 ὡς δὴ περιορῶν del. H

13 οὕτω W: οὕτως ζητοῦντες R: ζηλοῦντες

14 παρελθὼν idem: περιελθών

15 παραλαβόντας R: παραλαβόντα

16 ταῖς θύραις H: τὰς θύρας

17 ἀπὸ H: ὑπὸ

18 Κλεοβουλίνη W: κλεόβουλον

19 ἠνίξατο idem: ἤξατο

20 νεκρογόνοσαιμε] νεβρόγονός με G. Hermannus. Fort. ϝεκρὸς ὄνος με

21 κερασφόρῳ] fort. γερασφόρῳ ἔκρουσεν Hermannus: ἐκτικρουσε

22 ὑμῶν Meziriacus: ἡμῶν

23 εἰ δέοι H

24 πάντα del. R

25 ἐθελήσειεν ἂν?

26 θελήσοντος Pflugkius: θελήσαντος

27 περιβαλεῖν H: περιβάλλειν

28 δυσγενέστερος R: δυσγενέστατος

29 Ὅμηρος] ν 14

30 H: οὖν

31 ἑτοίμως W: ἕτοιμοι

32 μὴ W

33 ἀτρόποις scripsi: πρῶτος aut τρόποις

34 μὴ Stobaeus Floril XLVIII 47

35 δὲ] δ᾽ ?

36 αφιστάναι W: ἀφεστάναι

37 ἀκοῦον nescio quis: ἀκούειν

38 θεοῦ R: σοῦ

39 ὅτι ὅμοιον del. idem

40 ὡς]

41 ἀλλ᾽ ἀνοίμοιον W

42 τῷ - τὸ Patzigius: τὸ - τῷ

43 ἐν del. Herwerdenus

44 προσηκόντως R: προσηκόντως ὅτι

45 ταύτῷ idem: τούτῳ

46 ἀχνυμένην] Bergk. 2 p. 409

47 τὸ ante βλαβερώτατον add. H

48 ῤᾷστον H: ῥᾷστον εἰπεῖν

49 κατ᾽ αὐτὰς Madvigius

50 W

51 καλὸν ὡσπερ ἐστὶν R: ὥσπερ καλόν ἐστιν

52 ἀποφάσεις, τὰς οἰκείας H nescio unde: ἰδίας ἀποφάσεις

53 πολλοὶ Hauptius

54 Ληλάντου H: λαλάντου

55 προύβαλ᾽ μέν B. Muellerus: προύβαλε μέν

56 ἔφη Stobaeus Floril. XLIII 131

57 κακία (κακίᾳ Pflugkius) δὲ Stobaeus: καὶ κακία

58 δὲ] δ᾽ ?

59 μετατραπεὶς] μετὰ τούτους W. Malim μετὰ τοὺον

60 τοῦτον - εἶπεν Stobaeus Floril. LXXX

61 οὕτως σόλων ἄριστον

62 μηδενὸς δεόμενος Stobaeus

63 οὐ δεῖ Madvigius: οὐδὲ

64 Bergk. 2 p. 50

65 παρὰ Διβουτάδῃ Δελφῷ Madvigius

66 λέγω W: λέγων

67 ποιήσαιτο idem: ποιήσαι

68 κρητε̂ρος H: κρατῆρος

69 Ἡσίοδος] OD 742

70 γε R: τε

71 ἐνδεῖν δαιτρόν scripsi: ἔνδεινον

72 Ὅμηρος] Δ 262

73 αἴας] λείας Hauptius

74 περὶ W

75 Αἰσώπειος scripsi: αἰσώπιος

76 τῳ scripsi: τῷ

77 Bergk. 3 p. 673

78 Μυτιλάνας scripsi: μιτυλάνας

79 Ἡσιόδου] OD 41

80 ζητεῖν scripsi: ζητεῖν

81 ἂν Pflugkius: ἐν

82 Ἡσιόδῳ] OD 45

83 μὲν H ex. 1. 1.

84 δεήσειε idem

85 ὢν W: ὡς

86 καθίσεως] Hesiod. OD 750

87 Ἡσιόδου] OD 203

88 σοι addidi

89 τροφῆς ἀναίρεσις supplevi

90 εἴ γε Xylander: εἴ τε

91 δὲ Meziriacus

92 μὲν idem: δὲ

93 ἐσται R: ἐστι

94 ἔστιν H: ἔστιν εὑρεῖν

95 τὸ τούτων R: ταύτης τὸ

96 ἀνατεμόντες Winckelmannus: ἀνατέμνοντες

97 εἶτ᾽ αὐτὰ] fort. εὖτα τὰ ἐντερα (vel τὰ ἔγκατα

98 οὐδεὶς R

99 τέλειος R: τελειοῖ

100 μυλῶνι scripsi: μύλωνι

101 τροφῆς Amiotus: ψυχῆς

102 καὶ Δήμητρι H: αἳ δήμητρι

103 θύωμεν H: θύων ἔτι

104 οὐκ] prius οὐδ᾽ idem

105 ἀπόθεστος W: ἀπόθετος

106 καὶ διαιτᾶν Duebnerus: δίαιταν

107 γε R: τε

108 ταῦτα Pflugkius: τοσαῦτα

109 Homer E 341

110 malim ἀπάξων

111 προσβάλλειν ἔμελλε R: προσέμελλε

112 συναγαγόντες W: συνάγοντες

113 ἐχρῆτο R: ἐχρήσατο

114 τὸν βίον R: τῷ βίῳ

115 ἀγωνίας H: ἀγνοίας

116 περὶ] παρὰ R

117 δὲ] τε H

118 ἀνασχιζομένην Duebnerus

119 παρενήχοντο W: γὰρ ἐνήχοντο

120 ἀσφαλῶς R: ἀσφαλὲς post κατάγοντες lacunae signa dedit H

121 οἷ scripsi: οὗ

122 ἀπὸ R: καὶ ἀπὸ

123 εἶπον R: εἶπεν

124 ὀργῇ δ᾽ ἀκαίρῳ H

125 εἰς τὸν Δάφνον ποταμὸν del. H

126 κατὰ τὴν Μολύκρειαν scripsi cum Palmerio: καψ̀ τὴν μολύκριαν

127 Ῥιείων R

128 τοῖς] πλοίοις Pflugkius, sed ἐλαυνομένοις h. l. fere = πλέουσι

129 χορείαις W: πορείαις

130 οὐδὲ H: οὔτε

131 ἀλλ́ ἐγὼ μὲν - δὲ scripsi: λεγόμενον ἀκριβῶς ἀλλ᾽

132 ἐπεὶ γιγνώσκει W: ἐπιγιγώσκει

133 καθεῖναι H: καθιέναι

134 θυγατέρα (aut μητέρα)] τὴν?

135 ἔτι H: ἔστι

136 lacunam signavit W. Fort. supplenda: μόνῳ θαρρήσαντι τῷ Ἐνάλω προσελθεῖν τῇ θαλάττῃ

137 δ᾽ εἰπεῖν H: δὲ εἶπεν

138 εἰδείη Pflugkius: εἶδεν

139 καὶ μήτε] μήτε W

140 ὡς] H

141 διαφυλάττων] διαφυλάττοι W

142 βούλεται H

143 προσμειδιάσαντα R: προσομιλήσαντ

144 ἐν] τὸν ἐν H

145 ὥσπερ w(s tou= id.

146 Homer. Λ 542

147 K 249

148 θ 351

149 Ὁμήρῳ] H 282. 293

150 τοῦτ᾽] τοιοῦτο R

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: