Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ πάλαι σοι συνήλγησα καὶ συνηχθέσθην, Ἀπολλώνιε, ἀκούσας περὶ τῆς τοῦ προσφιλεστάτου πᾶσιν ἡμῖν υἱοῦ σου προώρου μεταλλαγῆς τοῦ βίου, νεανίσκου κοσμίου πάνυ καὶ σώφρονος; καὶ διαφερόντως τά τε πρὸς θεοὺς καὶ τὰ πρὸς γονεῖς 1 καὶ φίλους ὅσια καὶ δίκαια διαφυλάξαντος. τότε μὲν οὖν ὑπὸ τὸν τῆς τελευτῆς καιρὸν ἐντυγχάνειν σοι καὶ παρακαλεῖν ἀνθρωπίνως φέρειν τὸ συμβεβηκὸς ἀνοίκειον ἦν, παρειμένον τό τε σῶμα καὶ τὴν ψυχὴν ὑπὸ τῆς,: παραλόγου συμφορᾶς, καὶ συμπαθεῖν δ᾽ ἦν 10 ἀναγκαῖον οὐδὲ γὰρ οἱ βέλτιστοι τῶν ἰατρῶν πρὸς τὰς ἀθρόας τῶν ῥευμάτων ἐπιφορὰς εὐθὺς: προσφέρουσι τὰς διὰ τῶν φαρμάκων βοηθείας, ἀλλ᾽ ἐῶσι τὸ βαρῦνον τῆς φλεγμονῆς δίχα τῆς τῶν ἔξωθεν περιχρίστων ἐπιθέσεως αὐτὸ δι᾽ αὑτοῦ λαβεῖν πέψιν.


ἐπεὶ δὲ νῦν 2 καὶ χρόνος πάντα πεπαίνειν εἰωθὼς ἐγγέγονε τῇ συμφορᾷ καὶ περὶ σὲ διάθεσις ἀπαιτεῖν ἔοικε τὴν παρὰ τῶν φίλων βοήθειαν, καλῶς [p. 249] ἔχειν ὑπέλαβον τῶν παραμυθητικῶν σοι μεταδοῦναι λόγων πρὸς ἄνεσιν τῆς λύπης καὶ παῦλαν τῶν πενθικῶν καὶ ματαίων ὀδυρμῶν.
ψυχῆς 3 γὰρ νοσούσης εἰσὶν ἰατροὶ λόγοι,
ὅταν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ.
κατὰ γὰρ τὸν σοφὸν Εὐριπίδην 4
ἄλλο δὲ γ᾽ ἐπ᾽ ἄλλῃ φάρμακον κεῖται νόσῳ:
λυπουμένῳ μὲν μῦθος εὐμενὴς φίλων,
ἄγαν δὲ μωραίνοντι νουθετήματα
πολλῶν γὰρ ὄντων ψυχικῶν παθῶν, λύπη τὸ χαλεπώτατον πέφυκεν εἶναι πάντων: ‘ διὰ λύπην γάρφασὶκαὶ μανίαν γίγνεσθαι πολλοῖς5 6
καὶ νοσήματ᾽ οὐκ ἰάσιμα,
αὑτούς τ᾽ ἀνῃρήκασι διὰ λύπην τινές


τὸ μὲν οὖν ἀλγεῖν καὶ δάκνεσθαι τελευτήσαντος υἱοῦ φυσικὴν ἔχει τὴν ἀρχὴν τῆς λύπης, καὶ οὐκ ἐφ᾽ ἡμῖν. οὐ γὰρ ἔγωγε συμφέρομαι τοῖς ὑμνοῦσι τὴν ἄγριον καὶ σκληρὰν ἀπάθειαν, ἔξω καὶ τοῦ δυνατοῦ καὶ τοῦ συμφέροντος οὖσαν: ἀφαιρὴσεται γὰρ ἡμῶν αὕτη τὴν ἐκ τοῦ φιλεῖσθαι καὶ φιλεῖν εὔνοιαν, ἣν παντὸς μᾶλλον διασῴζειν ἀναγκαῖον. τὸ δὲ πέρα τοῦ μετρίου 7 παρεκφέρεσθαι χαὶ συναύξειν τὰ πένθη παρὰ φύσιν εἶναί φημι καὶ ὑπὸ τῆς ἐν ἡμῖν φαύλης γίγνεσθαι δόξης. διὸ καὶ τοῦτο μὲν ἐατέον ὡς βλαβερὸν καὶ φαῦλον καὶ σπουδαίοις ἀνδράσιν ἣκιστα πρέπον, τὴν δὲ μετριοπάθειαν οὐκ [p. 250] ἀποδοκιμαστέον. ‘μὴ γὰρ νοσοῖμενφησὶν ἀκαδημαϊκὸς Κράντωρ, 8νοσήσασι δὲ παρείη τις αἴσθησις, εἴτ᾽ οὖν τέμνοιτό τι τῶν ἡμετέρων εἴτ᾽ ἀποσπῷτο. τὸ γὰρ ἀνώδυνον τοῦτ᾽ οὐκ ἄνευ μεγάλων ἐγγίγνεται μισθῶν τῷ ἀνθρώπῳ : τεθηριῶσθαι γὰρ εἰκὸς ἐκεῖ μὲν σῶμα τοιοῦτον 9 ἐνταῦθα δὲ ψυχήν.’


%2οὔτ᾽ οὖν ἀπαθεῖς ἐπὶ τῶν τοιούτων συμφορῶν λόγος ἀξιοῖ γίγνεσθαι τοὺς εὖ φρονοῦντας οὔτε δυσπαθεῖς: τὸ μὲν γὰρ ἄτεγκτον καὶ θηριῶδες, τὸ δ᾽ ἐκλελυμένον καὶ γυναικοπρεπές. εὐλόγιστος δ᾽ τὸν οἰκεῖον ὅρον ἔχων καὶ δυνάμενος φέρειν δεξιῶς τά τε προσηνῆ καὶ τὰ λυπηρὰ τῶν ἐν τῷ βίῳ συμβαινόντων, καὶ προειληφὼς ὅτι καθάπερ ἐν δημοκρατίᾳ κλῆρός ἐστι τῶν ἀρχῶν καὶ δεῖ λαχόντα μὲν ἄρχειν ἀπολαχόντα δὲ φέρειν ἀνεπαχθῶς τὴν τύχην, οὕτω καὶ τῇ διανομῇ τῶν πραγμάτων ἀνεγκλήτως καὶ πειθηνίως ἕπεσθαι. τοῦτο γὰρ οἱ μὴ δυνὰμενοι ποιεῖν οὐδὲ τὰς εὐπραγίας ἂν ἐμφρόνως φέρειν δύναιντο καὶ μετρίως. τῶν μὲν γὰρ καλῶς λεγομὲνων ἐστὶν ἐν ὑποθήκης μέρει καὶ τοῦτο
μηδ᾽ εὐτύχημα μηδὲν ὧδ᾽ ἔστω μέγα,
10 ς1 ἐξεπαρεῖ μεῖζον χρεὼν φρονεῖν,
μηδ᾽ ἄν τι συμβῇ δυσχερές, δουλοῦ πάλιν,
ἀλλ᾽ αὑτὸς αἰεὶ μίμνε, τὴν σαυτοῦ φύσιν
σῴζων βεβαίως, ὥστε χρυσὸς ἐν πυρὶ
πεπαιδευμένων δ᾽ ἐστὶ καὶ σωφρόνων ἀνδρῶν πρὸς τε τὰς δοκούσας εὐτυχίας τὸν αὐτὸν εἶναι, καὶ πρὸς [p. 251] τὰς ἀτυχίας φυλάξαι γενναίως τὸ πρέπον. τῆς γὰρ εὐλογιστίας ἔργον ἐστὶν φυλάξασθαι τὸ κακὸν ἐπιφερόμενον διορθώσασθαι γενόμενον συστεῖλαι πρὸς τὸ βραχύτατον παρασκευάζειν αὑτῷ 11 τὴν ὑπομονὴν ἄρρενα καὶ γενναίαν. καὶ γὰρ περὶ τἀγαθὸν φρόνησις πραγματεύεται τετραχῶς, κτωμένη τἀγαθὰ φυλάττουσα αὔξουσα χρωμένη δεξιῶς οὗτοι τῆς φρονήσεως καὶ τῶν ἄλλων ἀρετῶν εἰσι κανόνες, οἷς πρὸς ἀμφότερα χρηστέον.
οὐκ ἔστιν γὰρ ὅστις πάντ᾽ ἀνὴρ εὐδαιμονεῖ
12
καὶ νὴ Δία:
τό τοι χρεὼν οὐκ ἔστι μὴ χρεὼν ποιεῖν
13


ὥσπερ γὰρ ἐν φυτοῖς ποτὲ μὲν πολυκαρπίαι γίγνονται ποτὲ δ᾽ ἀκαρπίαι, καὶ ἐν ζῴοις ποτὲ μὲν πολυγονίαι ποτὲ δὲ καὶ 14 ἀγονίαι, καὶ ἐν θαλάττῃ εὐδίαι τε καὶ χειμῶνες, οὕτω καὶ ἐν βίῳ πολλαὶ καὶ ποικίλαι περιστάσεις γιγνόμεναι πρὸς τὰς ἐναντίας περιάγουσι τοὺς ἀνθρώπους τύχας. εἰς ἃς διαβλέψας ἄν τις οὐκ ἀπεικότως εἴποι
οὐκ ἐπὶ πᾶσὶν ς1 ἐφύτευς1 ἀγαθοῖς, 15
Ἀγάμεμνον, Ἀτρεύς.
δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι:
θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς,
τὰ θεῶν οὕτω βουλόμεν᾽ 16 ἔσται
καὶ τὸ ὑπὸ Μενάνδρου 17 ῥηθὲν
εἰ γὰρ ἐγένου σύ, τρόφιμε, τῶν πάντων μόνος, 4 αὑτῷ Η: αὑτῷ 10 ναυξκ. π. 447 12 ιδ. π. 697 [p. 252]
ὅτ᾽ ἔτικτεν μήτηρ ς1, ἐφ᾽ τε 18 διατελεῖν
πράσσων βούλει καὶ διευτυχῶν ἀεί,
καὶ τοῦτο τῶν θεῶν τις ὡμολόγησέ σοι,
ὀρθῶς ἀγανακτεῖς: ἔστι γάρ σ᾽ 19 ἐψευσμένος,
ἄτοπόν τε πεποίηκ᾽ εἰ δ᾽ ἐπὶ τοῖς αὐτοῖς νόμοις
ἐφ᾽ οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα
τὸν κοινόν, ἵνα σοι καὶ τραγικώτερον λαλῶ,
οἰστέον ἄμεινον ταῦτα καὶ λογιστέον.
τὸ δὲ κεφάλαιον τῶν λόγων, ἄνθρωπος εἶ ,
οὗ μεταβολὴν θᾶττον πρὸς ὕψος καὶ πάλιν
ταπεινότητα ζῷον οὐδὲν λαμβάνει.
καὶ μάλα δικαίως: ἀσθενέστατον γὰρ ὂν
φύσει μεγίστοις οἰκονομεῖται πράγμασιν,
ὅταν πέσῃ δέ, πλεῖστα συντρίβει καλά.
σὺ δ᾽οὔθ᾽ ὑπερβάλλοντα τρόφιμ᾽ ἀπώλεσας
ἀγαθά, τὰ νυνὶ 20 τ᾽ 21 ἐστὶ μέτριά σοι κακά.
ὥστ᾽ ἀνὰ μέσον που καὶ τὸ λοιπὸν ὂν 22 φέρε.
ἀλλ᾽ ὅμως τοιούτων ὄντων τῶν πραγμάτων ἔνιοι διὰ τὴν ἀφροσύνην οὕτως εἰσὶν ἀβέλτεροι καὶ κεναυχεῖς, ὥστε μικρὸν ἐπαρθέντες διὰ χρημάτων περιουσίαν ἄφθονον διὰ μέγεθος ἀρχῆς διά τινας προεδρίας πολιτικὰς διὰ τιμὰς καὶ δόξας ἐπαπειλεῖν τοῖς ἥττοσι καὶ ἐξυβρίζειν, οὐκ ἐνθυμούμενοι τὸ τῆς: τύχης ἄστατον καὶ ἀβέβαιον, οὐδ᾽ ὅτι ῥᾳδίως τὰ ὑψηλὰ γίγνεται ταπεινὰ καὶ τὰ χθαμαλὰ πάλιν ὑψοῦται ταῖς ὀξυρρόποις μεθιστάμενα τῆς τύχης μεταβολαῖς. [p. 253] ζητεῖν οὖν ἐν ἀβεβαίοις βέβαιόν τι λογιζομένων ἐστὶ περὶ τῶν πραγμάτων οὐκ ὀρθῶς
τροχοῦ γὰρ περιστείχοντος ἄλλοθ᾽ ἡτέρα
23 ἁψὶς ὕπερθε γίγνετ᾽ ἄλλοθ᾽ ἡτέρα.


κράτιστον δὴ πρὸς ἀλυπίαν φάρμακον λόγος καὶ διὰ τούτου παρασκευὴ πρὸς πάσας τοῦ βίου τὰς μεταβολάς. χρὴ γὰρ οὐ μόνον ἑαυτὸν εἰδέναι θνητὸν ὄντα τὴν φύσιν, ἀλλὰ καὶ ὅτι θνητῷ σύγκληρὸς ἐστι βίῳ καὶ πράγμασι ῥᾳδίως: μεθισταμένοις πρὸς τοὐναντίον. ἀνθρώπων γὰρ ὄντως θνητὰ μὲν καὶ ἐφήμερα τὰ σώματα, θνηταὶ δὲ τύχαι καὶ πάθη καὶ πάνθ᾽ ἁπλῶς; τὰ κατὰ τὸν βίον, ἅπερ
οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ᾽ ὑπαλύξαι
24
τὸ παράπαν ἀλλὰ
Ταρτάρου πυθμὴν πιέζει ς1 ἀφανοῦς σφυρηλάτοις
25 ἀνάγκαις
ὥς φησι Πίνδαρος. ὅθεν ὀρθῶς Φαληρεὺς Δημήτριος εἰπόντος Εὐριπίδου 26
δ᾽ ὄλβος οὐ βέβαιος ἀλλ᾽ ἐφήμερος
καὶ ὅτι
μίκρ᾽ ἄττα 27 τὰ σφάλλοντα, καὶ μί᾽ ἡμέρα
τὰ μὲν καθεῖλεν ὑψόθεν τὰ δ᾽ ἦρ᾽ ἄνω
τὰ μὲν ἄλλα καλῶς ἔφη λέγειν αὐτόν, ‘βέλτιον δ᾽ ἄν ἔχου ἦν, 28 εἰ μὴ μίαν ἡμέραν ἀλλὰ στιγμὴν εἶπε χρόνου[p. 254]
κύκλος γὰρ αὑτὸς καρπίμοις τε γῆς φυτοῖς
29 γένει βροτῶν τε. τοῖς μὲν αὔξεται βίος,
τῶν δὲ φθίνει τε κἀκθερίζεται πάλιν.
δὲ Πίνδαρος 30 ἐν ἄλλοις
τί δέ τις; τί δ᾽ οὔ τις; σκιᾶς ὄναρ
ἄνθρωπος
ἐμφαντικῶς σφόδρα καὶ φιλοτέχνως ὑπερβολῇ χρησάμενος τὸν τῶν ἀνθρώπων βίον ἐδήλωσε. τί γὰρ σκιᾶς ἀσθενέστερον; τὸ δὲ ταύτης ὄναρ οὐδ᾽ ἂν ἐκφράσαι τις ἕτερος δυνηθείη σαφῶς. τούτοις δ᾽ ἑπόμενος καὶ Κράντωρ 31 παραμυθούμενος ἐπὶ τῇ τῶν τέκνων τελευτῇ τὸν Ἱπποκλέα φησὶταῦτα γὰρ πᾶσα αὕτη ἀρχαία φιλοσοφία λέγει τε καὶ παρακελεύεται. ὧν εἰ δή τι ἄλλο μὴ ἀποδεχόμεθα, τό γε πολλαχῆ εἶναι ἐργώδη καὶ δύσκολον τὸν βίον ἄγαν ἀληθές. καὶ γὰρ εἰ μὴ φύσει τοῦτον ἔχει τὸν τρόπον, ὑπὸ γ᾽ ἡμῶν εἰς τοῦτ᾽ ἀφῖκται διαφθορᾶς. τ᾽ ἄδηλος αὕτη τύχη πόρρωθεν ἡμῖν καὶ ἔτ᾽ἀπ᾽ ἀρχῆς ἠκολούθηκεν οὐδ᾽ ἐφ᾽ ἑνὶ ὑγιεῖ, φυομένοις τε μίγνυταί τις ἐν πᾶσι κακοῦ μοῖρα: τὰ γάρ τοι σπέρματα εὐθὺς θνητὰ ὄνταταύτης κοινωνεῖ τῆς αἰτίας, ἐξἧσἀφυΐα μὲν ψυχῆς, νόσοι δὲ 32 καὶ κήδεα καὶ μοῖρα θνητῶν ἐκεῖθεν ἡμῖν ἕρπει.'’ Τοῦ δὴ χάριν ἐτραπόμεθα δεῦρο; ἵν᾽ εἰδείημεν ὅτι καινὸν ἀτυχεῖν οὐδὲν 33 ἀνθρώπῳ ἀλλὰ πάντες ταὐτὸ πεπόνθαμεν. ‘ἄσκοπος γὰρ τύχηφησὶν Θεόφραστος [p. 255]καὶ δεινὴ παρελέσθαι τὰ προπεπονημένα καὶ μεταρρῖψαι τὴν δοκοῦσαν εὐημερίαν, οὐδένα καιρὸν ἔχουσα τακτόνταῦτα δὲ καὶ ἄλλα τοιαῦτα καὶ καθ᾽ ἑαυτὸν ἑκάστῳ λογίσασθαι ῥᾴδιον, καὶ ἄλλων ἀκοῦσαι παλαιῶν καὶ σοφῶν ἀνδρῶν: ὧνπρῶτος μέν ἐστιν θεῖος Ὅμηρος, εἰπών
οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.
οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
ὄφρ᾽ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατ᾽ ὀρώρῃ
ἀλλ᾽ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι, 34
καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ
καὶ
τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων,
35 οἷον ἐπ᾽ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε
καὶ ἐν ἄλλοις
Τυδείδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις;
36 οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν.
φύλλα τὰ μὲν τ᾽ ἄνεμος χαμάδις χέει, ἄλλα δέ
θ̓ ὕλη
τηλεθόωσα φύει, ἔαροσδ᾽ ἐπιγίγνεται ὥρη
ὣς ἀνδρῶν γενεὴ μὲν φύει δ᾽ ἀπολήγει
ταύτῃ δ᾽ ὅτι καλῶς ἐχρήσατο τῇ εἰκόνι τοῦ ἀνθρωπείου βίου δῆλον ἐξ ὧν ἐν ἄλλῳ τόπῳ φησὶν οὕτω
βροτῶν ἕνεκα πτολεμίζω 37 38
δειλῶν, οἳ φύλλοισιν ἐοικότες, ἄλλοτε μέν τε
ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες:,
ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι, οὐδέ τις ἀλκὴ
[p. 256] Σιμωνίδης δ᾽ τῶν μελῶν ποιητής, Παυσανίου τοῦ βασιλέως τῶν Λακεδαιμονίων μεγαλαυχουμένου συνεχῶς ἐπὶ ταῖς αὑτοῦ πράξεσι καὶ κελεύοντος ἀπαγγεῖλαὶ τι αὐτῷ σοφὸν μετὰ χλευασμοῦ, συνεὶς αὐτοῦ τὴν ὑπερηφανίαν συνεβούλευε μεμνῆσθαι ὅτι ἄνθρωπός πός ἐστι: Φίλιππος δ᾽ τῶν Μακεδόνων βασιλεὺς τριῶν αὐτῷ προσαγγελθέντων εὐτυχημάτων ὑφ᾽ καιρόν, πρώτου μὲν ὅτι τεθρίππῳ νενίκηκεν Ὀλύμπια, δευτέρου δ᾽ ὅτι Παρμενίων στρατηγὸς μάχῃ Δαρδανεῖς ἐνίκησε, τρίτου δ᾽ ὅτι ἄρρεν αὐτῷ παιδίον ἐκύησεν Ὀλυμπιάς, ἀνατείνας εἰς τὸν οὐρανὸν τὰς χεῖρας δαῖμονεἶπε, ‘μέτριόν τι τούτοις ἀντίθες ἐλάττωμα,’ εἰδὼς ὅτι τοῖς μεγάλοις εὐτυχήμασι φθονεῖν πέφυκεν τύχη. Θηραμένης δ᾽ὁ γενόμενος Ἀθήνησι τῶν τριάκοντα τυράννων, συμπεσούσης τῆς οἰκίας ἐν μετὰ πλειόνων ἐδείπνει, μόνος σωθεὶς καὶ πρὸς πάντων εὐδαιμονιζόμενος, ἀναφωνήσας μεγάλῃ τῇ φωνῇ τύχηεἶπεν, ‘εἰς τίνα με καιρὸν ἄρα φυλάττεις;μετ᾽ οὐ πολὺν δὲ χρόνον καταστρεβλωθεὶς ὑπὸ τῶν συντυράννων ἐτελεύτησεν.


ὑπερφυῶς δὲ φαίνεται περὶ τὴν παραμυθίαν ποιητὴς εὐδοκιμεῖν, ποιήσας τὸν Ἀχιλλέα λέγοντα πρὸς τὸν Πρίαμον ἥκοντα ἐπὶ λύτρα τοῦ Ἕκτορος ταυτί
ἀλλ᾽ ἄγε δὴ κατ᾽ ἄρ᾽ ἕζευ ἐπὶ θρόνου, ἄλγεα
δ᾽ ἔμπης
ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ
οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο. 39 [p. 257]
ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι,
ζώειν ἀχνυμένοις: αὐτοὶ δὲ τ᾽ ἀκηδέες εἰσί.
δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
δώρων οἷα δίδωσι, κακῶν, ἕτερος δὲ ἐάων.
μὲν κ᾽ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,
ἄλλοτε μέν τε κακῷ γε κύρεται ἄλλοτε δ᾽
ἐσθλῷ:
δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε
καὶ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,
φοιτᾷ δ᾽ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.
δὲ μετὰ τοῦτον καὶ τῇ δόξῃ καὶ τῷ χρόνῳ, καίτοι τῶν Μουσῶν ἀναγορεύων ἑαυτὸν μαθητὴν Ἡσίοδος, καὶ οὗτος ἐν πίθῳ καθείρξας τὰ κακά, τὴν Πανδώραν: ραν ἀνοίξασαν ἀποφαίνει σκεδάσαι τὸ πλῆθος ἐπὶ πᾶσαν γῆν καὶ θάλατταν, λέγων ὧδε
ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμ᾽ ἀφελοῦσα 40
ἐσκέδας1 ἀνθρώποισι δὲ μήσατο κήδεα λυγρά.
μούνη δ᾽ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν
ἔνδον ἔμεινε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε
ἐξέπτη: πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο.
ἄλλα δὲ μυρία λυγρὰ κατ᾽ ἀνθρώπους ἀλάληται.
πλείη μὲν γὰρ γαῖα κακῶν,
πλείη; δὲ θάλασσα.
νοῦσοι δ᾽ ἀνθρώποισιν ἐφ᾽ ἡμέρῃ αἱ δ᾽ ἐπὶ νυκτὶ
αὐτόματοι φοιτῶσι, κακὰ θνητοῖσι φέρουσαι
σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.


Ἀπηρτημένως δὲ τούτοις κωμικὸς 41 ἐπὶ τῶν δυσπαθούντων ἐπὶ ταῖς τοιαύταις συμφοραῖς ταυτὶ λέγει [p. 258]
εἰ τὰ δάκρυ᾽ ἡμῖν τῶν κακῶν ἦν φάρμακον,
ἀεὶ 42 θ᾽ κλαύσας τοῦ πονεῖν ἐπαύετο,
ἠλλαττόμεσθ᾽ ἂν δάκρυα , δόντες χρυσίον.
νῦν δ᾽ οὐ προσέχει τὰ πράγματ᾽ οὐδ᾽ ἀποβλέπει
εἰς ταῦτα, δέσποτ᾽, ἀλλὰ τὴν αὐτὴν ὁδόν,
ἐάν τε κλάῃς ἄν τε μή, πορεύεται.
τί οὖν ποιεῖς: πλέον; 43 οὐδέν: λύπη δ᾽ ἔχει
ὥσπερ τὰ δένδρα τοῦτο καρπὸν τὸ δάκρυον. 44
δὲ παραμυθούμενος τὴν Δανάην δυσπαθοῦσαν Δίκτυς φησὶ
δοχεῖς τὸν Ἅιδην σῶν τι φροντίζειν γόων
45 καὶ παῖδ᾽ ἀνήσειν τὸν σόν, εἰ θέλοις στένειν;
παῦσαι: βλέπουσα δ᾽ εἰς τὰ τῶν πέλας κακὰ
ῥᾴων γένοι᾽ ἄν, εἰ λογίζεσθαι θέλοις
ὅσοι τε δεσμοῖς ἐμμεμόχλευνται 46 βροτῶν,
ὅσοι τε γηράσκουσιν ὀρφανοί τέκνων,
τοὺς τ᾽ ἐκ μέγιστον 47 ὀλβίας τυραννίδος
τὸ μηδὲν ὄντας, ταῦτά σε σκοπεῖν χρεών.
κελεύει γὰρ αὐτὴν ἐνθυμεῖσθαι τὰ τῶν ἴσα καὶ μείζω δυστυχούντων, ὡς ἐσομένην ἐλαφροτέραν.


ἐνταῦθα γὰρ ἄν τις ἑλκύσειε καὶ τὴν τοῦ Σωκράτους φωνήν, τὴν οἰομένην, εἰ συνεισενέγκαιμεν εἰς τὸ κοινὸν τὰς ἀτυχίας, ὥστε διελέσθαι τὸ ἴσον ἕκαστον, ἀσμένως ἂν τοὺς πλείους τὰς αὑτῶν λαβόντας ἀπελθεῖν. ἐχρήσατο δὲ τῇ τοιαύτῃ ἀγωγῇ [p. 259] καὶ Ἀντίμαχος ποιητής. ἀποθανούσης γὰρ τῆς γυναικὸς αὐτῷ Λύδης, πρὸς ἣν φιλοστόργως εἶχε, παραμύθιον τῆς λύπης αὑτῷ ἐποίησε τὴν ἐλεγείαν τὴν καλουμένην Λύδην, ἐξαριθμησάμενος τὰς ἡρωικὰς συμφοράς, τοῖς ἀλλοτρίοις κακοῖς ἐλάττω τὴν ἑαυτοῦ ποιῶν λύπην. ὥστε καταφανὲς εἶναι ὅτι παραμυθούμενος τὸν λελυπημένον καὶ δεικνύων κοινὸν καὶ πολλῶν τὸ συμβεβηκὸς καὶ τῶν καὶ ἑτέροις συμβεβηκότων ἔλαττον 48 τὴν δόξαν τοῦ λελυπημένου μεθίστησι καὶ τοιαύτην τινὰ ποιεῖ πίστιν αὐτῷ, ὅτι ἔλαττον ἡλίκον ᾤετο τὸ συμβεβηκός ἐστιν.


δ᾽ Αἰσχύλος 49 καλῶς ἔοικεν ἐπιπλήττειν τοῖς νομίζουσι τὸν θάνατον εἶναι κακόν, λέγων ὧδε
ὡς οὐ δικαίως θάνατον ἔχθουσιν βροτοί,
ὅσπερ μέγιστον ῥῦμα τῶν πολλῶν κακῶν
τοῦτον γὰρ ἀπεμιμήσατο καὶ εἰπών
θάνατε παιὰν ἰατρὸς μόλοις
50

λιμὴνγὰρ ὄντωςἈίδας ἀν᾽ αἶαν᾽. μέγα γάρἐστι τὸ μετὰ πείσματος τεθαρρηκότος εἰπεῖν

τίς δ᾽ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν;
51
καὶ
Ἅιδηνδ᾽ ἔχων βοηθὸν οὐ τρέμω σκιάς
52
τί γὰρ τὸ χαλεπόν ἐστι καὶ τὸ δυσανιῶν καὶ 53 ἐν τῷ τεθνάναι; τὰ γὰρ τοῦ θανάτου μήποτε καὶ λίαν ἡμῖν ὄντα συνήθη καὶ συμφυᾶ πάλιν οὐκ οἶδ᾽ ὅπως δυσαλγῆ δοκεῖ εἶναι. τί γὰρ θαυμαστὸν εἰ τὸ τμη [p. 260] τὸν τέτμηται, εἰ τὸ τηκτὸν τέτηκται, εἰ τὸ καυστὸν κέκαυται , εἰ τὸ φθαρτὸν ἔφθαρται; πότε γὰρ ἐν ἡμῖν αὐτοῖς ἔστιν οὐκ ἔστιν 54 θάνατος; καί, φησιν Ἡράκλειτος, 55ταὐτὸ 56 γ᾽ ἔνι ζῶν καὶ τεθνηκὸς καὶ τὸ ἐγρηγορὸς καὶ τὸ 57 καθεῦδον καὶ νέον καὶ γηραιὸν τάδε γὰρ μεταπεσόντα ἐκεῖνά ἐστι , κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα.’ ὡς γὰρ ἐκ τοῦ αὐτοῦ πηλοῦ δύναταί τις πλάττων ζῷα συγχεῖν καὶ πάλιν πλάττειν καὶ συγχεῖν καὶ τοῦθ᾽ ἓν παρ᾽ ἓν ποιεῖν ἀδιαλείπτως, οὕτω καὶ φύσις ἐκ τῆς αὐτῆς ὕλης πάλαι μὲν τοὺς προγόνους ἡμῶν ἀνέσχεν, εἶτα συνεχεῖς αὐτοῖς 58 ἐγέοννησε τοὺς πατέρας, εἶθ᾽ ἡμᾶς, εἶτ᾽ ἄλλους ἐπ᾽ ἄλλοις ἀνακυκλήσει. καὶ τῆς γενέσεως ποταμὸς οὕτως ἐνδελεχῶς ῥέων οὔποτε στήσεται, καὶ πάλιν ἐξ ἐναντίας αὐτῷ τῆς φθορᾶς εἴτ᾽ Ἀχέρων εἴτε Κωκυτὸς καλούμενος ὑπὸ τῶν ποιητῶν, πρώτη οὖν αἰτία δείξασα ἡμῖν τὸ τοῦ ἡλίου φῶς, αὐτὴ καὶ τὸν ζοφερὸν Ἅιδην ἄγει. καὶ μήποτε τοῦδ᾽ εἰκὼν περὶ ἡμᾶς ἀήρ, ἓν παρ᾽ ἓν ἡμέραν καὶ νύκτα ποιῶν, ἐπαγωγοὺς 59 ζωῆς τε καὶ θανάτου καὶ ὕπνου καὶ ἐγρηγόρσεως. διὸ καὶ μοιρίδιον χρέος εἶναι λέγεται τὸ ζῆν, ὡς ἀποδοθησόμενον ἐδανείσαντο ἡμῶν οἱ προπάτορες. δὴ καὶ εὐκόλως καταβλητέον καὶ ἀστενάκτως, ὅταν δανείσας ἀπαιτῇ: εὐγνωμονέστατοι γὰρ ἂν οὕτω φανείημεν. [p. 261]


οἶμαι δὲ καὶ τὴν φύσιν ὁρῶσαν τὸ τ᾽ ἄτακτον καὶ βραχυχρόνιον τοῦ βίου ἄδηλον ποιῆσαι τὴν τοῦ θανάτου προθεσμίαν τοῦτο γὰρ ἦν ἄμεινον. εἰ γὰρ προῄδειμεν, κἂν προεξετήκοντό τινες ταῖς λύπαις καὶ πρὶν ἀποθανεῖν ἐτεθνήκεσαν. ὅρα δὲ καὶ τοῦ βίου τὸ ὀδυνηρὸν καὶ τὸ πολλαῖς φροντίσιν ἐπηντλημένον, ἃς εἰ βουλοίμεθα καταριθμεῖσθαι, λίαν ἂν αὐτοῦ καταγνοίημεν, ἐπαληθεύσαιμεν δὲ καὶ τὴν παρ᾽ ἐνίοις κρατοῦσαν δόξαν ὡς ἄρα κρεῖττόν ἐστι τὸ τεθνάναι τοῦ ζῆν. γοῦν Σιμωνίδης 60
ἀνθρώπων φησὶν ὀλίγον μὲν κάρτος, ἄπρακτοι
δὲ μεληδόνες,
αἰῶνι δὲ παύρῳ πόνος ἀμφὶ πόνῳ.
δ᾽ ἄφυκτος; ὁμῶς ἐπικρέμαται θάνατος
κείνου γὰρ ἴσον λάχον μέρος οἳ τ᾽ ἀγαθοὶ
ὅστις τε κακός.
Πίνδαρος 61 δὲ
ἓν παρ᾽ ἐσθλὸν σύνδυο πήματα δαίονται 62 βροτοῖς.
ἀθάνατοι. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ
φέρειν
Σοφοκλῆς 63 δέ
σὺ δ᾽ ἄνδρα θνητὸν εἰ κατέφθιτο στένεις,
εἰδὼς τὸ μέλλον οὐδὲν εἰ κέρδος φέρει;
Εὐριπίδης 64 δὲ
τὰ θνητὰ πράγματ᾽ οἶδασἣν ἔχει φύσιν;
δοκῶ μὲν οὔ πόθεν γάρ; ἀλλ᾽ ἄκουέ μου. [p. 262]
βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται ,
κοὐκ ἔστιν αὐτῶν ὅστις ἐξεπίσταται
τὴν αὔριον μέλλουσαν εἰ βιώσεται.
τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται.
τοιούτου δὴ τοῦ βίου τῶν ἀνθρώπων ὄντος οἷον οὗτοί φασι, πῶς οὐκ εὐδαιμονίζειν μᾶλλον προσήκει τοὺς ἀπολυθέντας τῆς ἐν αὐτῷ λατρείας κατοικτίρειν τε καὶ θρηνεῖν, ὅπερ οἱ πολλοὶ δρῶσι δι᾽ ἀμαθίαν;


δὲ Σωκράτης 65 παραπλήσιον ἔλεγεν εἶναι τὸν θάνατον ἤτοι τῷ βαθυτάτῳ ὕπνῳ ἀποδημίᾳ μακρᾷ καὶ πολυχρονίῳ τρίτον φθορᾷ τινι καὶ ἀφανισμῷ τοῦ τε σώματος καὶ τῆς ψυχῆς, κατ᾽ οὐδὲν δὲ τούτων κακὸν εἶναι. καὶ καθ᾽ ἕκαστον ἐπεπορεύετο, καὶ πρῶτον τῷ πρώτῳ. εἰ γὰρ δὴ ὕπνος τίς,: ἐστιν θάνατος καὶ περὶ τοὺς καθεύδοντας μηδέν ἐστι κακόν, δῆλονὡς οὐδὲ περὶ τοὺς τετελευτηκότας εἴη ἄν τι κακόν. ἀλλὰ μὴν γ᾽ ὅτι ἥδιστός ἐστιν βαθύτατος τί δεῖ καὶ λέγειν; αὐτὸ γὰρ τὸ πρᾶγμα φανερόν ἐστι πᾶσιν ἀνθρώποις, μαρτυρεῖ δὲ καὶ Ὅμηρος 66 ἐπ᾽ αὐτοῦ λέγων
νήγρετος ἥδιστός, θανάτῳ ἄγχιστα ἐοικώς
ἀλλαχοῦ δὲ καὶ ταῦτα λέγει
ἕνθ᾽ Ὕπνῳ ξύμβλητο, κασιγνήτῳ Θανάτῳ
67
καὶ
ὕπνῳ καὶ Θανάτῳ διδυμάοσιν,
68
ὄψει τὴν ὁμοιότητα αὐτῶν δηλῶν τὰ γὰρ δίδυμα [p. 263] τὴν ὁμοιότητα μάλιστα παρεμφαίνει. πάλιν τὲ πού φησι τὸν θάνατον εἶναιχάλκεον 69 ὕπνον,’ τὴν ἀναισθησίαν ἡμῶν αἰνιττόμενος. οὐκ ἀμούσωσδ᾽ ἔδοξεν ἀποφήνασθαι οὐδ᾽ εἰπὼντὸν ὕπνον τὰ μικρὰ τοῦ θανάτου μυστήρια:’ προμύησις γὰρ ὄντως ἐστὶ τοῦ θανάτου ὕπνος. πάνυ δὲ σοφῶς καὶ κυνικὸς Διογένης κατενεχθεὶς εἰσὕπνον καὶ μέλλων ἐκλείπειν τὸν βίον, διεγείραντος αὐτὸν τοῦ ἰατροῦ καὶ πυθομένου μή τι περὶ αὐτὸν εἴη χαλεπόν, ‘οὐδένἔφη: ‘ γὰρ ἀδελφὸς; τὸν, ἀδελφὸν προλαμβάνει70


εἴ γε μὴν ἀποδημίᾳ προσέοικεν θάνατος, οὐδ᾽ οὕτως ἐστὶ κακόν μήποτε δὲ καὶ τοὐναντίον ἀγαθόν. 71 τὸ γὰρ ἀδούλωτον τῇ σαρκὶ καὶ τοῖς ταύτης πάθεσι διάγειν, : ὑφ᾽ ὧνκατασπώμενος νοῦς τῆς θνητῆς ἀναπίμπλαται φλυαρίας, εὔδαιμόν τι καὶ μακάριον. ‘ μυρίας μὲν γὰρ ἡμῖνφησὶν Πλάτων 72ἀσχολίας παρέχει τὸ σῶμα διὰ τὴν ἀναγκαίαν τροφὴν ἔτι δ᾽ ἐάν τινες νόσοι προσπέσωσιν, ἐμποδίζουσιν ἡμῖν τὴν τοῦ ὄντος θήραν, ἐρώτων δὲ καὶ ἐπιθυμιῶν καὶ φόβων καὶ εἰδώλων παντοδαπῶν καὶ φλυαρίας ἐμπίπλησιν ἡμᾶς, ὥστε τὸ λεγόμενον ὡς ἀληθῶς τῷ ὄντι ὑπ᾽ αὐτοῦ οὐδὲ φρονῆσαι ἡμῖν ἐγγίγνεται οὐδέποτ᾽ οὐδέν. καὶ γὰρ πολέμους καὶ στάσεις καὶ μάχας οὐδὲν ἄλλο παρέχει τὸ σῶμα καὶ αἱ 73 τούτου ἐπιθυμίαι: διὰ γὰρ τὴν τῶν χρημάτων κτῆσιν πάντες οἱ πόλεμοι γίγνονται: τὰ δὲ [p. 264] χρήματα ἀναγκαζόμεθα κτᾶσθαι διὰ τὸ σῶμα, δουλεύοντες τῇ τούτου θεραπείᾳ: καὶ ἐκ τούτου ἀσχολίαν ἄγομεν φιλοσοφίας πέρι διὰ ταῦτα πάντα. τὸ δ᾽ ἔσχατον πάντων, ὅτι ἐάν τις ἡμῖν καὶ σχολὴ γένηται ἀπ᾽ αὐτοῦ καὶ τραπώμεθα πρὸς τὸ σκοπεῖν τι, ἐν ταῖς ζητήσεσι πανταχοῦ παραπῖπτον θόρυβον παρέχει καὶ ταραχὴν καὶ ἐκπλήττει, ὥστε μὴ δύνασθαι ὑπ᾽ αὐτοῦ καθορᾶν τἀληθές, ἀλλὰ τῷ ὄντι ἡμῖν δέδεικται ὅτι εἰ μέλλομέν ποτε καθαρῶς τι εἴσεσθαι, ἀπαλλακτέον αὐτοῦ καὶ αὐτῇ τῇ ψυχῇ θεατέον αὐτὰ τὰ πράγματα: καὶ τότε, ὡς ἔοικεν, ἡμῖν ἔσται οὗ ἐπιθυμοῦμεν καὶ οὗ φαμεν ἐρᾶν ῾ἔστι δὲ φρόνησις᾿, ἐπειδὰν τελευτήσωμεν, ὡς λόγος σημαίνει, ζῶσι δ᾽οὔ. εἰ γὰρ μὴ οἷόν τε μετὰ τοῦ σώματος μηδὲν καθαρῶς γνῶναι, δυοῖν θάτερον, οὐδαμοῦ ἔστι κτήσασθαι τὸ εἰδέναι τελευτήσασι τότε γὰρ αὐτὴ καθ᾽ αὑτὴν ἔσται ψυχὴ χωρὶς τοῦ σώματος, πρότερον δ᾽ οὔ. καὶ ἐν ᾧἂν ζῶμεν, οὕτως, ὡς ἔοικεν, ἐγγυτάτω ἐσόμεθα τοῦ εἰδέναι, ἐὰν ὅτι μάλιστα μηδὲν ὁμιλῶμεν τῷ σώματι μηδὲ κοινωνῶμεν, ὅτι μὴ πᾶσα ἀνάγκη, μηδὲ ἀναπιμπλώμεθα τῆς τούτου φύσεως, ἀλλὰ καθαρεύωμεν ἀπ᾽ αὐτοῦ, ἕως ἂν θεὸσαὐτὸς ἀπολύσῃ ἡμᾶς. καὶ οὕτω μὲν ἀπαλλαττόμενοι τῆς τοῦ σώματος ἀφροσύνης, ὡς τὸ εἰκός, μετὰ τοιούτων ἐσόμεθα, δι᾽ ἡμῶν αὐτῶν πᾶν τὸ εἰλικρινὲς ὁρῶντες: τοῦτο δ᾽ ἐστὶ τὸ ἀληθές. μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ὥστ᾽εἰ καὶ προσέοικε μετάγειν εἰς ἕτερον τόπον θάνατος, οὐκ ἔστι κακόν: μήποτε γὰρ καὶ τῶν ἀγα [p. 265] θῶν ἀναφαίνηται, καθάπερ ἀπέδειξεν Πλάτων. διὸ καὶ πάνυ δαιμονίως Σωκράτης 74 πρὸς τοὺς δικαστὰς τοιαῦτ᾽ ἔφητὸ γὰρ δεδιέναι, ἄνδρες, τὸν θάνατον οὐδὲν ἄλλο ἐστὶν δοκεῖν σοφὸν εἶναι μὴ ὄντα: δοκεῖν γὰρ εἰδέναι ἐστὶν οὐκ οἶδεν. οἶδε μὲν γὰρ οὐδεὶς; τὸν θάνατον οὐδ᾽ εἰ τυγχάνει τῷ ἀνθρώπῳ μέγιστον πάντων ὄν τῶν ἀγαθῶν, δεδίασι δ᾽ ὡς 1 εὖ εἰδότες ὅτι μέγιστον τῶν κακῶν ἐστιν.'’ οὐκ ἀπᾴδειν δ᾽ ἔοικε τούτων οὐδ᾽ εἰπών
μηδεὶς φοβείσθω θάνατον ἀπόλυσιν πόνων,
75
ἀλλὰ καὶ κακῶν τῶν μεγίστων.


λέγεται δὲ τούτοις μαρτυρεῖν καὶ τὸ θεῖον. πολλοὺς γὰρ παρειλήφαμεν δι᾽ εὐσέβειαν παρὰ θεῶν ταύτης τυχόντας τῆς δωρεᾶς. ὧν τοὺς μὲν ἄλλους φειδόμενος τῆς συμμετρίας τοῦ συγγράμματος παραλείψω μνησθήσομαι δὲ τῶν ὄντων ἐμφανεστάτων καὶ πᾶσι διὰ στόματος. πρῶτα δή σοι τὰ περὶ Κλέοβιν καὶ Βίτωνα τοὺς Ἀργείους νεανίσκους διηγήσομαι. φασὶ γὰρ τῆς μητρὸς αὐτῶν ἱερείας οὔσης τῆς Ἥρας ἐπειδὴ τῆς εἰς τὸν νεὼν ἀναβάσεως ἧκεν καιρός, τῶν ἑλκόντων τὴν ἀπήνην ὀρέων ὑστερησάντων καὶ τῆς ὥρας ἐπειγούσης, τούτους: ὑποδύντας ὑπὸ τὴν ἀπήνην ἀγαγεῖν εἰς τὸ ἱερὸν τὴν μητέρα, τὴν δ᾽ ὑπερησθεῖσαν τῇ τῶν υἱῶν εὐσεβείᾳ κατεύξασθαι τὸ κράτιστον αὐτοῖς; παρὰ τῆς θεοῦ δοθῆναι τῶν ἐν ἀνθρώποις, τοὺς δὲ κατακοιμηθέντας μηκέτ᾽ ἀναστῆναι, τῆς θεοῦ τὸν θάνατον αὐτοῖς τῆς [p. 266] εὐσεβείας ἀμοιβὴν δωρησαμένης. καὶ περὶ Ἀγαμήδους δὲ καὶ Τροφωνίου φησὶ Πίνδαρος 76 τὸν νεὼν τὸν ἐν Δελφοῖς οἰκοδομήσαντας αἰτεῖν παρὰ τοῦ Ἀπόλλωνος μισθόν, τὸν δ᾽ αὐτοῖς ἐπαγγείλασθαι εἰς ἑβδόμην ἡμέραν ἀποδώσειν, ἐν τοσούτῳ δ᾽ εὐωχεῖσθαι παρακελύσασθαι: τοὺς δὲ ποιήσαντας τὸ προσταχθὲν τῇ ἑβδόμῃ νυκτὶ κατακοιμηθέντας τελευτῆσαι. λέγεται δὲ καὶ αὐτῷ Πινδάρῳ ἐπισκήψαντι τοῖς παρὰ τῶν Βοιωτῶν πεμφθεῖσιν εἰς θεοῦ πυθέσθαιτί ἄριστόν ἐστιν ἀνθρώποιςἀποκρίνασθαι τὴν πρόμαντιν ὅτι οὐδ᾽ αὐτὸς ἀγνοεῖ, εἴ γε τὰ γραφέντα περὶ Τροφωνίου καὶ Ἀγαμήδους ἐκείνου ἐστίν: εἰ δὲ καὶ πειραθῆναι βούλεται, μετ᾽ οὐ πολὺ ἔσεσθαι αὐτῷ πρόδηλον. καὶ οὕτω πυθόμενον τὸν Πίνδαρον συλλογίζεσθαι τὰ πρὸς τὸν θάνατον, διελθόντος δ᾽ ὀλίγου χρόνου τελευτῆσαι. τὰ δὲ περὶ τὸν Ἰταλὸν Εὐθύνοον τοιαῦτά φασι γενέσθαι. εἶναι μὲν γὰρ αὐτὸν Ἠλυσίου πατρὸς 77 Τεριναίου, τῶν ἐκεῖ πρώτου καὶ ἀρετῇ καὶ πλούτῳ καὶ δόξῃ, τελευτῆσαι δ᾽ ἐξαπίνης αἰτίᾳ τινὶ ἀδήλῳ. τὸν οὖν Ἠλύσιον εἰσελθεῖν ὅπερ ἴσως κἂν ἄλλον εἰσῆλθε, μήποτ᾽ εἴη φαρμάκοις ἀπολωλώς: τοῦτον γὰρ εἶναι μόνον αὐτῷ ἐπ᾽ οὐσίᾳ πολλῇ καὶ χρήμασιν. ἀποροῦντα δ᾽ ὅτῳ τρόπῳ βάσανον λάβοι τούτων, ἀφικέσθαι ἐπί τι ψυχομαντεῖον , προθυσάμενον δ᾽ὡς νόμος ἐγκοιμᾶσθαι καὶ ἰδεῖν ὄψιν τοιάνδε. δόξαι παραγενέσθαι τὸν πατέρα τὸν ἑαυτοῦἰδόντα δὲ διεξέρχεσθαι πρὸς αὐτὸν περὶ [p. 267] τῆς τύχης τῆς κατὰ τὸν υἱόν, καὶ ἀντιβολεῖν τε καὶ δεῖσθαι συνεξευρεῖν τὸν αἴτιον τοῦ θανάτου. καὶ τὸνἐπὶ τούτῳφάναιἥκω. ἀλλὰ δέξαι παρὰ τοῦδ᾽ σοι φέρει, ἐκ γὰρ τούτων ἅπαντ᾽ εἴσῃ ὧν πέρι λυπῇεἶναι δ᾽ ὃν ἐσήμηνε νεανίσκον ἑπόμενον αὐτῷ, ἐμφερῆ τε τῷ υἱῷ καὶ τὰ τοῦ χρόνου τε καὶ τὰ τῆς ἡλικίας ἐγγύς. ἐρέσθαι οὖν ὅστις εἴη. καὶ τὸν φάναιδαίμων τοῦ υἱέος σου,’ καὶ οὕτω δὴ ὀρέξαι οἱ γραμματίδιον. ἀνειλήσαντα οὖν αὐτὸ ἰδεῖν ἐγγεγραμμένα τρία ταῦτα
που 78 νηπιέῃσιν ἀλύουσιν 79 φρένες ἀνδρῶν.
Εὐθύνοος κεῖται μοιριδίῳ θανάτῳ.
οὐκ ἦν γὰρ 80 ζώειν καλὸν αὐτῷ οὐδὲ γονεῦσι.
Τοιαῦτα δή σοι καὶ τὰ τῶν διηγημάτων τῶν παρὰ τοῖς ἀρχαίοις ἀναγεγραμμένων.


εἴ γε μὴν θάνατος τελεία τίς ἐστι φθορὰ καὶ διάλυσις τοῦ τε σώματος καὶ τῆς ψυχῆς τὸ τρίτον γὰρ ἦν τοῦτο τῆς Σωκρατικῆς εἰκασίας, οὐδ᾽ οὕτω κακόν ἐστιν: ἀναισθησία γάρ τις κατ᾽ αὐτὸν γίγνεται καὶ πάσης ἀπαλλαγὴ λύπης καὶ φροντίδος. ὥσπερ γὰρ 81 οὔτ᾽ ἀγαθὸν ἡμῖν ἔπεστιν οὕτως οὐδὲ κακόν: περὶ γὰρ τὸ ὂν καὶ τὸ ὑφεστηκὸς καθάπερ τὸ ἀγαθὸν πέφυκε γίγνεσθαι, τὸν αὐτὸν τρόπον καὶ τὸ κακόν: περὶ δὲ τὸ μὴ ὂν ἀλλ᾽ ἠρμένον ἐκ τῶν ὄντων οὐδέτερον τούτων ὑπάρχει. εἰς τὴν αὐτὴν οὖν τάξιν οἱ τελευτήσαντες καθίστανται τῇ πρὸ τῆς [p. 268] γενέσεως. ὥσπερ οὖν οὐδὲν ἦν ἡμῖν πρὸ τῆς γενέσεως οὔτ᾽ ἀγαθὸν οὔτε κακόν, οὕτως οὐδὲ μετὰ τὴν τελευτήν. καὶ καθάπερ τὰ πρὸ ἡμῶν οὐδὲν ἦν πρὸς ἡμᾶς, οὕτως οὐδὲ τὰ μεθ᾽ ἡμᾶς οὐδὲν ἔσται πρὸς ἡμᾶς
ἄλγος 82 γὰρ ὄντως οὐδὲν ἅπτεται νεκροῦ.
τὸ 83 γὰρ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω.
γὰρ αὐτὴ κατάστασίς ἐστι τῇ πρὸ τῆς γενέσεως μετὰ τὴν τελευτήν. ἀλλ᾽ οἴει σὺ διαφορὰν εἶναι μὴ γενέσθαι 84 γενόμενον ἀπογενέσθαι; εἰ μὴ καὶ τῆς οἰκίας καὶ τῆς ἐσθῆτος ἡμῶν μετὰ τὴν φθορὰν ὑπολαμβάνεις τινὰ διαφορὰν εἶναι πρὸς τὸν ὃν οὐδέπω κατεσκευάσθη χρόνον. εἰ δ᾽ ἐπὶ τούτων οὐδὲν ἔστι, δῆλον ὡς οὐδ᾽ ἐπὶ τοῦ θανάτου πρὸς τὴν πρὸ τῆς γενέσεως; κατάστασιν ἔστι διαφορά. χάριεν γὰρ 85 τὸ τοῦ Ἀρκεσιλάου. ‘τοῦτοφησὶτὸ λεγόμενον κακὸν θάνατος μόνον τῶν ἄλλων τῶν νενομισμένων κακῶν παρὸν μὲν οὐδένα πώποτ᾽ ἐλύπησεν, ἀπὸν δὲ καὶ προσδοκώμενον λυπεῖ.'’ τῷ γὰρ ὄντι πολλοὶ διὰ τὴν οὐδένειαν καὶ τὴν πρὸς τὸν θάνατον διαβολὴν ἀποθνῄσκουσιν, ἵνα μὴ ἀποθάνωσι καλῶς οὖν Ἐπίχαρμος 86συνεκρίθηφησὶκαὶ διεκρίθη καὶ ἀπῆνθεν ὅθεν ἦνθε 87 πάλιν, γᾶ μὲν εἰς γᾶν, πνεῦμα δ᾽ ἄνω. τί τῶνδε χαλεπόν; οὐδέ ἔν.’ Κρεσφόντης; δέ που 5 παρὰ τῷ Εὐριπίδῃ 88 περὶ τοῦ Ἡρακλέους λέγων [p. 269]
εἰ μὲν γὰρ οἰκεῖφησί νερτέρας ὑπὸ χθονός
ἐν τοῖσιν οὐκέτ᾽ οὖσιν, οὐδὲν ἂν σθένοι
τοῦτο μεταποιήσας εἴποις ἄν
εἰ μὲν γὰρ οἰκεῖ νερτέρας ὑπὸ χθονός
ἐν τοῖσιν οὐκέτ᾽ οὖσιν, οὐδὲν ἂν πάθοι
γενναῖον δὲ καὶ τὸ Λακωνικὸν
νῦνἂμμες, πρόσθ᾽ ἄλλοι ἐθάλεον, 89 αὐτίκα δ᾽
ἄλλοι,
ὧνἄμμες γενεὰν οὐκέτ᾽ ἐποψόμεθα
καὶ πάλιν
οἳ θάνον οὐ τὸ ζῆν θέμενοι καλὸν οὐδὲ τὸ
90 θνῄσκειν,
ἀλλὰ τὸ ταῦτα καλῶς ἀμφότερ᾽ ἐκτελέσαι
πάνυ δὲ καλῶς καὶ Εὐριπίδης 91 ἐπὶ τῶν τὰς μακρὰς νοσηλείας ὑπομενόντων φησὶ
μισῶ δ᾽ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον,
βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι
παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν.
οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν,
θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις.
δὲ Μερόπη λόγους ἀνδρώδεις προφερομένη κινεῖ τὰ θέατρα, λέγουσα τοιαῦτα
τεθνᾶσι παῖδες οὐκ ἐμοὶ μόνῃ βροτῶν,
92 οὐδ᾽ ἀνδρὸς ἐστερήμεθ᾽ ἀλλὰ μυρίαι
τὸν αὐτὸν ἐξήντλησαν ὡς ἐγὼ βίον
τούτοις γὰρ οἰκείως ἄν τις ταῦτα συνάψειε [p. 270]
ποῦ γὰρ τὰ σεμνὰ κεῖνα, ποῦ δὲ Λυδίας
93 μέγας δυνάστης Κροῖσος Ξέρξης βαρὺν 94
ζεύξας θαλάσσης αὐχέν᾽ Ἑλλησποντίας;
ἅπαντες Ἅιδαν 95 ἦλθον 96 καὶ Λάθοις δόμους,
τῶν χρημάτων ἅμα τοῖς σώμασι διαφθαρέντων.


νὴ Δί᾽ ἀλλὰ τοὺς πολλοὺς κινεῖ πρὸς τὰ πένθη καὶ τοὺς θρήνους ἄωρος θάνατος ἀλλὰ καὶ οὗτος οὕτως ἐστὶν εὐπαραμύθητος, ὥστε καὶ ὑπὸ τῶν τυχόντων ποιητῶν συνεωρᾶσθαι καὶ τετυχηκέναι παραμυθίας. θέασαι γὰρ: οἷα περὶ τούτου φησὶ τῶν κωμικῶν τις πρὸς τὸν ἐπὶ τῷ ἀώρῳ λυπούμενον θανάτῳ
εἶτ᾽ εἰ μὲν ᾕδεις ὅττι 97 τοῦτον τὸν βίον,
98 ὃν οὐκ ἐβίωσε, ζῶν διευτύχησεν ἄν,
θάνατος οὐκ εὔκαιρος: εἰ δ᾽ ἤνεγκεν αὖ 99
οὗτος βίος τι τῶν ἀνηκέστων, ἴσως
θάνατος 100 αὐτὸς σοῦ γέγονεν εὐνούστερος
ἀδήλου οὖν ὄντος πότερον συμφερόντως ἀνεπαύσατο τὸν βίον ἐκλιπὼν καὶ μειζόνων ἀπολυθεὶς κακῶν οὔ, χρὴ μὴ φέρειν οὕτω βαρέως ὡσἀπολωλεκότας πάνθ᾽ ὅσων ᾠήθημεν τεύξεσθαι παρ᾽ αὐτοῦ. οὐ φαύλως γὰρ ἂν δόξειεν παρὰ τῷ ποιητῇ Ἀμφιάραος παραμυθεῖσθαι τὴν Ἀρχεμόρου μητέρα δυσχεραίνουσαν ὅτι νήπιος ὢν παῖς καὶ ἄγαν ἄωρος ἐτελεύτησε. φησὶ γὰρ οὕτως [p. 271]
ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν.
101 θάπτει τε τέκνα χἄτερ᾽ αὖ κτᾶται νέα,
αὐτός τε θνήσκει: καὶ τάδ᾽ ἄχθονται βροτοὶ
εἰς γῆν φέροντες γῆν. ἀναγκαίως δ᾽ 102 ἔχει
βίον θερίζειν ὥστε κάρπιμον στάχυν,
καὶ τὸν μὲν εἶναι τὸν δὲ μή. τί ταῦτα δεῖ
στένειν, ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν;
δεινὸν γὰρ οὐδὲν τῶν ἀναγκαίων βροτοῖς


καθόλου γὰρ χρὴ διανοεῖσθαι πάντα τινὰ καὶ πρὸς αὑτὸν 103 καὶ πρὸς ἄλλον διεξιόντα μετὰ σπουδῆς; ὡς οὐχ μακρότατος βίος ἄριστος ἀλλ᾽ σπουδαιότατος οὐδὲ γὰρ πλεῖστα κιθαρῳδήσας ῥητορεύσας κυβερνήσας ἀλλ᾽ καλῶς ἐπαινεῖται. τὸ γὰρ καλὸν οὐκ ἐν μήκει χρόνου θετέον, ἀλλ᾽ ἐν ἀρετῇ καὶ τῇ καιρίῳ συμμετρίᾳ τοῦτο γὰρ εὔδαιμον καὶ θεοφιλὲς εἶναι νενόμισται. διὰ τοῦτο γοῦν τοὺς ὑπεροχωτάτους τῶν ἡρώων καὶ φύντας ἀπὸ θεῶν πρὸ γήρωσἐκλιπόντας τὸν βίον οἱ ποιηταὶ παρέδοσαν ἡμῖν, ὥσπερ κἀκεῖνον
ὃν περὶ κῆρι φίλει Ζεὺς τ᾽ αἰγίοχος καὶ Ἀπόλλων
104 παντοίην φιλότητ᾽, οὐδ᾽ ἵκετο γήραος; οὐδόν
τὴν γὰρ εὐκαιρίαν μᾶλλον, οὐ τὴν εὐγηρίαν πανταχῆ θεωροῦμεν πρωτεύουσαν. καὶ γὰρ φυτῶν ἄριστα τὰ πλείστας καρπῶν ἐν βραχεῖ φορὰς 105 ποιούμενα, καὶ ζῴων ἀφ᾽ ὧν ἐν οὐ πολλῷ χρόνῳ πολλὴν πρὸς [p. 272] τὸν βίον ὠφέλειαν ἔχομεν. τό τε πολὺ δήπουθεν μικρὸν οὐδὲν διαφέρειν δοκεῖ πρὸς τὸν ἄπειρον ἀφορῶσιν αἰῶνα. τὰ γὰρ χίλια καὶ τὰ μύρια κατὰ Σιμωνίδην ἔτη στιγμὴ τίς ἐστιν ἀόριστος, μᾶλλον δὲ μόριόν τι βραχύτατον στιγμῆς. ἐπεὶ καὶ τῶν ζῴων ἐκείνων, ἅπερ ἱστοροῦσι περὶ τὸν Πόντον γιγνόμενα τὴν ζωὴν ἔχειν ἡμερησίαν, ἕωθεν μὲν γεννώμενα , μέσης δ᾽ἡμέρας ἀκμάζοντα, δείλης δὲ γηρῶντα καὶ τελειοῦντα τὸ ζῆν, οὐχὶ κἀκείνων ἦν ἂν τὸ καθ᾽ ἡμᾶς πάθος τοῦτο, εἴπερ ψυχή τις ἀνθρωπίνη καὶ λογισμὸς ἑκάστοις ἐνῆν, καὶ ταὐτὰ δήπου γ᾽ ἂν συνέπιπτεν, ὥστε τὰ πρὸ μέσης τῆς ἡμέρας ἐκλείποντα θρήνους παρέχειν καὶ δάκρυα; τὰ δὲ διημερεύσαντα πάντως ἂν 106 εὐδαιμονίζεσθαι; μέτρον γὰρ τοῦ βίου τὸ καλόν, οὐ τὸ τοῦ χρόνου μῆκος,


ματαίους γὰρ καὶ πολλῆς εὐηθείας ἡγητέον εἶναι τὰς τοιαύτας ἐκφωνήσειςἀλλ᾽ οὐκ ἔδει νέον ὄντα ἀναρπαγῆναιτίς γὰρ ἂν εἴποι ὡς ἔδει; πολλὰ δὲ καὶ ἄλλα ἐφ᾽ ὧν ἄν τις εἴποι ὡςοὐκ ἔδει πραχθῆναιπέπρακται καὶ πράττεται καὶ πραχθήσεται πολλάκις. οὐ γὰρ νομοθετήσοντες πάρεσμεν εἰς τὸν βίον, ἀλλὰ πεισόμενοι τοῖς διατεταγμένοις ὑπὸ τῶν τὰ ὅλα πρυτανευόντων θεῶν καὶ τοῖς τῆς εἱμαρμένης καὶ προνοίας θεσμοῖς.


τί δ᾽; οἱ πενθοῦντες τοὺς οὕτως ἀποθανόντας ἑαυτῶν ἕνεκα πενθοῦσιν τῶν κατοιχομένων; εἰ μὲν οὖν ἑαυτῶν, ὅτι τῆς ἀπὸ τῶν τεθνεώτων [p. 273] ἡδονῆς χρείας γηροβοσκίας ἐστερήθησαν, φίλαυτος τῆς λύπης πρόφασις: οὐ γὰρ ἐκείνους ποθοῦντες ἀλλὰ τὰς ἀπ᾽ αὐτῶν ὠφελείας φανήσονται. εἰ δὲ τῶν τεθνεώτων ἕνεκα πενθοῦσιν, ἐπιστήσαντες ὅτι ἐν οὐδενὶ κακῷ τυγχάνουσιν ὄντες, ἀπαλλαγήσονται τῆς λύπης, ἀρχαίῳ καὶ σοφῷ πεισθέντες λόγῳ τῷ παραινοῦντι τὰ μὲν ἀγαθὰ ποιεῖν ὡς μέγιστα, τὰ δὲ κακὰ συστέλλειν καὶ ταπεινοῦν. εἰ μὲν οὖν τὸ πένθος ἐστὶν ἀγαθόν, δεῖ ποιεῖν αὐτὸ ὡς πλεῖστον καὶ μέγιστον: εἰ δ᾽, ὥσπερ ἀλήθεια ἔχει, κακὸν αὐτὸ ὁμολογοῦμεν εἶναι, συστέλλειν καὶ ποιεῖν ὡς; ἐλάχιστον καὶ ἐξαλείφειν εἰς τὸ δυνατόν. ὡς δὲ τοῦτο ῥᾴδιον, καταφανὲς ἐκ τῆς τοιαύτης παραμυθίας. φασὶ γάρ τινα τῶν ἀρχαίων φιλοσόφων εἰσιόντα πρὸς Ἀρσινόην τὴν βασίλισσαν πενθοῦσαν τὸν υἱὸν τοιούτῳ χρήσασθαι λόγῳ, φάμενον ὅτι καθ᾽ ὃν χρόνον Ζεὺς ἔνεμε τοῖς δαίμοσι τὰς τιμάς, οὐκ ἔτυχε παρὸντὸ Πένθος, ἤδη δὲ νενεμημένων ἦλθεν ὕστερον. τὸν οὖν Δία, ὡς ἠξίου καὶ αὑτῷ τιμὴν δοθῆναι, ἀποροῦντα διὰ τὸ ἤδη κατηναλῶσθαι πάσας τοῖς ἄλλοις, ταύτην αὐτῷ δοῦναι τὴν ἐπὶ τοῖς τελευτήσασι γιγνομένην, οἷον δάκρυα καὶ λύπας ὥσπερ οὖν τοὺς: ἄλλους δαίμονας, ὑφ᾽ ὧν τιμῶνται, τούτους ἀγαπᾶν, τὸν αὐτὸν τρόπον καὶ τὸ Πένθοςἐὰν μὲν οὖν αὐτὸ ἀτιμάσῃς, γύναι, οὐ προσελεύσεταί 1 σοι ἐὰν δὲ τιμᾶται ὑπὸ σοῦ ἐπιμελῶς ταῖς δοθείσαις αὐτῷ τιμαῖς:, λύπαις καὶ θρήνοις, ἀγαπήσει σε καὶ ἀεὶ τί σοι παρέσται τοιοῦτον ἐφ᾽ τιμηθήσεται συνεχῶς ὑπὸ σοῦ.'’ θαυμασίως δὴ [p. 274] φαίνεται τῷ λόγῳ πείσας οὗτος παρελέσθαι τῆς ἀνθρώπου τὸ πένθος καὶ τοὺς θρήνους.


τὸ δ᾽ ὅλον εἴποι τις ἂν πρὸς τὸν πενθοῦνταπότερα παύσῃ ποτὲ δυσφορῶν ἀεὶ δεῖν οἰήσῃ λυπεῖσθαι καὶ παρ᾽ ὅλον τὸν βίον; εἰ μὲν γὰρ ἀεὶ μενεῖς ἐπὶ τῇ δυσπαθείᾳ ταύτῃ , τελείαν ἀθλιότητα σεαυτῷ παρέξεις καὶ πικροτάτην κακοδαιμονίαν διὰ ψυχῆς ἀγέννειαν καὶ μαλακίαν εἰ δὲ μεταθήσῃ ποτέ, τί οὐκ ἤδη μετατίθεσαι καὶ σεαυτὸν ἀνέλκεις ἐκ τῆς ἀτυχίας; οἷς γὰρ λόγοις τοῦ χρόνου προϊόντος χρησάμενος ἀπολυθήσῃ , τούτοις νῦν προσσχὼν ἀπαλλάγηθι τῆς κακουχίας: καὶ γὰρ ἐπὶ τῶν σωματικῶν παθημάτων ταχίστη τῆς ἀπαλλαγῆς ὁδὸς ἀμείνων. οὖν μέλλεις τῷ χρόνῳ χαρίζεσθαι, τοῦτο τῷ λόγῳ χάρισαι καὶ τῇ παιδείᾳ, καὶ σεαυτὸν ἔκλυσαι τῶν κακῶν.’


ἀλλ᾽ οὐ γὰρ ἤλπιζονφησὶταῦτα πείσεσθαι, οὐδὲ προσεδόκωνἀλλ᾽ ἐχρῆν σε προσδοκᾶν καὶ προκατακεκρικέναι τῶν ἀνθρωπείων τὴν ἀδηλότητα καὶ οὐδένειαν, καὶ οὐκ ἂν νῦν ἀπαράσκευος ὥσπερ ὑπὸ πολεμίων ἐξαίφνης ἐπελθόντων ἐλήφθης καλῶς γὰρ παρὰ τῷ Εὐριπίδῃ 107 Θησεὺς παρεσκευάσθαι φαίνεται πρὸς τὰ τοιαῦτα: ἐκεῖνος γάρ φησιν
ἐγὼ δὲ τοῦτο παρὰ σοφοῦ τινος μαθὼν
εἰς φροντίδας νοῦν 108 συμφορὰς τ᾽ 109 ἐβαλλόμην,
φυγὰς τ᾽ ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆς
θανάτους τ̓ ἀώρους καὶ κακῶν ἄλλασὁδούς, [p. 275]
ἵν᾽ εἴ τι πάσχοιμ᾽ὧν ἐδόξαζον φρενί,
μή μοι νεῶρες 110 προσπεσὸν μᾶλλον δάκοι 111
οἱ δ᾽ ἀγεννέστεροι καὶ ἀνασκήτως διακείμενοι οὐδ᾽ ἀναστροφὴν ἐνίοτε λαμβάνουσι πρὸς τὸ βουλεύσασθαὶ τι τῶν εὐσχημόνων καὶ συμφερόντων, ἀλλ᾽ ἐκτρέπονται πρὸς τὰς ἐσχάτας ταλαιπωρίας, τὸ μηδὲν αἴτιον σῶμα τιμωρούμενοι καὶ τὰ μὴ νοσοῦντα κατὰ τὸν Ἀχαιὸν 112 συναλγεῖν, ἀναγκάζοντες.


διὸ καὶ πάνυ καλῶς Πλάτων 113 ἔοικε παραινεῖν ἐνταῖςτοιαύταιςσυμφοραῖς ἡσυχίαν ἔχειν, ὡς οὔτε δήλου ὄντος τοῦ κακοῦ καὶ τοῦ ἀγαθοῦ, οὔτ᾽ εἰς τὸ πρόσθεν οὐδὲν προβαῖνον τῷ χαλεπῶς φέροντι: 1 ἐμποδὼν γὰρ γίγνεσθαι τὸ λυπεῖσθαι τῷ βουλεύεσθαι περὶ τοῦ γεγονότος καὶ ὥσπερ ἐν πτώσει κύβων πρὸς τὰ πεπτωκότα τίθεσθαι τὰ ἑαυτοῦ πράγματα, ὅπῃ λόγος αἱρεῖ βέλτιστ᾽ ἂν 114 ἔχειν. οὐ δεῖν οὖν προσπταίσαντας καθάπερ παῖδας ἐχομένους τοῦ πληγέντος βοᾶν, ἀλλ᾽ ἐθίζειν τὴν ψυχὴν ὅτι τάχιστα γίγνεσθαι περὶ τὸ ἰᾶσθαί τε καὶ ἐπανορθοῦν τὸ πεσόν τε καὶ νοσῆσαν, ἰατρικῇ θρηνῳδίαν ἀφανίζοντας.'’ Τὸν τῶν Λυκίων νομοθέτην φασὶ προστάξαι τοῖς αὑτοῦ πολίταις, ἐπὰν πενθῶσι, γυναικείαν ἀμφιεσαμένους ἐσθῆτα πενθεῖν, ἐμφαίνειν βουληθέντα ὅτι γυναικῶδεστὸ πάθος καὶ οὐχ ἁρμόττον ἀνδράσι κοσμίοις καὶ παιδείας ἐλευθερίου 115 [p. 276] μεταπεποιημένοις. θῆλυ γὰρ ὄντως καὶ ἀσθενὲς καὶ ἀγεννὲς; τὸ πενθεῖν: γυναῖκες; γὰρ ἀνδρῶν εἰσι φιλοπενθέστεραι καὶ οἱ βάρβαροι τῶν Ἑλλήνων καὶ οἱ χείρους ἄνδρες τῶν ἀμεινόνων, καὶ αὐτῶν δὲ τῶν βαρβάρων οὐχ οἱ γενναιότατοι Κελτοὶ καὶ Γαλάται καὶ πάντες οἱ φρονήματος ἀνδρειοτέρου πεφυκότες ἔμπλεοι, μᾶλλον δ᾽, εἴπερ ἄρα, Αἰγύπτιοί τε καὶ Σύροι καὶ Λυδοὶ καὶ πάντες ὅσοι τούτοις παραπλήσιοι. τούτων γὰρ τοὺς μὲν εἰς βόθρους τινὰς καταδύντας ἱστοροῦσιν ἐπὶ πλείους ἡμέρας μένειν, μηδὲ τὸ τοῦ ἡλίου φῶς ὁρᾶν βουλομένους, ἐπειδὴ καὶ τετελευτηκὼς ἀπεστέρηται τούτου. Ἴων 116 γοῦν τραγικὸς ποιητής, οὐκ ἀνήκοος ὢν τῆς τούτων εὐηθείας, πεποίηκέ τινα λέγουσαν
ἐξῆλθον ὑμῶν ἱκέτις ἡβώντων τροφὸς
παίδων, βόθρους λιποῦσα πενθητηρίους
τινὲς δὲ τῶν βαρβάρων καὶ μέρη τοῦ σώματος ἀποτέμνουσι, ῥῖνας καὶ ὦτα καὶ τὸ ἄλλο σῶμα καταικίζοντες, δοκοῦντές τι χαρίζεσθαι τοῖς τετελευτηκόσιν ἀπαρτώμενοι τῆς κατὰ φύσιν ἐν τοῖς τοιούτοις μετριοπαθείας.


ἀλλὰ νὴ Δία τινὲς ὑποτυγχάνοντες οὐκ ἐπὶ παντὶ θανάτῳ τὰ πένθη δεῖν οἴονται γίγνεσθαι, ἀλλ᾽ ἐπὶ τοῖς ἀώροις, διὰ τὸ μηδενὸς τετυχηκέναι τῶν ἐν τῷ βίῳ νενομισμένων ἀγαθῶν, οἷον γάμου παιδείας τελειότητοσπολιτείας ἀρχῶν ταῦτα γὰρ εἶναι τὰ λυποῦντα μάλιστα τοὺς ἐπὶ τοῖς ἀώροις ἀτυχοῦντας, διὰ τὸ ἀφῃρῆσθαι πρὸ τοῦ δέοντος τῆς [p. 277] ἐλπίδος, ἀγνοοῦντες ὅτι ἄωρος θάνατος ὡς: πρὸς τὴν τῶν ἀνθρώπων φύσιν οὐδὲν διαφέρει. καθάπερ γὰρ τῆς εἰς κοινὴν πατρίδα πορείας προκειμένης πᾶσιν ἀναγκαίας; καὶ ἀπαραιτήτου οἱ μὲν προπορεύονται οἱ δ᾽ ἐπακολουθοῦσι, πάντες δ᾽ ἐπὶ ταὐτὸν ἔρχονται, τὸν αὐτὸν τρόπον τῶν εἰς τὸ χρεὼν ὁδευόντων οὐδὲν πλέον ἔχοντες,: τυγχάνουσιν οἱ βραδύτερον ἀφικνούμενοι τῶν θᾶττον παραγιγνομένων. εἴ γε μὴν ἄωρος θάνατος κακόν ἐστιν, ἀωρότατοσἂν εἴηὁ τῶν νηπίων καὶ παίδων 117 καὶ ἔτι μᾶλλον τῶν ἄρτι γεγονότων. ἀλλὰ τοὺς τούτων θανάτους ῥᾳδίως φέρομεν καὶ εὐθύμως:, τοὺς δὲ τῶν ἤδη προβεβηκότων δυσχερῶς καὶ πενθικῶς: διὰ τὸν ἐκ ματαίων ἐλπίδων ἀναπλασμόν, ἤδη νομιζόντων ἡμῶν βεβαίαν ἔχειν τὴν τῶν τηλικούτων διαμονήν. εἰ δ᾽ ὁτῆς ζωῆς τῶν ἀνθρώπων χρόνος εἰκοσαέτης: ἦν, τὸν πεντεκαιδεκαέτη ἀπογενόμενον ἐνομίζομεν ἂν μηκέτ᾽ ἄωρον τελευτᾶν ἀλλ᾽ ἤδη μέτρον ἡλικίας ἔχονταἱκανόν τὸν δὲ τὴν τῶν εἴκοσιν ἐτῶν προθεσμίαν ἐκπληρώσαντα τὸν ἐγγὺς γενόμενον τοῦ τῶν εἴκοσιν ἐτῶν ἀριθμοῦ πάντως ἂν ἐμακαρίζομεν ὡς εὐδαιμονέστατον καὶ τελειότατον διαπεράσαντα βίον. εἰ δὲ διακοσίων ἐτῶν ἦν, τὸν ἑκατὸν ἐτῶν τελευτήσαντα πάντωσἂνἄωροννομίζοντες εἶναι πρὸς ὀδυρμοὺς; καὶ θρήνους ἐτραπόμεθα.


δῆλον οὖν ὅτι καὶ λεγόμενος; ἄωρος θάνατος εὐπαραμύθητός ἐστι διά τε ταῦτα καὶ τὰ προειρημένα ἐν τοῖς ἔμπροσθεν. μεῖον γὰρ ὄντως [p. 278] ἐδάκρυσε Τρωίλος Πρίαμος, κἂν 118 Πρίαμος αὐτός, εἰ προετελεύτησεν ἔτ᾽ ἀκμαζούσης αὐτῷ τῆς βασιλείας καὶ τῆς τοσαύτης τύχης ἣνἐθρήνει. οἷα γοῦν πρὸς τὸν ἑαυτοῦ διελέχθη υἱὸν Ἕκτορα, παραινῶν ἀναχωρεῖν ἀπὸ τῆς πρὸς τὸν Ἀχιλλέα μάχης, ἐν οἷς φησιν
ἀλλ᾽ εἰσέρχεο τεῖχος, ἐμὸν τέκος, ὄφρα σαώσῃς
Τρῶας 119 καὶ Τρῳάς, μηδὲ μέγα κῦδος ὀρέξῃς
Πηλείδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς;
πρὸς δ᾽ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ᾽ ἐλέησον,
δύσμορον, ὃν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος
οὐδῷ
αἴσῃ ἐν ἀργαλέῃ φθίσει, κακὰ πόλλ᾽ ἐπιδόντα,
υἷάς τ᾽ ὀλλυμένους, ἑλκηθείσας τε θύγατρας,
καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα
βαλλόμενα ποτὶ γαίῃ, ἐν αἰνῇ δηϊοτῆτι,
ἑλκομένας τε νυοὺσὀλοῇς; ὑπὸ χερσὶν Ἀχαιῶν.
αὐτὸν δ᾽ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσι
ὠμησταὶ ἐρύωσιν, 120 ἐπεὶ κέ τις ὀξέι χαλκῷ
τύψασἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται.
ἀλλ᾽ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον
αἰδῶ τ᾽ αἰσχύνωσι κύνες, κταμένοιο γέροντος,
τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.
ῥ᾽ γέρων πολιὰς δ᾽ ἄρ᾽ ἀνὰ τρίχας ἕλκετο
χερσί,
τίλλων ἐκ κεφαλῆς, οὐδ᾽ Ἕκτορι θυμὸν ἔπειθεν.
[p. 279] Ὄντων οὖν σοι παμπόλλων παραδειγμάτων περὶ τούτων ἐννοήθητι τὸν θάνατον οὐκ ὀλίγους ἀπαλλάττειν μεγάλων καὶ χαλεπῶν κακῶν, ὧν, εἰ ἐπεβίωσαν, πάντως ἂν ἐπειράθησαν. φειδόμενος τῆς τοῦ λόγου συμμετρίας παρέλιπον, ἀρκεσθεὶς τοῖς εἰρημένοις πρὸς τὸ μὴ δεῖν πέρα τοῦ φυσικοῦ καὶ μετρίου 121 πρὸς ἄπρακτα πένθη καὶ θρήνους ἀγεννεῖς ἐκτρέπεσθαι.


τὸ γὰρ μὴ δι᾽ αὑτὸν κακῶς πράττειν μὲν Κράντωρ 122 φησὶν οὐ μικρὸν εἶναι κούφισμα πρὸς τὰς τύχας, ἐγὼ δ᾽ ἂν εἴποιμι φάρμακον ἀλυπίας εἶναι μέγιστον. τὸ δὲ φιλεῖν τὸν μεταλλάξαντα καὶ στέργειν οὐκ ἐν τῷ λυπεῖν ἑαυτούς ἐστιν, ἀλλ᾽ ἐν τῷ τὸν ἀγαπώμενον ὠφελεῖν ὠφέλεια δ᾽ ἐστὶ τοῖς ἀφῃρημένοις διὰ τῆς ἀγαθῆς μνήμης τιμή. οὐδεὶς γὰρ ἀγαθὸς ἄξιος θρήνων ἀλλ᾽ ὕμνων καὶ παιάνων, 123 οὐδὲ πένθους ἀλλὰ μνήμης; εὐκλεοῦς, οὐδὲ δακρύων ἐπωδύνων ἀλλ᾽ ἐτείων 124 ἀπαρχῶν, εἴ γ᾽ μετηλλαχὼς θειότερόν τινα βίον μετείληφεν, ἀπαλλαγεὶς τῆς τοῦ σώματος λατρείας καὶ τῶν ἀτρύτων τούτων φροντίδων τε καὶ συμφορῶν, ἃς ἀνάγκη τοὺς εἰληχότας τὸν θνητὸν βίον ὑπομένειν, ἕως ἂν ἐκπλήσωσι τὸν ἐπικλωσθέντα τῆς ζωῆς βίον, 125 ὃν ἔδωκεν ἡμῖν φύσις οὐκ εἰς ἅπαντα τὸν χρόνον, ἀλλὰ καθ᾽ ἕκαστον ἀπένειμε τὸν μερισθέντα κατὰ τοὺς τῆς εἱμαρμένης νόμους . [p. 280]


διὸ τοὺς εὖ φρονοῦντας ἐπὶ τοῖς ἀποθνῄσκουσιν οὐ χρὴ πέρα τοῦ φυσικοῦ καὶ μετρίου τῆς περὶ τὴν τύχην 126 λύπης εἰς ἄπρακτα καὶ βαρβαρικὰ πένθη παρεκτρέπεσθαι καὶ τοῦθ᾽ ὅπερ πολλοῖς ἢδη συνέβη περιμένειν, ὥστε πρὶν ἀπώσασθαι τὰ πένθη κακουχουμένους τελευτῆσαι τὸν βίον καὶ ἐν τοῖς πενθίμοις τῆς κακοδαίμονος ταφῆς μεταλαβεῖν, ἅμα τῶν τε ἀνιαρῶν καὶ τῶν ἐκ τῆς ἀλογιστίας κακῶν συγκηδευομένων αὐτοῖς, ὥστ̓ἐπιφθέγξασθαι τὸ Ὁμηρικὸν
μυρομένοισι 127 δὲ τοῖσι μέλας ἐπὶ ἕσπερος ἦλθε
Διὸ καὶ πολλάκις αὑτοῖς προσδιαλέγεσθαι χρὴτί δέ; παυσόμεθά ποτε λυπούμενοι ἀκαταπαύστῳ συμφορᾷ συνεσόμεθα μέχρι παντὸς τοῦ βίου;τὸ γὰρ δὴ ἀτελεύτητον νομίζειν τὸ πένθος ἀνοίας ἐστὶν ἐσχάτης, καίτοι γ᾽ ὁρῶντας ὡς καὶ οἱ βαρυλυπότατοι καὶ πολυπενθέστατοι πραότατοι γίγνονται πολλάκις ὑπὸ τοῦ χρόνου, καὶ ἐν οἷς ἐδυσχέραινον σφόδρα μνήμασιν ἀνοιμώζοντες καὶ στερνοτυπούμενοι λαμπρὰς εὐωχίας συνίστανται μετὰ μουσουργῶν καὶ τῆς ἄλλης διαχύσεως. μεμηνότος οὖν ἐστι τὸ οὕτως ὑπολαμβάνειν παράμονον ἕξειν τὸ πένθος. ἀλλ᾽ εἰ λογίζοινθ᾽ ὅτι παύσεταί τινος γενομένου, προσαναλογίσαιντ᾽ ἂν χρόνου δηλαδή τι ποιήσαντος: τὸ μὲν 128 γὰρ γεγενημένον οὐδὲ θεῷ δυνατόν ἐστι ποιῆσαι ἀγένητον. οὐκοῦν τὸ νῦν παρ᾽ ἐλπίδα συμβεβηκὸς καὶ παρὰ τὴν ἡμετέραν δόξαν ἔδειξε τὸ εἰωθὸς περὶ πολλοὺς γίγνεσθαι δι᾽ αὐτῶν τῶν 129 ἔργων. τί οὖν; [p. 281] ἆρὰ γ̓ ἡμεῖς τοῦτο διὰ τοῦ λόγου μαθεῖν οὐ δυνάμεθα οὐδ᾽ ἐπιλογίσασθαι, ὅτι πλείη 130 μὲν γαῖα κακῶν πλείη δὲ θάλασσα καὶ τὰ
τοιάδε θνητοῖσι κακὰ κακῶν 131
ἀμφί τε κῆρες εἰλεῦνται, κενεὴ δ᾽ εἴσδυσις οὐδ᾽
αἰθέρι;


πολλοῖς γὰρ καὶ σοφοῖς ἀνδράσιν, ὥς φησι Κράντωρ, 132 οὐ νῦν ἀλλὰ πάλαι κέκλαυσται τἀνθρώπινα, τιμωρίαν ἡγουμένοις εἶναι τὸν βίον καὶ ἀρχὴν τὸ γενέσθαι ἄνθρωπον συμφορὰν τὴν μεγίστην τοῦτο δέ φησιν Ἀριστοτέλης καὶ τὸν Σειληνὸν συλληφθέντα τῷ Μίδᾳ ἀποφήνασθαι. βέλτιον δ᾽ αὐτὰς τὰς τοῦ φιλοσόφου λέξεις παραθέσθαι. φησὶ δὴ ἐν τῷ Εὐδήμῳ ἐπιγραφομένῳ Περὶ ψυχῆς ταυτί. ‘ διόπερ, κράτιστε πάντων καὶ μακαριστότατε, πρὸς τῷ μακαρίους καὶ εὐδαίμονας εἶναι τοὺς τετελευτηκότας νομίζειν καὶ τὸ ψεύσασθαί τι κατ᾽ αὐτῶν καὶ τὸ βλασφημεῖν οὐχ ὅσιον ὡς κατὰ βελτιόνων ἡγούμεθα 133 καὶ κρειττόνων ἤδη γεγονότων. καὶ ταῦθ᾽ οὕτως ἀρχαῖα καὶ παλαιὰ 134 παρ᾽ ἡμῖν, ὥστε τὸ παράπαν οὐδεὶς οἶδεν οὔτε τοῦ χρόνου τὴν ἀρχὴν οὔτε τὸν θέντα πρῶτον, ἀλλὰ τὸν ἄπειρον αἰῶνα διατελεῖ 135 νενομισμένα. πρὸς δὲ δὴ τούτοις διὰ στὸματος ὂν 136 τοῖς ἀνθρώποις ὁρᾷς καὶ 137 ἐκ πολλῶν ἐτῶν περιφέρεται θρυλούμενον.’ ‘τί τοῦτ᾽ ;ἔφη. κἀκεῖνος [p. 282] ὑπολαβώνὡς ἄρα μὴ γενέσθαι 138 μένἔφηἄριστον πάντων, τὸ δὲ τεθνάναι τοῦ ζῆν ἐστι κρεῖττον. καὶ πολλοῖς: οὕτω παρὰ τοῦ δαιμονίου μεμαρτύρηται. τοῦτο μὲν ἐκείνῳ τῷ Μίδᾳ λέγουσι δήπου μετὰ τὴν θήραν ὡς ἔλαβε τὸν Σειληνὸν διερωτῶντι καὶ πυνθανομένῳ τί ποτ᾽ ἐστὶ τὸ βέλτιστον 139 τοῖς ἀνθρώποις καὶ τί τὸ πάντων αἱρετώτατον, τὸ μὲν πρῶτον οὐδὲν ἐθέλειν εἰπεῖν ἀλλὰ σιωπᾶν ἀρρήκτως: 140 ἐπειδὴ δέ ποτε μόγις πᾶσαν μηχανὴν μηχανώμενος προσηγάγετο φθέγξασθαί τι πρὸς αὐτόν, οὕτως ἀναγκαζόμενον εἰπεῖνδαίμονος ἐπιπόνου καὶ τύχης χαλεπῆς ἐφήμερον σπέρμα, τί με βιάζεσθε λέγειν ὑμῖν ἄρειον μὴ γνῶναι; μετ᾽ ἀγνοίας γὰρ τῶν οἰκείων κακῶν ἀλυπότατος βίος. ἀνθρώποις δὲ πάμπαν οὐκ ἔστι γενέσθαι τὸ πάντων ἄριστον οὐδὲ μετασχεῖν τῆς τοῦ βελτίστου φύσεως ἄριστον ὰρα 141 πᾶσι καὶ πάσαις τὸ μὴ γενέσθαι: τὸ μέντοι μετὰ τοῦτο καὶ πρῶτον τῶν ἀνθρώπῳ ἀνυστῶν, 142 δεύτερον δέ, 143 τὸ γενομένους ἀποθανεῖν ὡς τάχιστα.’ δῆλον οὖν ὡς 144 οὔσης κρείττονος τῆς ἐν τῷ τεθνάναι διαγωγῆς τῆς ἐν τῷ ζῆν, οὕτως ἀπεφήνατομυρία δ᾽ ἐπὶ μυρίοις ἄν τις ἔχοι τοιαῦτα παρατίθεσθαι πρὸς ταὐτὸ κεφάλαιον: ἀλλ οὐκἀναγκαῖον μακρηγορεῖν.


οὐ χρὴ οὖν τοὺς ἀποθνήσκοντας νέους θρηνεῖν ὅτι τῶν ἐν τῷ μακρῷ βίῳ νομιζομένων [p. 283] ἀγαθῶν ἀπεστέρηνται: τοῦτο γὰρ ἄδηλον, ὡς πολλάκις εἴπομεν, εἴτ᾽ ἀγαθῶν ἀπεστερημένοι τυγχάνουσιν εἴτε κακῶν: πολλῷ γὰρπλείονα τὰ κακά. καὶ τὰ μὲν μόγις καὶ διὰ πολλῶν φροντίδων κτώμεθα, τὰ δὲ κακὰ πάνυ ῥᾳδίως στρογγύλα γὰρ εἶναί φασι ταῦτα καὶ συνεχῆ καὶ πρὸς ἄλληλα φερόμενα κατὰ πολλὰς αἰτίας, τὰ δ᾽ ἀγαθὰ διεχῆ τε καὶ δυσκόλως συνερχόμενα πρὸς αὐτοῖς τοῦ βίου τοῖς τέρμασιν. ἐπιλελησμένοις οὖν ἐοίκαμεν ὅτι οὐ μόνον, ὥς φησιν Εὐριπίδης, 145τὰ χρήματαοὐκἴδια κέκτηνται βροτοί,’ ἀλλ᾽ ἁπλῶς τῶν ἀνθρωπίνων οὐδέν. διὸ καὶ ἐπὶ πάντων λέγειν χρὴ
τὰ τῶν θεῶν δ᾽ ἔχοντες ἐπιμελούμεθα.
146 ὅταν δὲ χρῄζωσ᾽ αὔτ᾽ ἀφαιροῦνται πάλιν.
οὐ δεῖ οὖν δυσφορεῖν, ἐὰν ἔχρησαν ἡμῖν πρὸς ὀλίγον, ταῦτ᾽ ἀπαιτῶσιν οὐδὲ γὰρ οἱ τραπεζῖται, καθάπερ εἰώθαμεν λέγειν πολλάκις , ἀπαιτούμενοι τὰ θέματα δυσχεραίνουσιν ἐπὶ τῇ ἀποδόσει, ἐάνπερ εὐγνωμονῶσι. πρὸς γὰρ τοὺς οὐκ εὐμαρῶς ἀποδιδόντας εἰκότως ἄν τις εἴποιἐπελάθου ὅτι ταῦτ᾽ ἔλαβες ἐπὶ τῷ ἀποδοῦναι;:’ τοῦτο δὴ τοῖσθνητοῖς ἅπασι συμβέβηκεν. ἔχομεν γὰρ τὸ ζῆν ὥσπερ παρὰ καταθεμένοις 147 θεοῖς ἐξ ἀνάγκης, καὶ τούτου χρόνος οὐδείς ἐστιν ὡρισμένος τῆς ἀποδόσεως, ὥσπερ οὐδὲ τοῖς τραπεζίταις τῆς τῶν θεμάτων, ἀλλ᾽ ἄδηλον πόθ᾽ δοὺς ἀπαιτήσει. οὖν αὐτὸς μέλλων ἀποθνήσκειν τέκνων ἀποθανόντων ὑπεραγανακτῶν [p. 284] πῶς οὐ καταφανῶς ἐπιλέλησται ὅτι καὶ αὐτὸς ἄνθρωπός ἐστι καὶ τὰ τέκνα θνητὰ ἐγέννησεν; οὐ γάρ ἐστι φρένας ἔχοντος ἀνθρώπου ἀγνοεῖν ὅτι ἄνθρωπος ζῷόν ἐστι θνητόν, οὐδ᾽ ὅτι γέγονεν εἰς τὸ ἀποθανεῖν. εἰ γοῦν Νιόβη κατὰ τοὺς μύθους πρόχειρον εἶχε τὴν ὑπόληψιν ταύτην ὅτι καὶ
θαλέθοντι βίῳ
148 βλάσταις τε τέκνων βριθομένα γλυκερὸν
φάος ὁρῶσα
τελευτήσει, οὐκ ἂν οὕτως ἐδυσχέραινεν ὡς καὶ τὸ ζῆν ἐθέλειν ἐκλιπεῖν διὰ τὸ μέγεθος τῆς συμφορᾶς, καὶ τοὺς θεοὺς ἐπικαλεῖσθαι ἀνάρπαστον αὐτὴν γενέσθαι πρὸς ἀπώλειαν τὴν χαλεπωτάτην. δύ᾽ ἐστὶ τῶν Δελφικῶν γραμμάτων τὰ μάλιστ᾽ ἀναγκαιότατα πρὸς τὸν βίον, τὸγνῶθι σαυτὸνκαὶ τὸ μηδὲνἄγαν :’ ἐκ τούτων γὰρ ἤρτηται καὶ τἄλλα πάντα. ταῦτα γάρ ἐστιν ἀλλήλοις συνῳδὰ καὶ σύμφωνα, καὶ διὰ θατέρου θάτερον ἔοικε δηλοῦσθαι κατὰ δύναμιν. ἔν τε γὰρ τῷ γιγνώσκειν ἑαυτὸν: περιέχεται τὸ μηδὲν ἄγαν, καὶ ἐν τούτῳ τὸ γιγνώσκειν ἑαυτόν. διὸ καὶ περὶ μὲν τούτου φησὶν Ἴων οὕτως
τὸ γνῶθι σαυτὸν τοῦτ᾽ ἔπος μὲν οὐ μέγα,
149 ἔργον δ᾽ ὅσον Ζεὺς μόνος: ἐπίσταται θεῶν ,
δὲ Πίνδαρος 150
σοφοὶ δέ φησὶ καὶ τὸ μηδὲν ἄγαν ἔπος αἴνησαν
περισσῶς


ταῦτ᾽ οὖν ἐν διανοίᾳ τις ἔχων ὡς πυθὸ [p. 285] χρηστα παραγγέλματα πρὸς πάντα τὰ τοῦ βίου πράγματα ῥᾳδίως ἐφαρμόζειν δυνήσεται καὶ φέρειν αὐτὰ δεξιῶς, εἴς τε τὴν αὑτοῦ φύσιν ἀφορῶν καὶ εἰς τὸ μὴ πέρα τοῦ προσήκοντος ἐν τοῖς προσπίπτουσιν διαίρεσθαι πρὸς ἀλαζονείαν ταπεινοῦσθαι καὶ καταπίπτειν πρὸς οἴκτους καὶ ὀλοφυρμοὺς διὰ τὴν τῆς ψυχῆς ἀσθένειαν καὶ τὸν ἐμφυόμενον ἡμῖν τοῦ θανάτου φόβον παρὰ τὴν ἄγνοιαν τῶν εἰωθότων ἐν τῷ βίῳ συμβαίνειν κατὰ τὴν τῆς ἀνάγκης πεπρωμένης μοῖραν. καλῶς δ᾽ οἱ Πυθαγόρειοι παρεκελεύσαντο λέγοντες
ὅσσα δὲ δαιμονίῃσι τύχαις βροτοὶ ἄλγε᾽ ἔχουσιν, 151
ἣν ἂν μοῖραν ἔχῃς, ταύτην ἔχε μηδ᾽ ἀγανάκτει
καὶ τραγικὸς Αἰσχύλος 152
ἀνδρῶν γάρ ἐστιν ἐνδίκων τε καὶ σοφῶν
κἀν τοῖσι δεινοῖς 153 μὴ τεθυμῶσθαι θεοῖς
καὶ Εὐριπίδης 154
ὅστις δ᾽ ἀνάγκῃ συγκεχώρηκεν βροτῶν
155 σοφὸς παρ᾽ ἡμῖν καὶ τὰ θεῖ᾽ ἐπίσταται
καὶ ἐν ἄλλοις
τὰ προσπεσόντα δ᾽ ὅστις εὖ φέρει βροτῶν,
ἄριστος εἶναι σωφρονεῖν τέ μοι δοκεῖ


οἱ δὲ πολλοὶ πάντα καταμέμφονται καὶ πάντα τὰ παρὰ τὰς ἐλπίδας αὐτοῖς συμβεβηκότα ἐξ ἐπηρείας τύχης καὶ δαιμόνων γενέσθαι 156 νομίζουσι. [p. 286] διὸ καὶ ἐπὶ πᾶσιν ὀδύρονται, στένοντες καὶ τὴν ἑαυτῶν ἀτυχίαν αἰτιώμενοι. πρὸς οὓς ὑπστυχὼν ἄν τις εἴποι
θεὸς δέ σοι πῆμ᾽ οὐδὲν ἀλλ᾽ αὐτὸς σύ σοί
157
καὶ διὰ τὴν ἀπαιδευσίαν ἄνοια καὶ παραφροσύνη. διὰ ταύτην γοῦν τὴν διηπατημένην καὶ ψευδῆ δόξαν πάντα καταμέμφονται θάνατον. ἐὰν μὲν γὰρ ἐν ἀποδημίᾳ τις ὢν ἀποθάνῃ, στένουσιν ἐπιλέγοντες
δύσμορος, οὐδ᾽ ἄρα τῷ γε πατὴρ καὶ πότνια
158 μήτηρ
ὄσσε καθαιρήσουσιν
ἐὰν δ᾽ ἐπὶ τῆς οἰκείας πατρίδος 159 παρόντων τῶν γονέων, ὀδύρονται ὡς ἐξαρπασθέντος ἐκ τῶν χειρῶν καὶ τὴν ἐν ὀφθαλμοῖς ὀδύνην αὐτοῖς ἀφέντος. 160 ἐὰν δ᾽ ἄφωνος μηδὲν προσειπὼν περὶ μηδενός, κλαίοντες λέγουσιν
οὐδέ τί μοι εἶπας πυκινὸν ἔπος, οὗ τέ κεν αἰεί 161
μεμνῄμην
ἐὰν προσομιλήσας τι, τοῦτ᾽ ἀεὶ πρόχειρον ἔχουσιν ὥσπερ ὑπέκκαυμα τῆς λύπης. ἐὰν ταχέως, ὀδύρονται λέγοντεςἀνηρπάσθη.’ ἐὰν μακρῶς, μέμφονται ὅτι καταφθινήσας καὶ τιμωρηθεὶς 162 ἀπέθανε. πᾶσα πρόφασις ἱκανὴ πρὸς τὸ τὰς λύπας καὶ τοὺς θρήνους συνεγείρειν. ταῦτα δ᾽ ἐκίνησαν οἱ ποιηταί, καὶ μάλιστα τούτων πρῶτος Ὅμηρος λέγων [p. 287]
ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων,
163 νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας
ἄρρητον δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκε
164
καὶ ταῦτα μὲν οὔπω δῆλον εἰ δικαίως ὀδύρεται, ἀλλ᾽ ὅρα τὸ ἑξῆς
μοῦνος τηλύγετος πολλοῖσιν ἐπὶ κτεάτεσσι.
165


τίς γὰρ οἶδεν, εἰ θεὸς πατρικῶς κηδόμενος τοῦ ἀνθρωπείου γένους καὶ προορώμενος τὰ μέλλοντα συμβήσεσθαι προεξάγει τινὰς ἐκ τοῦ ζῆν ἀὼρους ; ὅθεν οὐδὲν φευκτὸν 166 νομιστέον αὐτοὺς πάσχειν
῾᾽ δεινὸν γὰρ οὐδὲν 167 τῶν ἀναγκαίων βροτοῖς
οὔτε τῶν κατὰ προηγούμενον λόγον συμβαινόντων οὔτε τῶν κατ᾽ ἐπακολούθησιν καὶ ὅτι οἱ πλεῖστοι θάνατοι πρὸ ἄλλων δυσχερῶν μειζόνων γίγνονται, καὶ ὅτι τοῖς μὲν οὐδὲ γενέσθαι συνέφερε, τοῖς δ᾽ ἅμα τῷ γενέσθαι ἀποθανεῖν, τοῖς δὲ προελθοῦσιν ἐπὶ μικρὸν τοῖς δ᾽ ἀκμάζουσι. πρὸς πάντας δὴ τούτους τοὺς θανάτους ἐλαφρῶς ἑκτέον, εἰδότας ὅτι τὴν μοῖραν οὐκ ἔστιν ἐκφυγεῖν πεπαιδευμένων δ᾽ ἐστὶν ἀνθρώπων προσειληφέναι ὅτι βραχὺν χρόνον προειλήφασιν ἡμᾶς οἱ δοκοῦντες ἄωροι τοῦ ζῆν ἐστερῆσθαι: καὶ γὰρ μακρότατος βίος ὀλίγος ἐστὶ καὶ στιγμαῖος πρὸς τὸν ἄπειρον αἰῶνα καὶ ὅτι πολλοὶ τῶν ἐπὶ πλέον πενθησάντων μετ᾽ οὐ πολὺ τοῖς ὑπ᾽ αὐτῶν κατοδυρθεῖσιν ἐπηκολούθησαν, οὐδὲν ἐκ τοῦ πένθους ὄφελος περιποιησάμενοι, μάτην δ᾽ ἑαυτοὺς [p. 288] , καταικισάμενοι ταῖς κακουχίαις. βραχυτάτου δὲ τοῦ τῆς ἐπιδημίας ὄντος ἐν τῷ βίῳ χρόνου, οὐκ ἐν ταῖς αὐχμηραῖς λύπαις οὐδ᾽ ἐν τῷ κακοδαιμονεστάτῳ πένθει διαφθείρειν ἑαυτοὺς δεῖ ταῖς ὀδύναις καὶ ταῖς τοῦ σώματος αἰκίαις παρατεινομένους, ἀλλὰ μεταβάλλειν ἐπὶ τὸ κρεῖσσον καὶ ἀνθρωπικώτερον, πειρωμένους καὶ σπουδάζοντας ἐντυγχάνειν ἀνδράσι τοῖς συλλυπουμένοις καὶ διεγείρουσι τὰ πένθη διὰ κολακείαν, ἀλλὰ τοῖς ἀφαιρουμένοις τὰς λύπας διὰ 168 τῆς γενναίας καὶ σεμνῆς παρηγορίας, ἐπακούοντας καὶ ἔχοντας ἐν νῷ τὸ Ὁμηρικὸν τοῦτ᾽ ἔπος, ὅπερ Ἕκτωρ πρὸς τὴν Ἀνδρομάχην ἀντιπαρηγορῶν αὐτὴν εἶπεν ὡδὶ κ
δαιμονίη, μή μοί τι λίην ἀκαχίζεο θυμῷ 169
οὐ γάρ τίς μ᾽ ὑπὲρ αἶσαν ἀνὴρ Ἄιδι προϊάψει,
μοῖραν δ᾽ οὔ τινά φημι πεφυγμένον ἔμμεναι
ἀνδρῶν,
οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα
γένηται
ταύτην δὲ τὴν μοῖραν ἐν ἄλλοις ποιητής φησι
γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ
170


ταῦτα πρὸ διανοίας λαβόντες τῆς ἀπράκτου καὶ κενῆς ἀπαλλαγησόμεθα βαρυπενθείας, ὀλίγου δὴ παντάπασι τοῦ μεταξὺ χρόνου τῆς ζωῆς ὄντος. φειστέον οὖν, ὅπως εὔθυμόν τε καὶ ἀπαρενόχλητον τοῦτον ταῖς πενθικαῖς λύπαις διαγάγωμεν, τὰ τοῦ πένθους παράσημα μεθέμενοι καὶ τῆς τοῦ σώματος ἐπιμελείας φροντίσαντες καὶ τῆς τῶν συμβιούντων [p. 289] ἡμῖν σωτηρίας. καλὸν δὲ καὶ μεμνῆσθαι τῶν λόγων, οἷς κατὰ τὸ εἰκὸς ἐχρησάμεθά ποτε πρὸς συγγενεῖς φίλους ἐν ταῖς παραπλησίοις γενομένους συμφοραῖς, παραμυθούμενοι καὶ πείθοντες τὰ κοινὰ τοῦ βίου συμπτώματα κοινῶς φέρειν καὶ τὰ ἀνθρώπινα ἀνθρωπίνως, καὶ μὴ τοῖς μὲν ἄλλοις ἐπαρκεῖν πρὸς ἀλυπίαν δύνασθαι, ἑαυτοῖς δὲ μηδὲν ὄφελος εἶναι τὴν τούτων ὑπόμνησιν, δι᾽ ὧν δεῖ τὸ ἀλγοῦν τῆς ψυχῆς ἀποθεραπεύεινπαιωνίοις λόγου φαρμάκοις, ’ ὡς πάντων μᾶλλον ἀλυπίας ἀναβολὴν δεῖ 171 ποιεῖσθαι. καίτοι γε τὸν ἐν ὁτῳοῦνἀμβολιεργὸν 172 ἄταιςφησὶπαλαίειν,’ τὸ κυκλούμενον τοῦτο παρὰ πᾶσιν ἔπος: πολὺ δ᾽ οἶμαι μᾶλλον τὸν ὑπερτιθέμενον τὰ τῆς ψυχῆς ἀχθεινὰ πάθη καὶ δυσάντητα πρὸς τὸν ἐπιόντα χρόνον.


ἀποβλέπειν δὲ καὶ πρὸς τοὺς εὐγενῶς καὶ μεγαλοφρόνως τοὺς ἐπὶ τοῖς υἱοῖς γενομένους θανάτους καὶ 173 πράως ὑποστάντας, Ἀναξαγόραν τὸν Κλαζομένιον καὶ Δημοσθένη τὸν Ἀθηναῖον 174 καὶ Δίωνα τὸν Συρακόσιον καὶ τὸν βασιλέα Ἀντίγονον, καὶ συχνοὺς ἄλλους τῶν τε παλαιῶν καὶ τῶν καθ᾽ ἡμᾶς. τούτων γὰρ Ἀναξαγόραν παρειλήφαμεν, ὥς φασι, φυσιολογοῦντα καὶ διαλεγόμενον τοῖς γνωρίμοις, ἀκούσαντα παρά τινος τῶν ἀναγγειλάντων αὐτῷ τὴν περὶ τὸν υἱὸν τελευτήν, μικρὸν ἐπισχόντα πρὸς τοὺς παρόντας εἰπεῖνᾔδειν ὅτι θνητὸν ἐγέννησα τὸν 175 [p. 290] υἱόν’. Περικλέα δὲ τὸν Ὀλύμπιον προσαγορευθέντα διὰ τὴν περὶ τὸν λόγον καὶ τὴν σύνεσιν ὑπερβεβλημένην δύναμιν, πυθόμενον ἀμφοτέρους αὐτοῦ τοὺς υἱοὺς μετηλλαχέναι τὸν βίον, Πάραλόν τε καὶ Ξάνθιππον, ὥς φησι Πρωταγόρας εἰπεῖν οὕτωςτῶν γὰρ υἱέων νεηνιέων 176 ἐόντων 177 καὶ καλῶν, ἐν ὀκτὼ δὲ τῇσι 178 πάσῃσι ἡμέρῃσι ἀποθανόντων νηπενθέως ἀνέτλη: εὐδίης γὰρ εἴχετο, ἐξ ἧς πολλὸν ὤνητο κατὰ πᾶσαν ἡμέρην εἰς εὐποτμίην καὶ ἀνωδυνίην καὶ τὴν ἐν τοῖσι 179 πολλοῖσι δόξαν: πᾶς γάρ τίς μιν ὁρέων 180 τὰ ἑωυτοῦ 181 πένθεα ἐρρωμένως φέροντα, μεγαλόφρονά τε καὶ ἀνδρήιον ἐδόκεε 182 εἶναι καὶ ἑωυτοῦ κρέσσω, 183 κάρτα εἰδὼς τὴν ἑωυτοῦ ἐν τοιοῖσδε πράγμασι ἀμηχανίηντοῦτον γὰρ εὐθὺς μετὰ τὴν προσαγγελίαν ἀμφοτέρων τῶν υἱέων οὐδὲν ἧττον ἐστεφανωμένον κατὰ τὸ πάτριον ἔθος καὶ λευχειμονοῦντα δημηγορεῖνβουλὰς 184 τ᾽ ἐξάρχοντ᾽ ἀγαθὰςπρός τε τὸν πόλεμον ἐπιπαρορμῶντα τοὺς Ἀθηναίους. Ξενοφῶντα δὲ τὸν Σωκρατικὸν θύοντά ποτε, παρὰ τῶν ἀγγέλων τῶν ἀπὸ τοῦ πολέμου πυθόμενον ὅτι υἱὸς αὐτοῦ Γρύλλος ἀγωνιζόμενος ἐτελεύτησε, περιελόμενον τὸν στέφανον ἐξετάζειν τίνα τρόπον ἐτελεύτησε. τῶν δὲ ἀπαγγειλάντων ὅτι γενναίως ἀριστεύων καὶ πολλοὺς τῶν πολεμίων κατακτείνας, μικρὸν παντελῶς διασιωπήσαντα 185 χρόνον καὶ τῷ λογισμῷ τὸ πάθος [p. 291] παρακατασχόντα, ἐπιθέμενον πάλιν τὸν στέφανον ἐπιτελεῖν τὴν θυσίαν, καὶ πρὸς τοὺς ἀγγέλους εἰπεῖν ὅτιθεοῖς ηὐξάμην οὐκ ἀθάνατον οὐδὲ πολυχρόνιον γενέσθαι μοι τὸν υἱὸν τὸ γὰρ τοιοῦτον ἄδηλον εἰ 186 συμφέρει, ἀγαθὸν δὲ καὶ φιλόπατριν, δὴ καὶ γέγονεν. ’ Δίωνα δὲ τὸν Συρακόσιον συνεδρεύοντα μετὰ τῶν φίλων, κατὰ τὴν οἰκίαν θορύβου γενομένου καὶ μεγάλης κραυγῆς, πυθόμενον τὴν αἰτίαν καὶ τὸ συμβεβηκὸς ἀκούσαντα ὅτι υἱὸς αὐτοῦ καταπεσὼν ἀπὸ τοῦ στέγους ἐτελεύτησεν, οὐδὲν ἐκπλαγέντα τὸ μὲν σωμάτιον κελεῦσαι τοῦ μεταλλάξαντος ταῖς γυναιξὶ παραδοῦναι πρὸς τὴν νόμιμον ταφήν, αὐτὸν δὲ περὶ ὧν διεσκέπτετο μὴ παραλιπεῖν. τοῦτον ζηλῶσαι λέγεται καὶ Δημοσθένην τὸν ῥήτορα, τὴν μόνην καὶ ἀγαπητὴν ἀπολέσαντα θυγατέρα, περὶ ἧς φησιν Αἰσχίνης, 187 κατηγορεῖν αὐτοῦ δόξας, ταυτί. ‘ ἑβδόμην δ᾽ ἡμέραν τῆς θυγατρὸς αὐτῷ τετελευτηκυίας, πρὶν πενθῆσαι καὶ τὰ νομιζόμενα ποιῆσαι, στεφανωσάμενος καὶ λευκὴν ἐσθῆτα ἀναλαβὼν ἐβουθύτει καὶ παρενόμει, 188 τὴν μόνην δείλαιος καὶ πρώτην αὐτὸν πατέρα προσειποῦσαν ἀπολέσας:.'’ οὗτος μὲν οὖν ῥητορικῶς προθέμενος αὐτοῦ κατηγορῆσαι ταῦτα διεξῆλθεν, ἀγνοῶν ὅτι διὰ τούτων αὐτὸν ἐπαινεῖ τὸ πενθεῖν παρωσάμενον καὶ τὸ φιλόπατρι πρὸ τῆς τῶν ἀναγκαίων συμπαθείας ἐπιδειξάμενον. Ἀντίγονον δὲ τὸν βασιλέα πυθόμενον τὴν Ἀλκυονέως τοῦ υἱοῦ τελευτὴν ἐν παρατάξει γενομένην [p. 292] μεγαλοφρόνως τε πρὸς τοὺς ἀπαγγείλαντας αὐτῷ τὴν συμφορὰν ἀπιδεῖν καὶ μικρὸν ἐπισχόντα καὶ κατηφιάσαντα προσειπεῖν Ἀλκυονεῦ, ὀψίτερον μετήλλαξας τὸν βίον, οὕτως ἀφειδῶς ἐξορμῶν πρὸς 189 τοὺς πολεμίους καὶ οὔτε τῆς ἑαυτοῦ σωτηρίας οὔτε τῶν ἐμῶν παραινέσεων φροντίζωνΤούτους δὴ τοὺς ἄνδρας θαυμάζουσι μὲν τῆς μεγαλοφροσύνης πάντες καὶ ἄγανται, μιμεῖσθαι δ᾽ ἐπὶ τῶν ἔργων οὐ δύνανται διὰ τὴν ἐκ τῆς ἀπαιδευσίας ἀσθένειαν τῆς ψυχῆς. πλὴν πολλῶν ὄντων παραδειγμάτων τῶν διὰ τῆς ἱστορίας ἡμῖν παραδιδομένων τῆς τε Ἑλληνικῆς καὶ τῆς,: Ῥωμαϊκῆς τῶν γενναίως καὶ καλῶς ἐν ταῖς τῶν ἀναγκαίων τελευταῖς διαγενομένων ἀποχρήσει τὰ εἰρημένα πρὸς τὴν ἀπόθεσιν τοῦ πάντων 190 ἀνιαροτάτου πένθους καὶ τῆς ἐν τούτῳ πρὸς οὐδὲν χρήσιμον ματαιοπονίας.


ὅτι γὰρ οἱ ταῖς ἀρεταῖς διενεγκόντες ὡς θεοφιλεῖς νέοι μετέστησαν πρὸς τὸ χρεὼν καὶ πάλαι μὲν διὰ τῶν πρόσθεν ὑπέμνησα λόγων, καὶ νῦν δὲ πειράσομαι διὰ βραχυτάτων ἐπιδραμεῖν, προσμαρτυρήσας τῷ καλῶς ὑπὸ Μενάνδρου ῥηθέντι τούτῳ
ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνῄσκει νέος
191
ἀλλ᾽ ἴσως ὑποτυχὼν ἂν φαίης Ἀπολλώνιε φίλτατε,σφόδρ᾽ ἦν ἐπιτεταγμένος νεανίσκος Ἀπόλλωνι καὶ μοίραις, 192οτε> καὶ σὲ ἔδει ὑπ᾽ ἐκείνου τελείου γενομένου κηδευθῆναι μεταλλάξαντα τὸν βίον: τοῦτο γὰρ εἶναι κατὰ φύσιν, τὴν ἡμετέραν δηλονότι καὶ τὴν [p. 293] ἀνθρωπίνην, ἀλλ᾽ οὐ κατὰ τὴν τῶν ὅλων πρόνοιαν καὶ τὴν κοσμικὴν διάταξιν. ἐκείνῳ δὲ τῷ μακαρισθέντι οὐκ ἦν κατὰ φύσιν περαιτέρω τοῦ ἀπονεμηθέντος αὐτῷ χρόνου πρὸς τὸν ἐνθάδε βίον περιμένειν, ἀλλ᾽ εὐτάκτως τοῦτον ἐκπλήσαντι πρὸς τὴν εἱμαρμένην ἐπανάγειν πορείαν, καλούσης αὐτῆς, φησίν, ἢδη πρὸς ἑαυτήν. ἀλλ᾽ ἄωρος 193 ἐτελεύτησεν; οὐκοῦν εὐποτμότερος διὰ τοῦτο καὶ κακῶν ἀπείρατός ἐστιν:
βίος γάρ φησὶν Εὐριπίδης ὄνομ ἔχει μόνον 194
μόρος 195 γεγώς. 196
οὗτος δ᾽ ἐπὶ τῆς εὐανθεστάτης ἡλικίας,: προαπεφοίτησεν ὁλόκληρος ἠίθεος, ζηλωτὸς καὶ περίβλεπτος πᾶσι τοῖς συνήθεσιν αὐτῷ, φιλοπάτωρ γενόμενος καὶ φιλομήτωρ καὶ φιλοίκειος καὶ φιλόσοφος, τὸ δὲ σύμπαν εἰπεῖν φιλάνθρωπος, αἰδούμενος μὲν τοὺς πρεσβυτέρους τῶν φίλων ὥσπερ πατέρας, στέργων δὲ τοὺς ὁμήλικας καὶ συνήθεις, τιμητικὸς δὲ τῶν καθηγησαμένων, ξένοις δὲ καὶ ἀστοῖς πραότατος, πᾶσι δὲ μείλιχος καὶ φίλος διά τε τὴν ἐξ ὄψεως χάριν καὶ τὴν, εὐπροσήγορον φιλανθρωπίαν. ἀλλὰ γὰρ ἐκεῖνος μὲν τῆς τε σῆς εὐσεβείας καὶ τῆς ἑαυτοῦ τὴν πρέπουσαν εὐφημίαν ἔχων πρὸς τὸν ἀεὶ χρόνον προαπεφοίτησε τοῦ θνητοῦ βίου, καθάπερ ἔκ του 197 συμποσίου, πρὶν εἴς τινα παροινίαν ἐκπεσεῖν τὴν τῷ μακρῷ γήρᾳ παρεπομένην. εἰ δ᾽ τῶν παλαιῶν ποιητῶν τε καὶ φιλοσόφων λόγος ἐστὶν [p. 294] ἀληθὴς ὥσπερ εἰκὸς ἔχειν, οὕτω καὶ τοῖς εὐσεβέσι τῶν μεταλλαξάντων ἔστι τις τιμὴ καὶ προεδρία καθάπερ λέγεται, καὶ χῶρός τις ἀποτεταγμένος ἐν διατρίβουσιν αἱ τούτων ψυχαί, καλὰς ἐλπίδας ἔχειν σε δεῖ περὶ τοῦ μακαρίτου υἱέος σου, ὅτι τούτοις συγκαταριθμηθεὶς συνέσται.


λέγεται δ᾽ ὑπὸ μὲν τοῦ μελικοῦ Πινδάρου 198 ταυτὶ περὶ τῶν εὐσεβῶν ἐν Ἅιδου,
τοῖσι λάμπει μὲν μένος ἀελίου τὰν ἐνθάδε νύκτα
κάτω,
φοινικορόδοις ἐν λειμώνεσσι προάστιον 199 αὐτῶν
200 καὶ λιβάνῳ σκιαρὸν καὶ χρυσοκάρποισι 201 βεβριθός. 202
καὶ τοὶ μὲν ἵπποις γυμνασίοις τε 203 τοὶ δὲ πεσσοῖς,
τοὶ δὲ φορμίγγεσι τέρπονται, παρὰ δέ σφισιν
εὐανθὴς ἅπας τέθαλεν 204 ὄλβος,
ὀδμὰ δ᾽ ἐρατὸν 205 κατὰ χῶρον κίδναται
αἰεὶ 206 θύα 207 μιγνύντων πυρὶ τηλεφανεῖ παντοῖα
θεῶν ἐπὶ βωμοῖς.
καὶ μικρὸν προελθὼν ἐν ἄλλῳ θρήνῳ περὶ ψυχῆς λέγων φησὶν
ὀλβίᾳ δ᾽ ἅπαντες αἴσᾳ λυσίπονον τελευτάν.
208 καὶ σῶμα μὲν πάντων ἕπεται θανάτῳ περισθενεῖ,
ζωὸν δ᾽ ἔτι 209 λείπεται αἰῶνος εἴδωλον: τὸ γάρ
ἐστι μόνον 210 [p. 295]
ἐκ θεῶν. εὕδει δὲ πρασσόντων μελέων, ἀτὰρ
εὑδόντεσσιν ἐν πολλοῖς ὀνείροις
δείκνυσι τερπνῶν ἐφέρποισαν 211 χαλεπῶν τε κρίσιν.


δὲ θεῖος Πλάτων πολλὰ μὲν ἐν τῷ Περὶ 212 ψυχῆς περὶ τῆς ἀθανασίας αὐτῆς εἴρηκεν, οὐκ ὀλίγα δ᾽ ἐν τῇ Πολιτείᾳ καὶ τῷ Μένωνι καὶ τῷ Γοργίᾳ καὶ σποράδην ἐν τοῖς ἄλλοις διαλόγοις. ἀλλὰ τὰ μὲν ἐν τῷ Περὶ ψυχῆς διαλόγῳ ῥηθέντα κατ᾽ ἰδίαν ὑπομνηματισάμενός σοι παρέξομαι, ὡς ἐβουλήθης: ἔσται 213 δὲ πρὸς τὸ παρὸν καίρια καὶ χρήσιμα τὰ λεχθέντα πρὸς Καλλικλέα 214 τὸν Ἀθηναῖον, ἑταῖρον δὲ καὶ μαθητὴν Γοργίου τοῦ ῥήτορος φησὶ γὰρ παρὰ τῷ Πλάτωνι 215 Σωκράτης, ‘ ἄκουε δή,’ φασί, 216 μάλα καλοῦ λόγου, ὃν σὺ μὲν ἡγήσει, ὡς ἐγὼ οἶμαι, μῦθον, ἐγὼ δὲ λόγον: ὡς ἀληθῆ γὰρ ὄντα σοι λέξω `ἃ μέλλω λέγειν. ὥσπερ γὰρ Ὅμηρος λέγει, διενείμαντο τὴν ἀρχὴν Ζεὺς καὶ Ποσειδῶν καὶ Πλούτων, ἐπειδὴ παρὰ τοῦ πατρὸς; παρέλαβον ἦν οὖν νόμος ὅδε περὶ ἀνθρώπων καὶ ἐπὶ Κρόνου, καὶ ἀεὶ καὶ νῦν ἔτ᾽ ἔστιν ἐν θεοῖς, τῶν ἀνθρώπων τὸν μὲν δικαίως διελθόντα τὸν βίον καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν, τὸν δ᾽ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς δίκης τε καὶ τίσεως δεσμωτήριον, δὴ τάρταρον καλοῦσιν, ἰέναι. τούτων δ᾽ οἱ δικασταὶ ἐπὶ Κρόνου καὶ ἔτι νεωστὶ τοῦ Διὸς τὴν ἀρχὴν [p. 296] ἔχοντος ζῶντες ἦσαν ζώντων, ἐκείνῃ τῇ ἡμέρᾳ δικάζοντες μέλλοιεν τελευτᾶν. ἔπειτα αἱ δίκαι πως οὐ καλῶς ἐκρίνοντο. τ᾽ οὖν Πλούτων καὶ οἱ ἐπιμεληταὶ οἱ ἐκ μακάρων νήσων ἰόντες ἔλεγον πρὸς τὸν Δία ὅτι φοιτῷέν σφισιν ἄνθρωποι ἑκατέρωσε ἀνάξιοι. εἶπεν οὖν Ζεὺςἀλλ᾽ ἐγώἔφηπαύσω τοῦτο γιγνόμενον. νῦν μὲν γὰρ κακῶς αἱ δίκαι δικάζονται. ἀμπεχόμενοι γάρἔφηοἱ κρινόμενοι κρίνονται: ζῶντες γὰρ κρίνονται. πολλοὶ 217 οὖν ἴσως δ᾽ ὃςπονηρὰς ψυχὰς ἔχοντες ἠμφιεσμένοι εἰσὶ σώματά τε καλὰ καὶ γένη καὶ πλούτους, καὶ ἐπειδὰν κρίσις , ἔρχονται αὐτοῖς πολλοὶ μαρτυρήσοντες ὡς δικαίως βεβιώκασιν. οἱ οὖν δικασταὶ ὑπό τε τούτων ἐκπλήττονται, 218 καὶ ἅμα καὶ αὐτοὶ ἀμπεχόμενοι δικάζουσι, πρὸ τῆς ψυχῆς τῆς ἑαυτῶν ὀφθαλμούς τε καὶ ὦτα καὶ ὅλον τὸ σῶμα προκεκαλυμμένοι. ταῦτα δὴ αὐτοῖς; πάντ᾽ ἐπίπροσθεν 219 γίγνεται, καὶ τὰ αὑτῶν 220 ἀμφιέσματα καὶ τὰ τῶν κρινομένων. πρῶτον μὲν οὖν παυστέον ἐστὶ προειδότας αὐτοὺς τὸν θάνατον: νῦν 221 γὰρ προΐσασι. τοῦτο μὲν οὖν καὶ δὴ εἴρηται τῷ Προμηθεῖ, ὅπως ἂν παύσῃ αὐτό. ἔπειτα γυμνοὺς κριτέον ἁπάντων τούτων: τεθνεῶτας γὰρ δεῖ κρίνεσθαι. καὶ τὸν κριτὴν δεῖ γυμνὸν εἶναι, τεθνεῶτα, αὐτῇ τῇ ψυχῇ αὐτὴν τὴν ψυχὴν θεωροῦντα ἐξαίφνης ἀποθανόντος ἑκάστου, ἔρημον ἁπάντων τῶν συγγενῶν, 222 καὶ καταλιπόντα ἐπὶ τῆς [p. 297] γῆς πάντα ἐκεῖνον τὸν κόσμον, ἵνα δικαία κρίσις 223 ἐγὼ οὖν ταῦτ᾽ ἐγνωκὼς πρότερος 224 ὑμεῖς ἐποιησάμην δικαστὰς υἱεῖς ἐμαυτοῦ, δύο μὲν ἐκ τῆς Ἀσίας, Μίνω τε καὶ Ῥαδάμανθυν, ἕνα δ᾽ ἐκ τῆς Εὐρώπης, Αἰακόν. οὗτοι οὖν ἐπειδὰν τελευτήσωσι, δικάσουσιν ἐν τῷ 225 λειμῶνι, ἐν τῇ τριόδῳ ἐξ ἧς φέρετον τὼ ὁδώ, μὲν εἰς μακάρων νήσους, δ᾽ εἰς τάρταρον. καὶ τοὺς μὲν ἐκ τῆς Ἀσίας Ῥαδάμανθυς κρινεῖ, τοὺς δ᾽ ἐκ τῆς Εὐρώπης Αἰακός Μίνῳ δὲ πρεσβεῖα δώσω ἐπιδιακρίνειν ἐὰν ἀπορῆτόν τι τὼ ἑτέρω, 226 ἵν᾽ ὡς δικαιοτάτη 227 κρίσις περὶ τῆς πορείας τοῖς ἀνθρὼποις’.' ταῦτ᾽ ἐστίν, Καλλίκλεις, ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ εἶναι: καὶ ἐκ τούτων τῶν λόγων τοιόνδε 228 τι λογίζομαι συμβαίνειν, ὅτι θάνατος τυγχάνει ὤν, ὡς ἐμοὶ δοκεῖ, οὐδὲν ἄλλο δυοῖν πραγμάτοιν διάλυσις, τῆς ψυχῆς καὶ τοῦ σώματος: ἀπ᾽ ἀλλήλοιν.


ταῦτά σοι συναγαγών, Ἀπολλώνιε φίλτατε, καὶ συνθεὶς μετὰ πολλῆς ἐπιμελείας ἀπειργασάμην τὸν παραμυθητικόν σοι λόγον, ἀναγκαιότατον ὄντα σοι 229 πρός; τε τὴν τῆς παρούσης λύπης ἀπαλλαγὴν καὶ τοῦ πάντων ἀνιαροτάτου πένθους παῦλαν. περιέχει δὲ καὶ τὴν πρὸς τὸν θεοφιλέστατον υἱόν σου Ἀπολλώνιον πρέπουσαν τιμήν, ποθεινοτάτην οὖσαν τοῖς ἀφιερωθεῖσι, τὴν διὰ τῆς ἀγαθῆς μνήμης καὶ τῆς ἀδιαλείπτου πρὸς τὸν ἀεὶ χρόνον εὐφημίας. καλῶς [p. 298] οὖν ποιήσεις καὶ τῷ λόγῳ πεισθεὶς καὶ τῷ μακαρίτῃ σου υἱῷ χαρισάμενος καὶ μεταβαλὼν ἐκ τῆς ἀνωφελοῦς περὶ τὸ σῶμα καὶ τὴν ψυχὴν κακώσεως καὶ καταφθορᾶς ἐπὶ τὴν συνήθη σοι καὶ κατὰ φύσιν διαγωγὴν ἐλθεῖν. 230 ὡς γὰρ οὐδὲ συμβιῶν ἡμῖν ἡδέως ἐώρα κατηφεῖς ὄντας οὔτε σὲ οὔτε τὴν μητέρα, οὕτως οὐδὲ νῦν μετὰ θεῶν ὢν καὶ τούτοις συνεστιώμενος εὐαρεστήσειεν ἂν τῇ τοιαύτῃ ὑμῶν διαγωγῇ. ἀνδρὸς οὖν ἀγαθοῦ καὶ γενναίου καὶ φιλοτέκνου φρόνημα ἀναλαβὼν σεαυτόν τε καὶ τὴν μητέρα τοῦ νεανίσκου καὶ τοὺς συγγενεῖς καὶ φίλους ἔκλυσαι τῆς τοιαύτης κακοδαιμονίας, εἰς γαληνότερον μετελθὼν βίου σχῆμα καὶ προσφιλέστερον 231 τῷ τε υἱῷ σου καὶ πᾶσιν ἡμῖν τοῖς κηδομένοις σου κατὰ τὸ προσῆκον. 15

1 καὶ πρὸς γονεῖς Stephanus

2 ἐπεὶ δὲ νῦν R: ἐπειδὴ οὖν

3 ψυχῆς] Aesch. Prom. 379

4 Εὐριπίδην] Nauck. p. 524

5 καὶ μανία γίγνεται πολλοῖσι Stobaeus Flor. XCIX 1

6 Meinek. IV p. 43

7 μετρίου Pflugkius: μέτρου

8 Κράντωρ] Mullach. 3 p. 146

9 τοιοῦτον] i. e. οἱον τεμνόμενον μὴ ἀλγεῖν

10 Nauck. p. 524

11 αὑτῷ H: αὐτῷ

12 Nauck. p. 447

13 id. p. 697

14 δὲ καὶ] δ᾽ H

15 Eurip. Iph. A. 29

16 βουλόμεν Euripides: βουλομένων

17 Μενάνδρου] Meinek. IV p. 227

18 τε Schaeferus: γε

19 σ᾽ Grotius

20 τὰ νυνί Bentleius: τὰ νῦν

21 τ᾽ H: δ᾽

22 ὄν addidi

23 Bergk. 3 p. 740

24 Homer. M 326

25 Bergk. 1 p. 450

26 Εὐριπίδου] Phoen. 558

27 μίκρ᾽ ἄττα τὰ scripsi: μικρότατα (ὡς μικρὰ τὰ Stobaeus Flor. CV 1. Nauck. p. 388)

28 ἔχον ἦν H: εἶχεν ὄν

29 Nauck. p. 387

30 Πίνδαρος] Pyth. VIII 135

31 Κράντωρ] Mullach. 3 p. 157

32 δὲ H: τε

33 οὐδὲν ἀτυχεῖν R

34 τελέσωσι H ex Homer. ς 133

35 Hom. ς 136

36 id. Z 145

37 πτολεμίζω H: πτολεμίζειν

38 id. Φ 463

39 Homer. Ω 522

40 Hesiod. OD 94

41 κωμικός] Meinek. IV p. 23

42 ἀεὶ Stobaeus Flor. CVIII 1: αἰεὶ

43 ποιεῖς πλέον Meinekius: πλέον ποιοῦμεν

44 τὸ δάκρυον Sobaeus: τὰ δάκρυα

45 Nauck. p. 366

46 ἐμμεμόχλευνται Bentleius: ἐκμεμόχθηνται

47 μέγιστον Elmsleius: μεγίστης

48 ἔλαττον R: ἐλάττονα

49 Αἰσχύλος] Nauck. p. 84

50 Nauck. p. 64

51 id. p. 523

52 id. p. 697

53 δυσανιῶν καὶ] fort. δυσάνιον καὶ ** ut adiectivum suppleatur. cf. lin. 26 δυσαλγῆ

54 οὐκ ἔστιν addidi

55 Ἡράκλειτος] Mullach. 1 p. 321

56 ταύτῷ

57 τὸ et τὸ del. R facile sane

58 συνεχεῖς αὐτοῖς] συγχέασ᾽ αὐτοὶς Sauppius

59 ἐπαγωγοὺς Emperius: ἐπαγωγὰς

60 Σιμωνίδης] Bergk. 3 p. 407

61 Πίνδαρος] Pyth. III 81

62 δαίονται Pindarus: δαίνυνται

63 Σοφοκλῆς] Nauck. p. 248

64 Εὐριπίδης] Alc. 780

65 Σωκράτης] Plat. Apol. p. 40 c

66 Ὅμηρος] ν 80

67 Homer. Ξ 231

68 id. Π 672. 682

69 χάλκεον] Homer. Λ 241

70 προλαμβάνει Doehnerus: προλαμβάνει ὕπνος τὸν θάνατον

71 ἀγαθόν τοι? τὸ γὰρ ἀδούλωτον τῇ Duebnerus: τοῦτο γὰρ δεδούλωται

72 Πλάτων] Phaed. p. 66 b

73 αἱ Plato: αἱ ἀπὸ

74 Σωκράτης] Plat. Apol. p. 29 a

75 Nauck. p. 697

76 Πίνδαρος] Bergk. 1 p. 374

77 πατρὸς scripsi: πατρὸς καὶ, quae del. H

78 που Iunius: ἤρου

79 νηπιέῃσιν ἀλύουσιν H: ϝήπιε ἠλύσιε

80 οὐκ ἦν γὰρ] οὐ γὰρ ἔην H οὐδὲ Turnebus: οὔτε

81 ὥσπερ γὰρ - οὕτως οὐδὲ κακόν del. H

82 ἄλγος] Nauck. p. 64

83 τὸ] Eurip. Troad. 636

84 μὴ γενέσθαι W: μὴ γενέσθαι

85 γὰρ] δ᾽ coni. H

86 Ἐπιχαρμος] Mullach. 1 p. 145

87 ἀπῆνθεν - ἦνθε Scaliger: ἀπῆλθεν - ἦλθε

88 εὐριπίδῃ] Nauck. p. 396

89 ἐθάλεον L. Dindorfius: ἐθάλλεον cf. Bergk. 3 p. 662

90 Bergk. 3 p. 516

91 Εὐριπίδης] Suppl. 1109

92 Nauck. p. 396

93 Bergk. 3 p. 739

94 βαθὺν W

95 Ἅιδαν idem: αἶδαν

96 ἅπαντ᾽ ἐς ἦλθε Bergkius

97 ὅττι] διότι Iacobi

98 Meinek. IV p. 669 V p. CCCXLVII

99 αὖ H

100 θάνατος Meziriacus

101 Nauck. p. 468

102 γῆν ἀναγκαίως δ᾽ Grotius: τὴν δ᾽ ἀναγκαίως

103 αὑτὸν scripsi: αὐτὸν

104 Homer. o 245

105 πλείστας - φορὰς] πλείστην - φορὰν H

106 πάντως ἂν] πάντως H

107 Εὐριπίδῃ] auck. p. 381

108 νοῦν Galenus vol. 5 p. 151 Chart.: εἰς

109 τ᾽ idem

110 ϝεωρὲς Musgravius: ϝεαρὸν

111 δάκοι Galenus vol. 5 p. 151 Chart.: δάκῃ

112 Ἀχαιὸν] Nauck. p. 587

113 Πλάτων] Rep. p. 604 b

114 βέλτιστ᾽ ἂν Plato: βέλτιστα

115 ἐλευθερίου Hertlinus: ἐλευθέρου

116 Ἰων] Nauck. p. 576

117 καὶ παίδων del. H

118 κἂν Πρίαμος addidi. Auditur μεῖον ἐδάκρυσεν

119 Τρωάς Homer. X 56: τρωῖάδας

120 ἐρύουσιν idem: ἐρύωσιν aut ἐρύσωσιν Vs. 24 - 26 del. H

121 καὶ μετρίου] μέτρου H

122 Κράντωρ] Mullach. 3 p. 149

123 παιάνων Lennepius: ἐπαίνων

124 ἐτείων Toupius: ἀστείων

125 βίον] μίτον H

126 τύχην W: ψυχὴν

127 Μυρομένοισι] Ψ 109. α 423. ς 305

128 τὸ μὲν] τὸ H

129 αὐῶν τῶν] τῶν αὐτῶν?

130 πλείη] Hesiod. OD 101

131 Bergk. 3 p. 689

132 Κράντωρ Mullach. 3 p. 149

133 ἡγούμεθα ὡς κατὰ βελτιόνων corr. H

134 παλαιὰ Sauppius: παλαιὰ διατελεῖ νενομισμένα

135 διατελεῖ idem: τυγχάνουσι διὰ τέλους οὑτω

136 ὂν Halmius: ἔν

137 καὶ scripsi: ὡς

138 γενέσθαι scripsi: γίνεσθαι

139 βέλτιστον Meziriacus: βέλτιον

140 ἀρρήκτως R: ἀρρήτως

141 ἄρα Bernaysius: γὰρ

142 ἀνθρώπῳ ἀνυστῶν R: ἄλλων ἀυστὸν

143 δεύτερον δὲ del. H

144 ὡς] ὅτι ὡς R

145 Εὐριπίδης] Phoen. 555

146 ibid. 556

147 παρὰ καταθεμένοις scripsi: παρακαταθεμένοις

148 Bergk. 3 p. 720. Nauck. p. 697

149 Nauck. p. 576

150 Πίνδαρος] Bergk. 1 p. 453

151 Carm. Aur. 17

152 Αἰσχύλος] Nauck. p. 543

153 λἀν τοῖς κακίστοις

154 Εὐριπιδης] Nauck. p. 524

155 id. p. 412

156 γενέσθαι H: γίνεσθαι

157 σὺ σοὶ R ex Soph. OR 379: αὑτῷ σὺ σοὶ

158 Homer. Λ 453

159 πατρίδος del. R

160 ἐφέντος corr. H

161 Homer. Ω 744

162 τιμωρηθεὶς] ταλαιπωρηθεὶς?

163 Homer. Ψ 222

164 id. P 37. Versum del. H

165 id. I 482

166 φευκτὸν] ἀπευκτὸν H

167 δεινὸν γὰρ οὐδὲν Clemens Strom. IV p. 587 (Nauck. p. 468, 757, 9): οὐδὲν γὰρ δεινὸν

168 διὰ τῆς] διὰ H

169 Homer. Z 486

170 id. Ψ 128

171 δεῖν] δέον?

172 ἀμβολιεργὸν] Hesiod. OD 414

173 θανάτους καὶ W: θανάτους

174 καὶ - Ἀθηναῖον] fort. supplendum καὶ Περικλέα τὸν Ὀλύμπιον καὶ Ξενοφῶντα τὸν Σωκρατικὸν καὶ Δημοσθένη τὸν Ἀθηναῖον

175 τὸν H

176 νεηνείων H: νεηνιῶν

177 ἐόντων scripsi: ὄντων

178 τῇσι H: ταῖς

179 τοῖσι H: τοῖς

180 ὁρέων H: ὁρῶν

181 ἑωυτοῦ scripsi: ἑαυτοῦ. item lin. 13

182 ἀνδρήιον ἐδόκεε H: ἀνδρεῖον ἐδόκει

183 κρέσσω scripsi: κρείσσω

184 βουλάς] Homer. B 273

185 ita scripsi pro διαστήσαντα

186 εἰ H: ὅτι

187 Αἰσχίνης] adv. Ctesiph. p. 64, 38

188 παρενόμει Aeschines: παρηνόμει

189 πρὸς] ἐπὶ H

190 πάντων R: παντὸς

191 Meinek. IV p. 105

192 μοίραις] Μούσαις Madvigius

193 ἄωρος Didotiana: ἀώρως

194 Nauck. p. 524

195 ἔχει μόνον μόρος scripsi: ἔχει πόνος

196 γεγώς Nauckius: ἐγώ σ᾽

197 ἔκ του scripsi: ἐκ τοῦ

198 Πινδάρου] Bergk. 1 p. 425

199 προάστιον G. Hermannus: προάστειον

200 ita p. 1130 c: φοινικορόδιαί τε λειμῶνες

201 χρυσέοις καρποῖς Boeckhius

202 βεβριθός R: βέβριθε

203 τε Hermannus

204 idem: τέθηλεν

205 Xylander: ἐρατῶν

206 Boeckhius: ἀεὶ

207 θύα Hermannus: θύματα

208 Bergk. 1 p. 427

209 ζωὸν δ᾽ ἔτι vit. Rom. c. 28: ζῶν δὲ

210 ἐστι μόνον ibidem: μόνον ἐστί

211 ἐφέρποισαν Boeckhius: ἐφέρπουσαν

212 περὶ R: περί τε

213 ἔσται δὲ scripsi: τὰ δὲ

214 Xylander

215 Πλάτωνι] Gorg. p. 523 c

216 φασί Plato: φησί

217 πολλοὶ Plato: πολλοὶ μὲν

218 ἐκπλήττονται καὶ idem: ἐκπλήττονται

219 ἐπίπροσθεν idem: ἐπιπρόσθησις

220 αὐτῶν idem: ἑαυτῶν

221 νῦν idem: νῦν μὲν

222 συγγενῶν καὶ idem: συγγενῶν

223 δικαία κρίσις Plato: κρίσις δικαία

224 πρότερος idem: πρότερον

225 τὼ idem: τὰ

226 ἀπορη-τόν τι τὼ ἑτέρω idem: ἀπόρρητόν τι τῷ ἑτέρῳ

227 idem

228 τοιόνδε idem: τοιόν (sic)

229 σοι del. H

230 ἐλθεῖν del. R

231 προσφιλέστερον idem: προσφιλέστατον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: