Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εἰ μέν, ὡς Φιλόξενυς ποιητὴς ἔλεγεν, Μάρκε Σήδατε, 1 τῶν κρεῶν τὰ μὴ κρέα ἥδιστά ἐστι καὶ τῶν ἰχθύων οἱ μὴ ἰχθύες, ἐκείνοις ἀποφαίνεσθαι παρῶμεν οἷς Κάτων ἔφη τῆς καρδίας τὴν ὑπερῴαν εὐαισθητοτέραν ὑπάρχειν. ὅτι δὲ τῶν ἐν φιλοσοφίᾳ λεγομένων οἱ σφόδρα νέοι τοῖς μὴ δοκοῦσι φιλοσόφως μηδ᾽ ἀπὸ σπουδῆς λέγεσθαι χαίρουσι μᾶλλον καὶ παρέχουσιν ὑπηκόους ἑαυτοὺς καὶ χειροήθεις, δῆλόν ἐστιν ἡμῖν. οὐ γὰρ μόνον τὰ Αἰσώπεια μυθάρια καὶ τὰς ποιητικὰς ὑποθέσεις ἀλλὰ καὶ τὸν Ἄβαριν τὸν Ἡρακλείδου καὶ τὸν Λύκωνα τὸν Ἀρίστωνος διερχόμενοι καὶ τὰ 2 περὶ τῶν ψυχῶν δόγματα μεμιγμένα μυθολογίᾳ μεθ᾽ ἡδονῆς ἐνθουσιῶσι. διὸ δεῖ μὴ μόνον ἐν ταῖς περὶ ἐδωδὴν καὶ πόσιν ἡδοναῖς διαφυλάττειν εὐσχήμονας αὐτούς, ἔτι δὲ μᾶλλον ἐν ταῖς ἀκροάσεσιν καὶ ἀναγνώσεσιν ἐθίζειν, ὥσπερ ὄψῳ χρωμένους μετρίως τῷ τέρποντι, [p. 34] τὸ χρήσιμον ἀπ᾽ αὐτοῦ καὶ τὸ σωτήριον διώκειν. οὔτε γὰρ πόλιν αἱ κεκλειμέναι πύλαι τηροῦσιν ἀνάλωτον, ἂν διὰ μιᾶς παραδέξηται τοὺς πολεμίους, οὔτε νέον αἱ περὶ τὰς ἄλλας ἡδονὰς ἐγκράτειαι σῴζουσιν, ἄν γε δι᾽ ἀκοῆς λάθῃ προέμενος αὑτόν, ἀλλ᾽ ὅσον μᾶλλον αὕτη τοῦ φρονεῖν καὶ λογίζεσθαι πεφυκότος ἅπτεται, τοσοῦτο μᾶλλον ἀμεληθεῖσα βλάπτει καὶ διαφθείρει τὸν παραδεξάμενον. ἐπεὶ τοίνυν οὔτ᾽ ἴσως δυνατόν ἐστιν οὔτ᾽ ὠφέλιμον ποιημάτων ἀπείργειν τὸν τηλικοῦτον ἡλίκος οὑμός τε τὸ νῦν Σώκλαρός ἐστι καὶ σὸς Κλέανδρος, εὖ μάλα παραφυλάττωμεν αὐτούς, ὡς ἐν ταῖς ἀναγνώσεσι μᾶλλον ταῖς: ὁδοῖς παιδαγωγίας δεομένους. δ᾽ οὖν ἐμοὶ περὶ ποιημάτων εἰπεῖν πρῴην ἐπῆλθε, νῦν πρὸς σὲ γεγραμμένα πέμψαι διενοήθην. καὶ λαβὼν ταῦτα δίελθε, κὰν δοκῇ σοι μηδὲν εἶναι φαυλότερα τῶν ἀμεθύστων καλουμένων, τινες ἐν τοῖς πότοις περιάπτονται καὶ προλαμβάνουσι, 3 μεταδίδου τῷ Κλεάνδρῳ καὶ προκαταλάμβανε τὴν φύσιν αὐτοῦ διὰ τὸ μηδαμοῦ νωθρὸν ἀλλὰ πανταχοῦ σφοδρὸν καὶ δεδορκὸς εὐαγωγοτέραν ὑπὸ τῶν τοιούτων οὖσαν.
πουλύποδος κεφαλῇ ἔνι μὲν κακὸν ἐν δὲ καὶ ἐσθλόν
ὅτι βρωθῆναι μέν ἐστιν ἥδιστος, δυσόνειρον δ᾽ ὕπνον ποιεῖ, φαντασίας ταραχώδεις καὶ ἀλλοκότους δεχόμενον, ὡς λέγουσιν. οὕτω δὴ καὶ ποιητικῇ πολὺ μὲν τὸ ἡδὺ καὶ τρόφιμον νέου ψυχῆς ἔνεστιν, οὐκ ἔλαττον δὲ τὸ ταρακτικὸν καὶ παράφορον, ἂν μὴ [p. 35] τυγχάνῃ παιδαγωγίας ὀρθῆς ἀκρόασις. οὐ γὰρ μόνον ὡς ἔοικε περὶ τῆς Αἰγυπτίων χώρας ἀλλὰ καὶ περὶ τῆς ποιητικῆς ἔστιν εἰπεῖν ὅτι
φάρμακα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά
4
τοῖς χρωμένοις ἀναδίδωσιν.
ἔνθ᾽ ἔνι μὲν φιλότης, ἐν δ᾽ ἵμερος: ἐν δ᾽ ὀαριστύς
πάρφασις, τ᾽ ἔκλεψε νόον πύκα περ φρονεόντων
5
οὐ γὰρ ἅπτεται τὸ ἀπατηλὸν αὐτῆς ἀβελτέρων κομιδῇ καὶ ἀνοήτων. διὸ καὶ Σιμωνίδης μὲν ἀπεκρίνατο πρὸς τὸν εἰπόντα τίδὴ μόνους οὐκ ἐξαπατᾷς Θετταλούς;’ ‘ἀμαθέστεροι γάρ εἰσιν ὡς ὑπ᾽ ἐμοῦ ἐξαπατᾶσθαι.’ Γοργίας δὲ τὴν τραγῳδίαν εἶπεν ἀπάτην, ἣν 3 τ᾽ ἀπατήσας δικαιότερος τοῦ μὴ ἀπατήσαντος καὶ ἀπατηθεὶς σοφώτερος τοῦ μὴ ἀπατηθέντος. πότερον οὖν τῶν νέων ὥσπερ τῶν Ἰθακησίων σκληρῷ 6 τινι τὰ ὦτα καὶ ἀτέγκτῳ κηρῷ καταπλάσσοντες ἀναγκάζωμεν αὐτοὺς τὸ Ἐπικούρειον ἀκάτιον ἀραμένους ποιητικὴν φεύγειν καὶ παρεξελαύνειν , μᾶλλον ὀρθῷ τινι λογισμῷ παριστάντες καὶ καταδέοντες, τὴν κρίσιν, ὅπως μὴ παραφέρηται τῷ τέρποντι πρὸς τὸ βλάπτον, ἀπευθύνωμεν καὶ παραφυλάττωμεν ;
οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος
7
ὑγιαίνοντα νοῦν εἶχεν, ὅτι πολλῶν μεθυσκομένων καὶ παροινούντων τὰς ἀμπέλους περιιὼν ἐξέκοπτεν ἀντὶ τοῦ τὰς κρήνας ἐγγυτέρω προσαγαγεῖν καὶ [p. 36]μαινόμενονθεόν, ὥς φησιν Πλάτων, 8ἑτέρῳ θεῷ νήφοντι κολαζόμενονσωφρονίζειν. ἀφαιρεῖ γὰρ κρᾶσις τοῦ οἴνου τὸ βλάπτον, οὐ συναναιροῦσα τὸ χρήσιμον; μηδ᾽ ἡμεῖς οὖν τὴν ποιητικὴν ἡμερίδα τῶν Μουσῶν ἐκκόπτωμεν μηδ᾽ ἀφανίζωμεν, ἀλλ᾽ ὅπου μὲν ὑφ᾽ ἡδονῆς ἀκράτου πρὸς δόξαν αὐθάδως θρασυνόμενον ἐξυβρίζει καὶ ὑλομανεῖ τὸ μυθῶδες αὐτῆς καὶ θεατρικόν, ἐπιλαμβανόμενοι κολούωμεν καὶ πιέζωμεν: ὅπου δ᾽ ἅπτεταί τινος μούσης τῇ χάριτι καὶ τὸ γλυκὺ τοῦ λόγου καὶ ἀγωγὸν οὐκ ἄκαρπόν ἐστιν οὐδὲ κενόν, ἐνταῦθα φιλοσοφίαν εἰσάγωμεν καὶ καταμιγνύωμεν. ὥσπερ γὰρ μανδραγόρας ταῖς ἀμπέλοις παραφυόμενος καὶ διαδιδοὺς τὴν δύναμιν εἰς τὸν οἶνον μαλακωτέραν ποιεῖ τὴν καταφορὰν τοῖς πίνουσιν, οὕτω τοὺς λόγους ποίησις ἐκ φιλοσοφίας ἀναλαμβάνουσα μιγνυμένους πρὸς τὸ μυθῶδες ἐλαφρὰν καὶ προσφιλῆ παρέχει τοῖς νέοις τὴν μάθησιν. ὅθεν οὐ φευκτέον ἐστὶ τὰ ποιήματα τοῖς φιλοσοφεῖν μέλλουσιν, ἀλλὰ προφιλοσοφητέον τοῖς ποιήμασιν ἐθιζομένους ἐν τῷ τέρποντι τὸ χρήσιμον ζητεῖν καὶ ἀγαπᾶν: εἰ δὲ μή, διαμάχεσθαι καὶ δυσχεραίνειν. ἀρχὴ γὰρ αὕτη παιδεύσεως,
ἔργου δὲ παντὸς ἤν τις ἄρχηται καλῶς,
9 καὶ τὰς τελευτὰς εἰκὸς ἐσθ᾽ οὕτως ἔχειν
κατὰ τὸν Σοφοκλέα.


πρῶτον μὲν οὖν εἰσάγειν εἰς τὰ ποιήματα δεῖ τὸν νέον μηδὲν οὕτω μεμελετημένον ἔχοντα καὶ [p. 37] πρόχειρον ὡς τὸπολλὰ ψεύδονται ἀοιδοὶ10 τὰ μὲν ἑκόντες τὰ δ᾽ ἄκοντες. ἑκόντες μέν, ὅτι πρὸς ἡδονὴν ἀκοῆς καὶ χάριν, ἣν οἱ πλεῖστοι διώκουσιν, αὐστηροτέραν ἡγοῦνται τὴν ἀλήθειαν τοῦ ψεύδους. μὲν γὰρ ἔργῳ γιγνομένη, κἂν ἀτερπὲς ἔχῃ τὸ τέλος, οὐκ ἐξίσταται: τὸ δὲ πλαττόμενον λόγῳ ῥᾷστα περιχωρεῖ καὶ τρέπεται πρὸς τὸ ἣδιον ἐκ τοῦ λυποῦντος. οὔτε γὰρ μέτρον οὔτε τρόπος οὔτε λέξεως ὄγκος οὔτ᾽ εὐκαιρία μεταφορᾶς οὔθ᾽ ἁρμονία καὶ σύνθεσις ἔχει τοσοῦτον αἱμυλίας καὶ χάριτος ὅσον εὖ πεπλεγμένη διάθεσις μυθολογίας: ἀλλ᾽ ὥσπερ ἐν γραφαῖς κινητικώτερόν ἐστι χρῶμα γραμμῆς διὰ τὸ ἀνδρείκελον καὶ ἀπατηλόν, οὕτως ἐν ποιήμασι μεμιγμένον πιθανότητι ψεῦδος ἐκπλήττει καὶ ἀγαπᾶται μᾶλλον τῆς ἀμύθου καὶ ἀπλάστου περὶ μέτρον καὶ λέξιν κατασκευῆς. ὅθεν Σωκράτης ἔκ τινων ἐνυπνίων ποιητικῆς ἁψάμενος αὐτὸς μέν, ἅτε δὴ γεγονὼς ἀληθείας ἀγωνιστὴς τὸν ἅπαντα βίον, οὐ πιθανὸς ἦν οὐδ᾽ εὐφυὴς ψευδῶν δημιουργός, τοὺς δ᾽ Αἰσώπου μύθους ἔπεσιν ἐνέτεινεν 11, ὡς ποίησιν οὐκ οὖσαν ψεῦδος μὴ πρόσεστι. : θυσίας μὲν γὰρ ἀχόρους καὶ ἀναύλους ἴσμεν, οὐκ ἴσμεν δ᾽ ἄμυθον οὐδ᾽ ἀψευδῆ ποίησιν. τὰ δ᾽ Ἐμπεδοκλέους ἔπη καὶ Παρμενίδου καὶ θηριακὰ Νικάνδρου καὶ γνωμολογίαι Θεόγνιδος λόγοι εἰσὶ 12 κιχράμενοι 13 παρὰ ποιητικῆς ὥσπερ ὄχημα τὸ μέτρον καὶ τὸν ὄγκον, ἵνα τὸ πεζὸν διαφύγωσιν. ὅταν οὖν ἄτοπόν τι καὶ [p. 38] δυσχερὲς ἐν τοῖς: ποιήμασι λέγηται περὶ θεῶν δαιμόνων ἀρετῆς ὑπ᾽ ἀνδρὸς ἐλλογίμου καὶ δόξαν ἔχοντος, μὲν ὡς ἀληθῆ προσδεξάμενος λόγον οἴχεται φερόμενος καὶ διέφθαρται τὴν δόξαν, δὲ μεμνημένος ἀεὶ καὶ κατέχων ἐναργῶς τῆς ποιητικῆς τὴν περὶ τὸ ψεῦδος γοητείαν καὶ δυνάμενος λέγειν ἑκάστοτε πρὸς αὐτὴν
μηχάνημα λυγκὸς 14 αἰολώτερον
15
τί παίζουσα τὰς ὀφρῦς συνάγεις, τί δ᾽ ἐξαπατῶσα προσποιῇ διδάσκειν; οὐδὲν πείσεται δεινὸν οὐδὲ πιστεύσει φαῦλον, ἀλλ᾽ ἐπιλήψεται μὲν τοῦ 16 φοβουμένου τὸν Ποσειδῶνα καὶ ταρβοῦντος μὴ τὴν γῆν ἀναρρήξῃ καὶ ἀπογυμνώσῃ τὸν Ἅιδην, ἐπιλήψεται δὲ τοῦ 17 Ἀπόλλωνι χαλεπαίνοντος ὑπὲρ τοῦ πρώτου τῶν Ἀχαιῶν,
ὃν αὐτὸς ὑμνῶν αὐτὸς ἐν δαίτῃ παρὼν
18 αὐτὸς τάδ᾽ εἰπὼν αὐτός ἐστιν κτανών
παύσεται δὲ τὸν φθιτὸν Ἀχιλλέα καὶ τὸν Ἀγαμέμνονα τὸν καθ᾽ Ἅιδου δακρύων, ἀδυνάτους καὶ ἀσθενεῖς χεῖρας ἐπιθυμίᾳ τοῦ ζῆν ὀρέγοντας. ἂν δέ που συνταράττηται τοῖς πάθεσι καὶ κρατῆται φαρμασσόμενος, οὐκ ὀκνήσει πρὸς ἑαυτὸν εἰπεῖν
ἀλλὰ φόωσδε τάχιστα λιλαίεο: ταῦτα δὲ πάντα 19
ἴσθ᾽, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικὶ
καὶ γὰρ τοῦτο χαριέντως Ὅμηρος εἰς τὴν νέκυιαν εἶπεν, ὡς γυναικὸς ἀκρόασιν οὖσαν διὰ τὸ μυθῶδες Τοιαῦτα γάρ ἐστιν πλάττουσιν ἑκόντες οἱ ποιηταί: [p. 39] πλείονα δ᾽ μὴ πλάττοντες ἀλλ᾽ οἰόμενοι καὶ δοξάζοντες αὐτοὶ προσαναχρώννυνται τὸ ψεῦδος ἡμῖν οἷον ἐπὶ τοῦ Διὸς εἰρηκότος Ὁμήρου 20
ἐν δ᾽ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,
τὴν μὲν Ἀχιλλῆος τὴν δ᾽ Ἕκτορος ἱπποδάμοιο,
ἕλκε δὲ μέσσα λαβών ῥέπε δ᾽ Ἕκτορος αἴσιμον ἦμαρ,
ᾤχετο δ᾽ εἰς Ἀίδαο, λίπεν δ᾽ Φοῖβος Ἀπόλλων
τραγῳδίαν Αἰσχύλος 21 ὅλην τῷ μύθῳ περιέθηκεν, ἐπιγράψας Ψυχοστασίαν καὶ παραστήσας ταῖς πλάστιγξι τοῦ Διὸς ἔνθεν μὲν τὴν Θέτιν ἔνθεν δὲ τὴν Ἠῶ, δεομένας ὑπὲρ τῶν υἱέων μαχομένων. τοῦτο δὲ παντὶ δῆλον, ὅτι μυθοποίημα καὶ πλάσμα πρὸς ἡδονὴν ἔκπληξιν ἀκροατοῦ γέγονε. τὸ δὲ
Ζεύς, ὃς τ᾽ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται
22
καὶ τὸ
θεὸς μὲν αἰτίαν φύει βροτοῖς,
23 ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ,
ταῦτα δ᾽ ἢδη κατὰ δόξαν εἴρηται καὶ πίστιν αὐτῶν, ἣν ἔχουσιν ἀπάτην περὶ θεῶν καὶ ἄγνοιαν εἰς ἡμᾶς ἐκφερόντων καὶ μεταδιδόντων. πάλιν αἱ περὶ τὰς νεκυίας τερατουργίαι καὶ διαθέσεις ὀνόμασι φοβεροῖς ἐνδημιουργοῦσαι φάσματα καὶ εἴδωλα ποταμῶν φλεγομένων καὶ τόπων ἀγρίων καὶ κολασμάτων σκυθρωπῶν οὐ πάνυ πολλοὺς διαλανθάνουσιν ὅτι τὸ μυθῶδες αὐτοῖς πολὺ καὶ τὸ ψεῦδος ὥσπερ τροφαῖς τὸ φαρμακῶδες ἐγκέκραται. καὶ οὔθ᾽ Ὅμηρος οὔτε [p. 40] Πίνδαρος οὔτε Σοφοκλῆς πεπεισμένοι ταῦτ᾽ ἔχειν οὕτως ἔγραψαν
ἔνθεν τὸν ἄπειρον ἐρεύγονται σκότον
24 βληχροὶ δνοφερᾶς νυκτὸς ποταμοὶ
καὶ
πὰρ δ᾽ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην
25
καί
στενωπὸς Ἅιδου καὶ παλιρροία βυθοῦ
26
ὅσοι μέντοι τὸν θάνατον ὡς οἰκτρὸν τὴν ἀταφίαν :- πο ὡς δεινὸν ὀλοφυρόμενοι καὶ δεδιότες φωνὰς ἐξενηνόχασι καὶ και
μή μ᾽ ἄκλαυστον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν
27 72
ψυχὴ δ᾽ ἐκ ῥεθέων πταμένη Ἀϊδόσδε βεβήκει, 28
ὃν πότμον γοόωσα, λιποῦς1 ἁδρότητα καὶ ἥβην
καί
μή μ᾽ ἀπολέσῃς ἄωρον: ἡδὺ γὰρ τὸ φῶς
29 λεύσσειν: τὰ δ᾽ ὑπὸ γῆν μὴ μ᾽ ἰδεῖν ἀναγκάσῃς,
αὗται πεπονθότων εἰσὶ καὶ προεαλωκότων ὑπὸ δόξης καὶ ἀπάτης. διὸ μᾶλλον ἅπτονται καὶ διαταράττουσιν ἡμᾶς, ἀναπιμπλαμένους τοῦ πάθους καὶ τῆς ἀσθενείας ἀφ᾽ ἧς λέγονται. πρὸς ταῦτα δὴ πάλιν παρασκευάζωμεν εὐθὺς ἐξ ἀρχῆς ἔχειν ἔναυλον ὅτι ποιητικῇ μὲν οὐ πάνυ μέλον ἐστὶ τῆς ἀληθείας, δὲ περὶ ταῦτ᾽ ἀλήθεια καὶ τοῖς μηδὲν ἄλλο πεποιημένοις ἔργον γνῶσιν καὶ μάθησιν τοῦ ὄντος εὖ [p. 41] μάλα δυσθήρατός ἐστι καὶ δύσληπτος, ὡς ὁμολογοῦσιν αὐτοί. καὶ τὰ Ἐμπεδοκλέους 30 ἔστω πρόχειρα ταυτί
οὕτως οὔτ᾽ 31 ἐπιδερκτὰ τάδ᾽ ἀνδράσιν οὔτ᾽ ἐπακουστά
οὔτε νόῳ περιληπτά
καὶ τὰ Ξενοφάνους 32 κουστοἱ
καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀυὴρ γένετ᾽ οὐδέ τις ἔσται
εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων
καὶ νὴ Δία τὰ Σωκράτους ἐξομνυμένου παρὰ Πλάτωνι 33 τὴν περὶ τούτων γνῶσιν. ἧττον γὰρ ὡς εἰδόσι τι περὶ τούτων προσέξουσι τοῖς ποιηταῖς ἐν οἷς τοὺς φιλοσόφους ἰλιγγιῶντας ὁρῶσιν.


ἔτι δὲ μᾶλλον ἐπιστήσομεν αὐτὸν ἅμα τῷ προσάγειν τοῖς ποιήμασιν ὑπογράφοντες τὴν ποιητικὴν ὅτι μιμητικὴ τέχνη καὶ δύναμίς ἐστιν ἀντίστροφος τῇ ζῳγραφίᾳ. καὶ μὴ μόνον ἐκεῖνο τὸ θρυλούμενον ἀκηκοὼς ἔστω, ζῳγραφίαν μὲν εἶναι φθεγγομένην τὴν ποίησιν, ποίησιν δὲ σιγῶσαν τὴν ζῳγραφίαν, ἀλλὰ πρὸς τούτῳ διδάσκωμεν αὐτὸν ὅτι γεγραμμένην σαύραν πίθηκον Θερσίτου πρόσωπον ἰδόντες ἡδόμεθα καὶ θαυμάζομεν οὐχ ὡς καλὸν ἀλλ᾽ ὡς ὅμοιον. οὐσίᾳ μὲν γὰρ οὐ δύναται καλὸν γενέσθαι τὸ αἰσχρόν: δὲ μίμησις:, ἄν τε περὶ φαῦλον ἄν τε περὶ χρηστὸν ἐφίκηται τῆς ὁμοιότητος, ἐπαινεῖται. καὶ τοὐναντίον ἂν αἰσχροῦ [p. 42] σώματος εἰκόνα καλὴν παράσχῃ, τὸ πρέπον καὶ τὸ εἰκὸς οὐκ ἀπέδωκεν. γράφουσι δὲ καὶ πράξεις ἀτόπους ἔνιοι, καθάπερ Τιμόμαχος τὴν Μηδείας τεκνοκτονίαν καὶ Θέων τὴν Ὀρέστου μητροκτονίαν καὶ Παρράσιος τὴν Ὀδυσσέως προσποίητον μανίαν καὶ Χαιρεφάνης ἀκολάστους ὁμιλίας γυναικῶν πρὸς ἄνδρας. ἐν οἷς μάλιστα δεῖ τὸν νέον ἐθίζεσθαι, διδασκόμενον ὅτι τὴν πρᾶξιν οὐκ ἐπαινοῦμεν ἧς γέγονεν μίμησις, ἀλλὰ τὴν τέχνην εἰ μεμίμηται προσηκόντως τὸ ὑποκείμενον. ἐπεὶ τοίνυν καὶ ποιητικὴ πολλάκις ἔργα φαῦλα καὶ πάθη μοχθηρὰ καὶ ἤθη μιμητικῶς ἀπαγγέλλει, δεῖ τὸ θαυμαζόμενον ἐν τούτοις καὶ κατορθούμενον μήτ᾽ ἀποδέχεσθαι τὸν νέον ὡς ἀληθὲς μήτε δοκιμάζειν ὡς καλόν, ἀλλ᾽ ἐπαινεῖν μόνον ὡς ἐναρμόττον τῷ ὑποκειμένῳ προσώπῳ καὶ οἰκεῖον. ὥσπερ γὰρ ὑὸς βοὴν καὶ ψόφον τροχιλίας καὶ πνευμάτων ῥοῖζον καὶ θαλάττης κτύπον ἀκούοντες ἐνοχλούμεθα καὶ δυσχεραίνομεν, ἂν δέ τις πιθανῶς ταῦτα μιμῆται, καθάπερ Παρμένων τὴν ὗν καὶ Θεόδωρος τὰς τροχιλίας, ἡδόμεθα: καὶ νοσώδη μὲν ἄνθρωπον καὶ ὕπουλον ὡς ἀτερπὲς θέαμα φεύγομεν, τὸν δ᾽ Ἀριστοφῶντος Φιλοκτήτην καὶ τὴν Σιλανίωνος Ἰοκάστην ὁμοίους φθίνουσι καὶ ἀποθνῄσκουσι πεποιημένους ὁρῶντες χαίρομεν οὕτως νέος ἀναγιγνώσκων Θερσίτης γελωτοποιὸς Σίσυφος φθορεὺς: 34 Βάτραχος πορνοβοσκὸς λέγων πράττων πεποίηται, διδασκέσθω τὴν μιμουμένην ταῦτα δύναμιν καὶ τέχνην ἐπαινεῖν, ἃς δὲ 26 φθόρος Η [p. 43] διαθέσεις καὶ πράξεις μιμεῖται καὶ προβάλλεσθαι καὶ κακίζειν. οὐ γάρ ἐστι ταὐτὸ τὸ καλόν τι 35 καὶ καλῶς τι μιμεῖσθαι, καλῶς γάρ ἐστι τὸ πρεπόντως καὶ οἰκείως, οἰκεῖα δὲ καὶ πρέποντα τοῖς αἰσχροῖς τὰ αἰσχρά. καὶ γὰρ αἱ Δαμωνίδα τοῦ χωλοῦ κρηπῖδες, ἃς ἀπολέσας εὔχετο τοῖς τοῦ κλέψαντος ἐναρμόσαι ποσί, φαῦλαι μὲν ἦσαν ἐκείνῳ δ᾽ ἣρμοττον. καὶ τὸ
εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι 36
κάλλιστον ἀδικεῖν
καὶ τὸ
τοῦ μὲν δικαίου τὴν δόκησιν ἄρνυσο, 37
τὰ δ᾽ ἔργα τοῦ πᾶν δρῶντος ἔνθα κερδανεῖς
καὶτάλαντον προίξ. μὴ λάβω; 38 ζῆν δ᾽ ἔστι μοι 39
τάλαντον ὑπεριδόντι; τεύξομαι δ᾽ ὕπνου
προέμενος; οὐ δώσω δὲ κἀν Ἅιδου δίκην
ὡς ἠσεβηκὼς εἰς τάλαντον ἀργυροῦν
μοχθηροὶ μέν εἰσι λόγοι καὶ ψευδεῖς, Ἐτεοκλεῖ δὲ καὶ Ἰξίονι καὶ τοκογλύφῳ πρεσβύτῃ πρέποντες. ἂν οὖν ὑπομιμνῄσκωμεν τοὺς παῖδας ὅτι ταῦτ᾽ οὐκ ἐπαινοῦντες οὐδὲ δοκιμάζοντες ἀλλ᾽ ὡς ἄτοπα καὶ φαῦλα φαύλοις καὶ ἀτόποις ἤθεσι καὶ προσώποις περιτιθέντες γράφουσιν, οὐκ ἂν ὑπὸ τῆς δόξης βλάπτοιντο τῶν ποιητῶν. ἀλλὰ τοὐναντίον πρὸς τὸ πρόσωπον ὑποψία διαβάλλει καὶ τὸ πρᾶγμα καὶ τὸν λόγον, ὡς φαῦλον ὑπὸ φαύλου καὶ λεγόμενον καὶ [p. 44] πραττόμενον. οἷόν ἐστι καὶ τὸ τῆς συγκοιμήσεως τοῦ Πάριδος ἐκ τῆς μάχης ἀποδράντος. οὐδένα γὰρ ἄλλον ἀνθρώπων 40 ἡμέρας συγκοιμώμενον γυναικὶ ποιήσας τὸν ἀκόλαστον καὶ μοιχικὸν ἐν αἰσχύνῃ δῆλός ἐστι καὶ ψόγῳ τιθέμενος τὴν τοιαύτην ἀκρασίαν.


ἐν δὲ τούτοις εὖ μάλα προσεκτέον εἴ τινας ποιητὴς αὐτὸς ἐμφάσεις δίδωσι κατὰ τῶν λεγομένων ὡς δυσχεραινομένων ὑπ᾽ αὐτοῦ. καθάπερ Μένανδρος ἐν τῷ προλόγῳ τῆς Θαΐδος; πεποίηκεν
ἐμοὶ μὲν οὖν ἄειδε τοιαύτην, θεά, 41
θρασεῖαν ὡραίαν δὲ καὶ πιθανὴν ἅμα,
ἀδικοῦσαν ἀποκλείουσαν αἰτοῦσαν πυκνά,
μηδενὸς ἐρῶσαν, προσποιουμένην δ᾽ ἀεί
ἄριστα δ᾽ Ὅμηρος τῷ γένει τούτῳ κέχρηται: καὶ γὰρ προδιαβάλλει τὰ φαῦλα καὶ προσυνίστησι τὰ χρηστὰ τῶν λεγομένων: προσυνίστησι μὲν οὕτως
αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον 42
καὶ
τόνδ᾽ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς 43
ἐν δὲ τῷ προδιαβάλλειν μονονοὺ μαρτύρεται καὶ διαγορεύει μήτε χρῆσθαι μήτε προσέχειν ὡς οὖσιν ἀτόποις καὶ φαύλοις. οἷον τὸν τ᾽ Ἀγαμέμνονα μέλλων διηγεῖσθαι τῷ ἱερεῖ χρώμενον ἀπηνῶς; προείρηκεν
ἀλλ᾽ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
ἀλλὰ κακῶς ἀφίει,
[p. 45] τουτέστιν ἀγρίως καὶ αὐθάδως καὶ παρὰ τὸ προσῆκον: τῷ, τ̓ Ἀχιλλεῖ τοὺς θρασεῖς λόγους περιτίθησιν
οἰνοβαρές, κυνὸς ὄμματ᾽ ἔχων, κραδίην δ᾽ ἐλάφοιο
44
τὴν αὑτοῦ κρίσιν ὑπειπὼν
Πηλεΐδης δ᾽ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
45 Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο
καλὸν γὰρ εἰκὸς οὐδὲν εἶναι μετ᾽ ὀργῆς καὶ αὐστηρῶς λεγόμενον. ὁμοίως καὶ ἐπὶ τῶν πράξεων
ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα, 46
πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας
εὖ δὲ καὶ ταῖς ἐπιρρήσεσι χρῆται, καθάπερ τινὰ ψῆφον ἰδίαν ἐπιφέρων τοῖς: πραττομένοις λεγομένοις, ἐπὶ μὲν τῆς μοιχείας τοῦ Ἄρεος τοὺς θεοὺς ποιῶν λέγοντας
οὐκ ἀρετᾷ κακὰ ἔργα: κιχάνει τοι βραδὺς ὠκύν
47
, ἐπὶ δὲ τῆς τοῦ Ἕκτορος ὑπερφροσύνης καὶ μεγαλαυχίας
ὣς ἔφατ᾽ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη
48
, ἐπὶ δὲ τῆς Πανδάρου τοξείας
ὣς φάτ᾽ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν
49
αὗται μὲν οὖν αἱ τῶν λόγων ἀποφάσεις καὶ δόξαι παντός εἰσι κατιδεῖν τοῦ προσέχοντος: ἑτέρας: δ᾽ ἐκ τῶν πραγμάτων αὐτῶν παρέχουσι μαθήσεις, ὥσπερ Εὐριπίδης 50 εἰπεῖν λέγεται πρὸς τοὺς τὸν Ἰξίονα λοιδοροῦντας ὡς ἀσεβῆ καὶ μιαρόν, ‘οὐ μέντοι πρότερον αὐτὸν ἐκ τῆς σκηνῆς ἐξήγαγον τῷ τροχῷ [p. 46] προσηλῶσαιπαρὰ δ᾽ Ὁμήρῳ σιωπώμενόν ἐστι τὸ τοιοῦτο γένος τῆς διδασκαλίας, ἔχον δ᾽ ἀναθεώρησιν ὠφέλιμον ἐπὶ τῶν διαβεβλημένων μάλιστα μύθων, οὓς ταῖς πάλαι μὲν ὑπονοίαις ἀλληγορίαις δὲ νῦν λεγομέναις παραβιαζόμενοι καὶ διαστρέφοντες ἔνιοι μοιχευομένην φασὶν Ἀφροδίτην ὑπ᾽ Ἄρεος μηνύειν Ἥλιον, ὅτι τῷ τῆς Ἀφροδίτης ἀστέρι συνελθὼν τοῦ Ἄρεος μοιχικὰς ἀποτελεῖ γενέσεις, Ἡλίου δ᾽ ἐπαναφερομένου καὶ καταλαμβάνοντος οὐ λανθάνουσιν. τὸν δὲ τῆς Ἥρας καλλωπισμὸν ἐπὶ τὸν Δία καὶ τὰς περὶ τὸν κεστὸν γοητείας ἀέρος τινὰ 51 κάθαρσιν εἶναι βούλονται τῷ πυρώδει πλησιάζοντος, ὥσπερ οὐκ αὐτοῦ τὰς λύσεις τοῦ ποιητοῦ διδόντος. ἐν μὲν γὰρ τοῖς περὶ τῆς Ἀφροδίτης διδάσκει τοὺς προσέχοντας, ὅτι μουσικὴ φαύλη καὶ ᾁσματα πονηρὰ καὶ λόγοι μοχθηρὰς ὑποθέσεις λαμβάνοντες ἀκόλαστα ποιοῦσιν ἤθη καὶ βίους ἀνάνδρους καὶ ἀνθρώπους τρυφὴν καὶ μαλακίαν καὶ γυναικοκρασίαν 52 ἀγαπῶντας
εἵματά τ᾽ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐνάς
53
. διὸ καὶ τὸν Ὀδυσσέα τῷ κιθαρῳδῷ προστάττοντα πεποίηκεν
ἀλλ᾽ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον,
54
καλῶς ὑφηγούμενος τὸ παρὰ τῶν φρονίμων καὶ νοῦν ἐχόντων χρῆναι λαμβάνειν τοὺς μουσικοὺς καὶ ποιητικοὺς τὰς ὑποθέσεις. ἐν δὲ τοῖς; περὶ τῆς Ἥρας ἄριστα τὴν ἀπὸ φαρμάκων καὶ γοητείας καὶ μετὰ [p. 47] δόλου πρὸς τοὺς ἄνδρας ὁμιλίαν καὶ χάριν ἔδειξεν οὐ μόνον ἐφήμερον καὶ ἁψίκορον καὶ ἀβέβαιον οὖσαν, ἀλλὰ καὶ μεταβάλλουσαν εἰς ἔχθραν καὶ ὀργήν, ὅταν τὰ τῆς ἡδονῆς ἀπομαρανθῇ. τοιαῦτα γὰρ Ζεὺς ἀπειλεῖ καὶ λέγει πρὸς αὐτὴν
ὄφρα ἴδῃς ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,
55 ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καὶ μ᾽ ἀπάτησας
γὰρ τῶν φαύλων διάθεσις ἔργων καὶ μίμησις ἂν προσαποδῷ τὴν συμβαίνουσαν αἰσχύνην καὶ βλάβην τοῖς ἐργασαμένοις, ὠφέλησεν οὐκ ἔβλαψε τὸν ἀκροώμενον. οἱ γοῦν φιλόσοφοι παραδείγμασι χρῶνται, νουθετοῦντες καὶ παιδεύοντες ἐξ ὑποκειμένων οἱ δὲ ποιηταὶ ταὐτὰ ποιοῦσι πλάττοντες αὐτοὶ πράγματα καὶ μυθολογοῦντες. μὲν οὖν Μελάνθιος εἴτε παίζων εἴτε σπουδάζων ἔλεγε διασῴζεσθαι τὴν Ἀθηναίων πόλιν ὑπὸ τῆς τῶν ῥητόρων διχοστασίας καὶ ταραχῆς οὐ γὰρ ἀποκλίνειν ἅπαντας εἰς τὸν αὐτὸν τοῖχον, ἀλλὰ γίγνεσθαί τινα τοῦ βλάπτοντος ἀνθολκὴν; ἐν τῇ διαφορᾆ τῶν πολιτευομένων. αἱ δὲ τῶν ποιητῶν ὑπεναντιώσεις πρὸς αὑτοὺς ἀνταναφέρουσαι τὴν πίστιν οὐκ ἐῶσιν ἰσχυρὰν ῥοπὴν γενέσθαι πρὸς τὸ βλάπτον. ὅπου μὲν οὖν αὐτοῖς τὸ τιθέναι σύνεγγυς ἐκφανεῖς ποιεῖ τὰς ἀντιλογίας, δεῖ τῷ βελτίονι συνηγορεῖν ὥσπερ ἐν τούτοις
πόλλ᾽, τέκνον, σφάλλουσιν ἀνθρώπους θεοἲ.
56 τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς
καὶ πάλιν [p. 48]
χρυσοῦ σε πλήθει, τούσδε δ᾽ οὐ χαίρειν χρεών
σκαιὸν τὸ 57 πλουτεῖν κἄλλο μηδὲν εἰδέναι
καὶ
τί δῆτα θύειν 58 δεῖ σε κατθανούμενον 59
ἄμεινον: οὐδεὶς κάματος εὐσεβεῖν θεούς.
τὰ γὰρ τοιαῦτα τὰς λύσεις ἔχει προδήλους, ἄν, ὥσπερ εἴρηται, πρὸς τὰ βελτίονα τῇ κρίσει τοὺς νέους κατευθύνωμεν. ὅσα δ᾽ εἴρηται μὲν ἀτόπως εὐθὺς δ᾽ οὐ λέλυται, ταῦτα δεῖ τοῖς ἀλλαχόθι πρὸς τοὐναντίον εἰρημένοις ὑπ᾽ αὐτῶν ἀνταναιρεῖν, μὴ ἀχθομένους τῷ ποιητῇ μηδὲ χαλεπαίνοντας ἀλλ᾽ ἐν ἤθει καὶ μετὰ παιδιᾶς δεχομένους. 60 εὐθύς, εἰ βούλει, πρὸς τὰς Ὁμηρικὰς τῶν θεῶν ῥίψεις ὑπ᾽ ἀλλήλων καὶ τρώσεις ὑπ᾽ ἀνθρώπων καὶ διαφορὰς καὶ χαλεπότητας
οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι
61
καὶ νοεῖς νὴ Δία καὶ λέγεις κρεῖττον ἀλλαχόθι καὶ βέλτιον τὰ τοιαῦτα
θεοὶ ῥεῖα ζώοντες
62
καὶ
τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα
63
καί
ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι;
64 ζώειν ἀχνυμένοις: αὐτοὶ δὲ τ᾽ ἀκηδέες εἰσὶν
αὗται γάρ εἰσιν ὑγιαίνουσαι περὶ θεῶν δόξαι καὶ [p. 49] ἀληθεῖς, ἐκεῖνα δὲ πέπλασται πρὸς ἔκπληξιν ἀνθρώπων πων. πάλιν Εὐριπίδου λέγοντος
πολλαῖσι μορφαῖς οἱ θεοὶ σοφισμάτων 65
σφάλλουσιν ἡμᾶς κρείττονες πεφυκότες
οὐ χεῖρόν ἐστιν ὑπενεγκεῖν τὸ
εἰ θεοί τι δρῶσι φαῦλον, οὔκ εἰσιν θεοί
66
, βέλτιον εἰρημένον ὑπ᾽ αὐτοῦ. καὶ τοῦ Πινδάρου σφόδρα πικρῶς καὶ παροξυντικῶς εἰρηκότοςχρὴ δὲ πᾶν ἔρδοντ᾽ ἀμαυρῶσαι τὸν ἐχθρόν
67 ”, ἀλλ᾽ αὐτός γε σὺ λέγεις ὅτι
τὸ πὰρ δίκαν
68 γλυκὺ πικροτάτα μένει τελευτά
69
, καὶ τοῦ Σοφοκλέους
τὸ κέρδος ἡδὺ , κἂν ἀπὸ ψευδῶν ἴῃ
70 71
, καὶ μὴν σοῦ γ᾽ ἀκηκόαμεν ὡς
οὐκ ἐξάγουσι καρπὸν οἱ ψευδεῖς λόγοι
72
πρὸς δ᾽ ἐκεῖνα τὰ περὶ τοῦ πλούτου
δεινὸς γὰρ ἕρπειν πλοῦτος ἔς 73 τε τἄβατα 74
75 καὶ πρὸς τὰ βατὰ κἄπωθεν 76 ὤν: πένης δ᾽ 77 ἀνὴρ
οὐδ᾽ ἐντυχὼν δύναιτ᾽ ἂν ὧν ἐρᾷ τυχεῖν.
καὶ γὰρ δυσειδὲς σῶμα καὶ δυσώνυμον
γλώσσῃ σοφὸν τίθησιν εὔμορφὸν τ᾽ ἰδεῖν
ἀντιπαραθήσει πολλὰ τῶν Σοφοκλέους, ὧν καὶ ταῦτ᾽ ἐστὶ [p. 50]
γένοιτο κἂν ἄπλουτος ἐν τιμαῖς ἀνήρ
78
οὐδὲν κακίων πτωχός, εἰ καλῶς φρονεῖ
79
καί
ἀλλὰ τῶν πολλῶν καλῶν χαι
80 τίς χάρις, εἰ κακόβουλος
φροντὶς ἐκτρέφει τὸν εὐαίωνα πλοῦτον;
δὲ Μένανδρος ἐπῆρε μὲν ἀμέλει τὴν φιληδονίαν καὶ ὑπεχαύνωσε τοῖς ἐρωτικοῖς καὶ διαπύροις ἐκείνοις
ἅπανθ᾽ ὅσα ζῇ καὶ τὸν ἣλιον βλέπει
81 τὸν κοινὸν ἡμῖν, δοῦλα ταῦτ᾽ ἔσθ᾽ ἡδονῆς
πάλιν δ᾽ ἐπέστρεψε καὶ περιέσπασε πρὸς τὸ καλὸν ἡμᾶς καὶ τὴν θρασύτητα τῆς ἀκολασίας ἐξέκοψεν εἰπὼν
ὄνειδος αἰσχρὸς βίος ὅμως κἂν ἡδὺς
82
ταῦτα γὰρ ἐκείνοις μέν ἐστιν ὑπεναντία, βελτίω δὲ καὶ χρησιμώτερα. δυεῖν οὖν θάτερον τοιαύτη τῶν ἐναντίων ποιήσει παράθεσις καὶ κατανόησις, παράξει πρὸς τὸ βέλτιον καὶ τοῦ χείρονος ἀποστήσει τὴν πίστιν. ἂν δ᾽ αὐτοὶ μὴ διδῶσι τῶν ἀτόπως εἰρημένων λύσεις, οὐ χεῖρόν ἐστιν ἑτέρων ἐνδόξων ἀποφάσεις ἀντιτάττοντας ὥσπερ ἐπὶ ζυγοῦ ῥέπειν πρὸς τὸ βέλτιον. οἷον τοῦ Ἀλέξιδος κινοῦντος ἐνίους ὅταν λέγῃ
τὰς ἡδονὰς δεῖ συλλέγειν τὸν σώφρονα.
83 τρεῖς δ᾽ εἰσὶν αἵ γε τὴν δύναμιν κεκτημέναι
τὴν ὡς ἀληθῶς συντελοῦσαν τῷ βίῳ,
[p. 51]
τὸ φαγεῖν τὸ πιεῖν τὸ τῆς Ἀφροδίτης τυγχάνειν
84 τὰ δ᾽ ἄλλα προσθήκας ἅπαντα χρὴ καλεῖν
, ὑπομνηστέον ὅτι Σωκράτης τοὐναντίον ἔλεγε, τοὺς μὲν φαύλους ζῆν τοῦ ἐσθίειν καὶ πίνειν ἕνεκα, τοὺς δ᾽ ἀγαθοὺς ἐσθίειν καὶ πίνειν ἕνεκα τοῦ ζῆν. πρὸς; δὲ τὸν γράψαντα ποτὶ τὸν πονηρὸν οὐκ ἄχρηστον ὅπλον πονηρία, τρόπον τινὰ συνεξομοιοῦσθαι κελεύοντα τοῖς πονηροῖς, τὸ τοῦ Διογένους παραβαλεῖν ἔστιν: ἐρωτηθεὶς γὰρ ὅπως ἄν τις ἀμύναιτο τὸν ἐχθρόν, ‘αὐτόςἔφηκαλὸς κἀγαθὸς γενόμενοςδεῖ δὲ τῷ Διογένει καὶ πρὸς τὸν Σοφοκλέα χρήσασθαι: πολλὰς γὰρ ἀνθρώπων μυριάδας ἐμπέπληκεν ἀθυμίας περὶ τῶν μυστηρίων ταῦτα γράψας
ὡς τρισόλβιοι 85
κεῖνοι βροτῶν, οἳ ταῦτα δερχθέντες τέλη
μόλως1 ἐς Ἅιδου: :
ζῆν ἔστι, τοῖς δ᾽ ᾄδοντι πάντ᾽ ἐκεῖ κακά᾽
Διογένης δ᾽ ἀκούσας τι τοιοῦτοτί λέγεις; '’ ἔφη. ‘κρείττονα μοῖραν ἕξει Παταικίων κλέπτης ἀποθανὼν Ἐπαμεινώνδας ὅτι γὰρ μόνοις ἐκεῖὄτι μεμύηται;Τιμοθέῳ μὲν γὰρ ᾁδοντι τὴν Ἄρτεμιν ἐν τῷ θεάτρῳ μαινάδα 86 θυιάδα 87 φοιβάδα λυσσάδα Κινησίας εὐθὺς ἀντεφώνησετοιαύτη σοι θυγάτηρ γένοιτο.’ χαρίεν δὲ καὶ τὸ τοῦ Βίωνος πρὸς τὸν Θέογνιν λέγοντα
πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος οὔτε τι εἰπεῖν
88 οὔθ᾽ ἔρξαι δύναται, γλῶσσα δέ οἱ δέδεται
[p. 52]πῶς οὖν σὺ πένης ὢν φλυαρεῖς τοσαῦτα καὶ καταδολεσχεῖς ἡμῶν;’


δεῖ δὲ μηδὲ τὰς ἐκ τῶν παρακειμένων συμφραζομένων παραλιπεῖν ἀφορμὰς πρὸς τὴν ἐπανόρθωσιν, ἀλλ᾽ ὥσπερ οἱ ἰατροὶ τῆς κανθαρίδος οὔσης θανασίμου τοὺς πόδας; ὅμως: καὶ τὰ πτερὰ βοηθεῖν οἴονται καὶ ἀναλύειν τὴν δύναμιν, οὕτως ἐν τοῖς ποιήμασι, κἂν ὄνομα κἂν ῥῆμα παρακείμενον ἀμβλυτέραν ποιῇ τὴν πρὸς τὸ χεῖρον ἀπαγωγήν, ἐπιλαμβάνεσθαι καὶ προσδιασαφεῖν, ὡς ἐπὶ τούτων ἔνιοι ποιοῦσι
τοῦτὸ νύ που γέρας ἐστὶν ὀιζυροῖσι βροτοῖσι,
89 κείρασθαί τε κόμην βαλέειν τ᾽ ἀπὸ δάκρυ παρειῶν
καὶ
ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι,
90 ζώειν ἀχνυμένοις
οὐ γὰρ ἁπλῶς εἶπε καὶ πᾶσιν ἀνθρώποις ὑπὸ θεῶν ἐπικεκλῶσθαι λυπηρὸν βίον, ἀλλὰ τοῖς ἄφροσι καὶ ἀνοήτοις, οὓς δειλαίους καὶ οἰκτροὺς διὰ μοχθηρίαν ὄντας εἴωθεδειλοὺςκαὶὀιζυροὺςπροσαγορεύειν.


ἄλλος τοίνυν τρόπος ἐστὶ τὰς ἐν τοῖς ποιήμασιν ὑποψίας πρὸς τὸ βέλτιον ἐκ τοῦ χείρονος μεθιστὰς διὰ τῶν ὀνομάτων τῆς συνηθείας, περὶ ὃν δεῖ τὸν νέον γεγυμνάσθαι μᾶλλον περὶ τὰς λεγομένας γλώττας. ἐκεῖνο μὲν γὰρ φιλόλογον, καὶ οὐκ ἀηδὲς ὅτιῥιγεδανὸςκακοθάνατός ἐστιν εἰδέναι: δάνον ‘’ γὰρ Μακεδόνες τὸν θάνατον καλοῦσι, ‘καμμονίανδὲ νίκην Αἰολεῖς τὴν ἐξ ἐπιμονῆς [p. 53] καὶ καρτερίας, Δρύοπες δὲπόπουςτοὺς δαίμονας. τουτὶ δ᾽ ἀναγκαῖον καὶ χρήσιμον, εἰ μέλλομεν 91 ἐκ τῶν ποιημάτων ὠφεληθήσεσθαι καὶ μὴ βλαβήσεσθαι, τὸ γιγνώσκειν πῶς τοῖς τῶν θεῶν ὀνόμασιν οἱ ποιηταὶ χρῶνται καὶ πάλιν τοῖς τῶν κακῶν καὶ ἀγαθῶν, καὶ τί τὴν Τύχην τί τὴν Μοῖραν νοοῦντες ὀνομάζουσι, καὶ πότερον ταῦτα τῶν ἁπλῶς τῶν πολλαχῶς λεγομένων ἐστὶ παρ᾽ αὐτοῖς, ὥσπερ ἄλλα πολλά. καὶ γὰροἶκονποτὲ μὲν τὴν οἰκίαν καλοῦσιν
οἷκον ἐς ὑψόροφον
92
ποτὲ δὲ τὴν οὐσίαν
ἐσθίεταί μοι οἶκος
93
, καὶ 94βίοτον95 ποτὲ μὲν τὸ ζῆν 96
ἀμενήνωσεν δέ οἱ αἰχμὴν
κυανοχαῖτα Ποσειδάων, βιότοιο μεγήρας
ποτὲ δὲ τὰ χρήματα
βίοτον δέ μοι ἄλλοι ἔδουσι
97
, καὶ τῷἀλύεινποτὲ μὲν ἀντὶ τοῦ δάκνεσθαι καὶ ἀπορεῖσθαι κέχρηται
ὣς ἔφαθ᾽ , δ᾽ ἀλύους1 ἀπεβήσετο, τείρετο δ᾽ αἰνῶς
98
ποτὲ δ᾽ ἀντὶ τοῦ γαυριᾶν καὶ χαίρειν
ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
99
καὶ τῷθοάζειν τὸ κινεῖσθαι σημαίνουσιν, ὡς Εὐριπίδης [p. 54]
κῆτος θοάζον ἐξ Ἀτλαντικῆς ἁλός,
100
τὸ καθέζεσθαι καὶ θαάσσειν, ὡς Σοφοκλῆς
τίνας πόθ᾽ ἕδρας τάσδε μοι θοάζετε
101 ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;
χάριεν δὲ καὶ τὸ τὴν χρείαν τῶν ὀνομάτων συνοικειοῦν τοῖς ὑποκειμένοις πράγμασιν, ὡς οἱ γραμματικοὶ διδάσκουσιν, ἄλλο πρὸς ἄλλην δύναμιν λαμβάνοντες,: οἷόν ἐστι
νῆ᾽ ὀλίγην αἰνεῖν, μεγάλῃ δ᾽ ἐνὶ φορτία θέσθαι
102
τῷ μὲν γὰραἰνεῖνσημαίνεται τὸ ἐπαινεῖν, αὐτῷ δὲ τῷ ἐπαινεῖν ἀντὶ τοῦ παραιτεῖσθαι νῦν κέχρηται, καθάπερ ἐν τῇ συνηθείᾳκαλῶςφαμὲνἔχεινκαὶχαίρεινκελεύομεν, ὅταν μὴ δεώμεθα μηδὲ λαμβάνωμεν. οὕτω δὲ καὶ τὴνἐπαινὴν Περσεφόνειανἔνιοί φασιν ὡς παραιτητὴν εἰρῆσθαι. ταύτην δὴ τὴν διαίρεσιν καὶ διάκρισιν τῶν ὀνομάτων ἐν τοῖς μείζοσι καὶ σπουδαιοτέροις παραφυλάττοντες ἀπὸ τῶν θεῶν ἀρχώμεθα διδάσκειν τοὺς νέους ὅτι χρῶνται τοῖς τῶν θεῶν ὀνόμασιν οἱ ποιηταὶ ποτὲ μὲν αὐτῶν ἐκείνων ἐφαπτόμενοι τῇ ἐννοίᾳ, ποτὲ δὲ δυνάμεις τινὰς ὧν οἱ θεοὶ δοτῆρές εἰσι καὶ καθηγεμόνες ὁμωνύμως προσαγορεύοντες οἷον εὐθὺς Ἀρχίλοχος , ὅταν μὲν εὐχόμενος λέγῃ
κλῦθ᾽ ἄναξ Ἥφαιστε καί μοι σύμμαχος γουνουμένῳ 103
ἵλαος γενοῦ, χαρίζευ δ᾽ οἷάπερ χαρίζεαι
, αὐτὸν τὸν θεὸν ἐπικαλούμενος δῆλός ἐστιν: ὅταν [p. 55] δὲ τὸν ἄνδρα τῆς ἀδελφῆς ἠφανισμένον ἐν θαλάττῃ καὶ μὴ τυχόντα νομίμου ταφῆς θρηνῶν λέγῃ μετριώτερον ἂν τὴν συμφορὰν ἐνεγκεῖν
εἰ κείνου κεφαλὴν καὶ χαρίεντα μέλεα 104
Ἥφαιστος καθαροῖσιν ἐν εἵμασιν ἀμφεπονήθη
τὸ πῦρ οὕτως, οὐ τὸν θεὸν προσηγόρευσε. πάλιν δ᾽ μὲν Εὐριπίδης 105 εἰπὼν ἐν ὅρκῳ
μὰ τὸν μετ᾽ ἄστρων Ζῆν᾽ Ἄρη τε φοίνιον
αὐτοὺς τοὺς θεοὺς ὠνόμασε: τοῦ δὲ Σοφοκλέους λέγοντος
τυφλὸς γάρ, γυναῖκες, οὐδ᾽ ὁρῶν Ἄρης
106 συὸς προσώπῳ πάντα τυρβάζει κακὰ
τὸν πόλεμον ἔστιν ὑπακοῦσαι, καθάπερ αὖ τὸν χαλκὸν Ὁμήρου 107 λέγοντος
τῶν νῦν αἷμα κελαινὸν ἐύρροον ἀμφὶ Σκάμανδρον
ἐσκέδας1᾿ ὀξὺζ; Ἄρης
πολλῶν οὖν οὕτω λεγομένων εἰδέναι δεῖ καὶ μνημονεύειν ὅτι καὶ τῷ τοῦ Διὸς καὶ Ζηνὸς ὀνόματι ποτὲ μὲν τὸν θεὸν ποτὲ δὲ τὴν τύχην πολλάκις δὲ τὴν εἱμαρμένην προσαγορεύουσιν. ὅταν μὲν γὰρ λέγωσι
Ζεῦ πάτερ, Ἴδηθεν μεδέων
108
καὶ
Ζεῦ, τίς εἶναί φησι σοῦ σοφώτερος;
109
τὸν θεὸν αὐτὸν λέγουσιν: ὅταν δὲ ταῖς αἰτίαις 110 [p. 56] πάντων τῶν γιγνομένων ἐπονομάζωσι τὸν Δία καὶ λέγωσι
πολλὰς δ᾽ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν -
111 Διὸς δ᾽ ἐτελείετο βουλή
, τὴν εἱμαρμένην. οὐ γὰρ τὸν θεὸν ποιητὴς οἴεται κακὰ μηχανᾶσθαι τοῖς ἀνθρώποις, ἀλλὰ τὴν τῶν πραγμάτων ἀνάγκην ὀρθῶς ὑποδείκνυσιν, ὅτι καὶ πόλεσι καὶ στρατοπέδοις καὶ ἡγεμόσιν, ἂν μὲν σωφρονῶσιν , εὖ πράττειν πέπρωται καὶ κρατεῖν τῶν πολεμίων, ἂν δ᾽ εἰς πάθη καὶ ἁμαρτίας ἐμπεσόντες ὥσπερ οὗτοι διαφέρωνται πρὸς ἀλλήλους καὶ στασιάζωσιν , ἀσχημονεῖν καὶ ταράττεσθαι καὶ κακῶς ἀπαλλάττειν.
εἱμαρμένον γὰρ τῶν κακῶν βουλευμάτων 112
κακὰς ἀμοιβάς ἐστι καρποῦσθαι βροτοῖς.
καὶ μὴν Ἡσίοδος τὸν Προμηθέα ποιῶν τῷ Ἐπιμηθεῖ παρακελευόμενον
μή ποτε δῶρα
113 δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου ἀλλ᾽ ἀποπέμπειν
ἐπὶ τῇ τῆς τύχης δυνάμει τῷ τοῦ Διὸς ὀνόματι κέχρηται: τὰ γὰρ τυχηρὰ τῶν ἀγαθῶν Διὸς δῶρα κέκληκε, πλούτους καὶ γάμους καὶ ἀρχὰς καὶ πάνθ᾽ ὅλως τὰ ἐκτός, ὧν κτῆσις ἀνόνητός ἐστι τοῖς χρῆσθαι καλῶς μὴ δυναμένοις. διὸ καὶ τὸν Ἐπιμηθέα ὄντα καὶ ἀνόητον οἴεται δεῖν φυλάττεσθαι καὶ δεδιέναι τὰς εὐτυχίας, ὡς βλαβησόμενον καὶ διαφθαρησόμενον ὑπ᾽ αὐτῶν. καὶ πάλιν ὅταν λένῃ [p. 57]
μηδὲ ποτ᾽ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ
114 τέτλαθ᾽ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων
, θεόσδοτον νῦν τὸ τυχηρὸν εἴρηκεν, ὡς οὐκ ἄξιον ἐγκαλεῖν τοῖς διὰ τὴν τύχην πενομένοις, ἀλλὰ τὴν μετ᾽ ἀργίας καὶ μαλακίας καὶ πολυτελείας ἀπορίαν κακίζειν αἰσχρὰν καὶ ἐπονείδιστον οὖσαν. οὔπω γὰρ αὐτὸ τοὔνομα τῆς τύχης λέγοντες, εἰδότες δὲ τὴν τῆς ἀτάκτως καὶ ἀορίστως περιφερομένης αἰτίας δύναμιν ἰσχυρὰν καὶ ἀφύλακτον οὖσαν ἀνθρωπίνῳ λογισμῷ τοῖς τῶν θεῶν ὀνόμασιν ἐξέφραζον, ὥσπερ ἡμεῖς καὶ πράγματα καὶ ἤθη καὶ νὴ Δία καὶ λόγους καὶ ἄνδρας εἰώθαμεν δαιμονίους καὶ θείους προσαγορεύειν. οὕτω δὴ τὰ πολλὰ τῶν ἀτόπως περὶ τοῦ Διὸς λέγεσθαι δοκούντων ἐπανορθωτέον, ὧν ἐστι καὶ ταῦτα και
δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει 115
κηρῶν ἔμπλειοι, μὲν ἐσθλῶν, αὐτὰρ δειλῶν
116
καίὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν, 117
ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισι
καί
τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
118 Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς
, ὡς περὶ τῆς τύχης τῆς εἱμαρμένης λεγομένων, ἐν αἷς τὸ ἀσυλλόγιστον ἡμῖν τῆς αἰτίας σημαίνεται καὶ ὅλως 119 οὐ καθ᾽ ἡμᾶς. ὅπου δὲ τὸ προσῆκον καὶ κατὰ [p. 58] λόγον καὶ εἰκός ἐστιν, ἐνταῦθα κυρίως ὀνομάζεσθαι τὸν παι θεὸν νομίζωμεν, 120 ὥσπερ ἐν τούτοις
αὐτὰρ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν,
121 Αἴαντος δ᾽ ἀλέεινε μάχην Τελαμωνιάδαο:
Ζεὺς γάρ οἱ νεμέσα ὅτ᾽ ἀμείνονι φωτὶ μάχοιτο
καί122 Ζεὺς γὰρ τὰ μὲν μέγιστα φροντίζει βροτῶν,
τὰ μικρὰ δ᾽ ἄλλοις δαίμοσιν παρεὶς ἐᾷ
Σφόδρα δὲ δεῖ καὶ τοῖς ἄλλοις ὀνόμασι προσέχειν, κατὰ πολλὰ πράγματα 123 κινουμένοις καὶ μεθισταμένοις ὑπὸ τῶν ποιητῶν. οἷόν ἐστι καὶ τὸ τῆς ἀρε τῆς. ἐπεὶ γὰρ οὐ μόνον ἔμφρονας παρέχεται καὶ δικαίους καὶ ἀγαθοὺς ἐν πράξεσι καὶ λόγοις, ἀλλὰ καὶ δόξας ἐπιεικῶς καὶ δυνάμεις περιποιεῖται, παρὰ τοῦτο ποιοῦνται καὶ τὴν 124 εὐδοξίαν ἀρετὴν καὶ τὴν δύναμιν, ὀνομάζοντες ὥσπερἐλαίαντὸν ἀπὸ τῆς ἐλαίας, καὶφηγὸντὸν ἀπὸ τῆς φηγοῦ καρπὸν ὁμωνύμως τοῖς φέρουσιν. οὐκοῦν νέος ἡμῖν, ὅταν μὲν λέγωσι
τῆς δ᾽ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν
125
καὶ
τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας
126
καὶ
εἰ δὲ θανεῖν θέμις, ὧδε θανεῖν καλόν, 127
εἰς ἀρετὴν καταδυσαμένους βίον
, εὐθὺς οἰέσθω λέγεσθαι ταῦτα περὶ τῆς ἀρίστης καὶ [p. 59] θειοτάτης ἕξεως ἐν ἡμῖν, ἣν ὀρθότητα λόγου καὶ ἀκρότητα λογικῆς φύσεως καὶ διάθεσιν ὁμολογουμένην ψυχῆς νοοῦμεν. ὅταν δ᾽ ἀναγιγνώσκῃ πάλιν τό τε
Ζεὺς δ᾽ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε
128
καὶ τὸ
πλούτῳ δ᾽ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ
129
, μὴκαθήσθωτοὺς πλουσίους ἐκπεπληγμένος καὶτεθηπὼςκαθάπερ ὤνιον εὐθὺς ἀργυρίου τὴν ἀρετὴν ἔχοντας, μηδ᾽ ἐπὶ τῇ τύχῃ κεῖσθαι τὴν αὑτοῦ φρόνησιν αὔξειν κολούειν νομίζων, ἀλλ᾽ ἀντὶ δόξης δυνάμεως εὐτυχίας τινος ὁμοίου τῇ ἀρετῇ κεχρῆσθαι τὸν ποιητὴν ἡγείσθω. καὶ γὰρ τῇ κακότητι ποτὲ μὲν ἰδίως σημαίνουσι κακίαν καὶ μοχθηρίαν ψυχῆς, ὡς Ἡσίοδος
τὴν μὲν γὰρ κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι
130
, ποτὲ δ᾽ ἄλλην τινὰ κάκωσιν δυστυχίαν, ὡς Ὅμηρος 131
αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν
ἐπεὶ καὶ τὴν εὐδαιμονίαν ἐξαπατηθείη τις ἂν οὕτω τοὺς ποιητὰς οἰόμενος λέγειν, ὡς οἱ φιλόσοφοι λέγουσι τὴν παντελῆ τῶν ἀγαθῶν ἕξιν κτῆσιν καὶ τελειότητα βίου κατὰ φύσιν εὐροοῦντος, ἀλλ᾽ οὐχὶ καταχρωμένους πολλάκις τὸν πλούσιον εὐδαίμονα καλεῖν μακάριον καὶ τὴν δύναμιν τὴν δόξαν εὐδαιμονίαν. Ὅμηρος μὲν γὰρ ὀρθῶς κέχρηται τοῖς ὀνόμασιν
ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω
132
[p. 60] καὶ Μένανδρος
ἔχω δὲ πολλὴν οὐσίαν καὶ πλούσιος
133 καλοῦμ᾽ ὑπὸ πάντων, μακάριος δ᾽ ὑπ᾽ οὐδενός
, Εὐριπίδης δὲ πολλὴν ἐργάζεται ταραχὴν καὶ σύγχυσιν ὅταν λέγῃ και
μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος
134
καί
τί τὴν τυραννίδ᾽, ἀδικίαν εὐδαίμονα, τιμᾷς
135
ἂν μή τις, ὥσπερ εἴρηται, ταῖς μεταφοραῖς καὶ καταχρήσεσι τῶν ὀνομάτων ἕπηται. ταῦτα μὲν οὖν ἱκανὰ περὶ τούτων.


ἐκεῖνο δ᾽ οὐχ ἅπαξ ἀλλὰ πολλάκις ὑπομνηστέον ἐστὶ τοὺς νέους:, ἐνδεικνυμένους αὐτοῖς ὅτι μιμητικὴν ποίησις ὑπόθεσιν ἔχουσα κόσμῳ μὲν καὶ λαμπρότητι χρῆται περὶ τὰς ὑποκειμένας πράξεις καὶ τὰ ἤθη, τὴν δ᾽ ὁμοιότητα τοῦ ἀληθοῦς οὐ προλείπει , τῆς: μιμήσεως ἐν τῷ πιθανῷ τὸ ἀγωγὸν ἐχούσης. διὸ καὶ κακίας καὶ ἀρετῆς σημεῖα μεμιγμένα ταῖς πράξεσιν μὴ παντάπασι τῆς ἀληθείας ὀλιγωροῦσα συνεκφέρει μίμησις, ὥσπερ Ὁμήρου πολλὰ πάνυ τοῖς Στωϊκοῖς χαίρειν φράζουσα, μήτε τι φαῦλον ἀρετῇ προσεῖναι μήτε κακίᾳ χρηστὸν ἀξιοῦσιν, ἀλλὰ πάντως μὲν ἐν πᾶσιν ἁμαρτωλὸν εἶναι τὸν ἀμαθῆ , περὶ πάντα δ᾽ αὖ κατορθοῦν τὸν ἀστεῖον. ταῦτα γὰρ ἐν ταῖς σχολαῖς ἀκούομεν: ἐν δὲ τοῖς πράγμασι καὶ τῷ βίῳ τῶν πολλῶν κατὰ τὸν Εὐριπίδην [p. 61]
οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά, 136
ἀλλ᾽ ἔστι τις σύγκρασις
ἄνευ δὲ, τοῦ ἀληθοῦς μάλιστα μὲν ποιητικὴ τῷ ποικίλῳ χρῆται καὶ πολυτρόπῳ. τὸ γὰρ ἐμπαθὲς καὶ παράλογον καὶ ἀπροσδόκητον, πλείστη μὲν ἔκπληξις ἕπεται πλείστη δὲ χάρις, αἱ μεταβολαὶ παρέχουσι τοῖς μύθοις τὸ δ᾽ ἁπλοῦν ἀπαθὲς καὶ ἄμυθον. ὅθεν οὔτε νικῶντας ἀεὶ πάντα ποιοῦσι τοὺς αὐτοὺς οὔτ᾽ εὑημεροῦντας οὔτε κατορθοῦντας ἀλλ᾽ οὐδὲ τοῖς θεοῖς, ὅταν εἰς ἀνθρωπίνας ἐμπέσωσι πράξεις, ἀπαθέσι χρῶνται καὶ ἀναμαρτήτοις, ἵνα μηδαμοῦ τό τε ταράττον καὶ τὸ ἐκπλῆττον ἀργῇ τῆς ποιήσεως ἀκίνδυνον καὶ ἀναγώνιστον γιγνόμενον.


οὕτως οὖν τούτων ἐχόντων ἐπάγωμεν τοῖς ποιήμασι τὸν νέον μὴ τοιαύτας ἔχοντα δόξας περὶ τῶν καλῶν ἐκείνων καὶ μεγάλων ὀνομάτων, ὡς ἄρα σοφοὶ καὶ δίκαιοι οἱ ἄνδρες ἦσαν, ἄκροι τε βασιλεῖς καὶ κανόνες ἀρετῆς ἁπάσης καὶ ὀρθότητος. ἐπεὶ βλαβήσεται μεγάλα δοκιμάζων πάντα καὶ τεθηπώς, μὴ δυσχεραίνων δὲ μηδὲν μηδ᾽ ἀκούων μηδ᾽ ἀποδεχόμενος τοῦ ψέγοντος αὐτοὺς τοιαῦτα πράττοντας καὶ λέγοντας
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, 137
μήτε τις οὖν Τρώων θάνατον φύγοι, ὅσσοι ἔασι,
μήτε τις Ἀργείων, νῶιν δ᾽ ἐκδῦμεν ὄλεθρον,
ὄφρ᾽ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύοιμεν
καὶ [p. 62]
οἰκτροτάτην δ᾽ ἤκουσα ὄπα Πριάμοιο θυγατρὸς 138
Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
ἀμφ᾽ ἐμοὶ
καὶ
παλλακίδι προμιγῆναι, ἵν᾽ ἐχθήρειε γέροντα. 139
τῇ πιθόμην καὶ ἔρεξα
καί
Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος
140
μηδὲν οὖν ἐπαινεῖν ἐθιζέσθω τοιοῦτον νέος, μηδὲ προφάσεις λέγων μηδὲ παραγωγάς τινας εὐπρεπεῖς ἐπὶ πράγμασι φαύλοις μηχανώμενος πιθανὸς ἔστω καὶ πανοῦργος, ἀλλ᾽ ἐκεῖνο μᾶλλον οἰέσθω, μίμησιν εἶναι τὴν ποίησιν ἠθῶν καὶ βίων, καὶ ἀνθρώπων οὐ τελείων οὐδὲ καθαρῶν οὐδ᾽ ἀνεπιλήπτων παντάπασιν, ἀλλὰ μεμιγμένων πάθεσι καὶ δόξαις ψευδέσι καὶ ἀγνοίαις, διὰ δ᾽ εὐφυΐαν αὑτοὺς πολλάκις μετατιθέντων πρὸς τὸ κρεῖττον. γὰρ τοιαύτη παρασκευὴ τοῦ νέου καὶ διάνοια, τοῖς μὲν εὖ λεγομένοις καὶ πραττομένοις, ἐπαιρομένου καὶ συνενθουσιῶντος, τὰ δὲ φαῦλα μὴ προσιεμένου καὶ δυσχεραίνοντος, ἀβλαβῆ παρέξει τὴν ἀκρόασιν. δὲ πάντα θαυμάζων καὶ πᾶσιν ἐξοικειούμενος καὶ καταδεδουλωμένος τῇ δόξῃ τὴν κρίσιν ὑπὸ τῶν ἡρωϊκῶν ὀνομάτων, ὥσπερ οἱ τὴν Πλάτωνος ἀπομιμούμενοι κυρτότητα καὶ τὴν Ἀριστοτέλους τραυλότητα, λήσεται πρὸς πολλὰ τῶν φαύλων εὐχερὴς γενόμενος. δεῖ δὲ μὴ δειλῶς; μηδ᾽ ὥσπερ ὑπὸ δεισιδαιμονίας ἐν ἱερῷ φρίττειν ἅπαντα; καὶ προσκυνεῖν, ἀλλὰ θαρραλέως ἐθιζόμενον [p. 63] ἐπιφωνεῖν μηδὲν ἧττον τοῦὀρθῶςκαὶπρεπόντωςτὸοὐκ ὀρθῶςκαὶ προσηκόντωςοἷον Ἀχιλλεὺς ἐκκλησίαν συνάγει τῶν στρατιωτῶν νοσούντων, ἀσχάλλων μὲν ἀργοῦντι τῷ πολέμῳ μάλιστα πάντων διὰ τὴν ἐν ταῖς στρατείαις ἐπιφάνειαν αὐτοῦ καὶ δόξαν, ἰατρικὸς δ᾽ ὢν καὶ μεθ᾽ ἡμέραν ἐνάτην ταῦτα κρίνεσθαι πέφυκεν αἰσθόμενος οὐκ οὖσαν συνήθη τὴν νόσον οὐδὲ συνεστῶσαν ἀπὸ κοινῶν αἰτιῶν, ἀναστὰς οὐ δημαγωγεῖ πρὸς τὸν 141 ὄχλον, ἀλλὰ τῷ βασιλεῖ γίγνεται σύμβουλος
Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀίω
142 ἄψ ἀπονοστήσειν
ὀρθῶς ταῦτα καὶ μετρίως καὶ πρεπόντως τοῦ δὲ μάντεως δεδιέναι φήσαντος τὴν ὀργὴν τοῦ δυνατωτάτου τῶν Ἑλλήνων, οὐκέτ᾽ ὀρθῶς οὐδὲ μετρίως, ἐπομόσας μηδένα προσοίσειν χεῖρας αὐτῷ ζῶντος αὐτοῦ, προστίθησιν
οὐδ᾽ ἢν Ἀγαμέμνονα εἴπῃς
143
, ἐνδεικνύμενος ὀλιγωρίαν καὶ περιφρόνησιν τοῦ ἄρχοντος. ἐκ δὲ τούτου μᾶλλον παροξυνθεὶς ἐπὶ τὸ ξίφος φέρεται σφάττειν διανοούμενος, οὔτε πρὸς τὸ καλὸν ὀρθῶς οὔτε πρὸς τὸ συμφέρον. εἶτ᾽ αὖθις μετανοήσας
ἄψ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδ᾽ ἀπίθησε 144
μύθῳ Ἀθηναίης
, ὀρθῶς πάλιν καὶ καλῶς, ὅτι τὸν θυμὸν ἐκκόψαι παντάπασι μὴ δυνηθεὶς , ὅμως πρὶν ἀνήκεστόν τι [p. 64] δρᾶσαι μετέστησε καὶ κατέσχεν εὐπειθῆ τῷ λογισμῷ γενόμενον. πάλιν Ἀγαμέμνων ἐν μὲν τοῖς περὶ τὴν ἐκκλησίαν γιγνομένοις καὶ λεγομένοις ὑπ᾽ αὐτοῦ καταγέλαστός ἐστιν, ἐν δὲ τοῖς περὶ Χρυσηίδα σεμνότερος καὶ βασιλικώτερος. μὲν γὰρ Ἀχιλλεὺς ἀγομένης τῆς Βρισηίδος
δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς
145
, οὗτος δ᾽ αὐτὸς εἰς τὴν ναῦν ἐμβιβάζων καὶ παραδιδοὺς καὶ ἀποπέμπων τὴν ἄνθρωπον ἣν ὀλίγῳ πρόσθεν εἴρηκε τῆς γαμετῆς τῇ εὐνοίᾳ προκρίνειν, οὐδὲν ἐρωτικὸν οὐδ᾽ αἰσχρὸν ἐποίησε. καὶ μὴν Φοίνιξ διὰ τὴν παλλακίδα κατάρατος ὑπὸ τοῦ πατρὸς γενόμενος
τὸν μὲν ἐγὤ φησὶ ῾βούλευσα κατακτάμεν ὀξέι 146 χαλκῷ
ἀλλά τις ἀθανάτων παῦσεν χόλον, ὃς ῥ᾽ ἐνὶ θυμῷ
δήμου θῆκε φάτιν καὶ ὀνείδεα πόλλ᾽ ἀνθρώπων,
ὡς μὴ πατροφόνος μετ᾽ Ἀχαιοῖσιν καλεοίμην
μὲν οὖν Ἀρίσταρχος ἐξεῖλε ταῦτα τὰ ἔπη φοβηθείς: ἔχει δὲ πρὸς τὸν καιρὸν ὀρθῶς, τοῦ Φοίνικος τὸν Ἀχιλλέα διδάσκοντος οἷόν ἐστιν ὀργὴ καὶ ὅσα διὰ θυμὸν ἄνθρωποι τολμῶσι, μὴ χρώμενοι λογισμῷ μηδὲ πειθόμενοι τοῖς παρηγοροῦσι. καὶ γὰρ τὸν Μελέαγρον ἐπεισάγει τοῖς πολίταις ὀργιζόμενον, εἶτα πραϋνόμενον, ὀρθῶς τὰ πάθη ψέγων, τὸ δὲ μὴ συνακολουθεῖν ἀλλ᾽ ἀντιτάττεσθαι καὶ κρατεῖν καὶ μετανοεῖν ἐπαινῶν ὡς καλὸν καὶ συμφέρον. ἐνταῦθα μὲν οὖν διαφορὰ πρόδηλος: ὅπου δ᾽ ἀσαφῆ τὰ τῆς [p. 65] γνώμης, διοριστέον οὕτω πως ἐφιστάντας τὸν νέον. εἰ μὲν Ναυσικάα ξένον ἄνδρα τὸν Ὀδυσσέα θεασαμένη καὶ παθοῦσα τὸ τῆς Καλυψοῦς πάθος πρὸς αὐτόν, ἅτε δὴ τρυφῶσα καὶ γάμων ὥραν ἔχουσα, τοιαῦτα μωραίνει πρὸς τὰς θεραπαινίδας
αἲ γὰρ ἐμοὶ 147 τοιόσδε πόσις κεκλημένος εἴη
ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν
, ψεκτέον τὸ θράσος αὐτῆς καὶ τὴν ἀκολασίαν εἰ δὲ τοῖς λόγοις τοῦ ἀνδρὸς τὸ ἦθος ἐνιδοῦσα καὶ θαυμάσασα τὴν ἔντευξιν αὐτοῦ πολὺν νοῦν ἔχουσαν εὔχεται τοιούτῳ συνοικεῖν μᾶλλον πλωτικῷ τινι καὶ ὀρχηστικῷ τῶν πολιτῶν, ἄξιον ἄγασθαι. πάλιν τῆς Πηνελόπης τοῖς μνηστῆρσι προσδιαλεγομένης οὐκ ἀπανθρώπως, ἐκείνων δ᾽ αὐτῇ χαριζομένων ἱμάτια καὶ κόσμον ἄλλον, ἡδόμενος Ὀδυσσεὺς
οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμόν
148
εἰ μὲν ἐπὶ τῇ δωροδοκίᾳ καὶ πλεονεξίᾳ χαίρει, τὸν κωμῳδούμενον ὑπερβάλλει μαστροπείᾳ Πολίαγρον
εὐδαίμων Πολίαγρος
149 οὐράνιον αἶγα πλουτοφόρον τρέφων
εἰ δὲ μᾶλλον οἰόμενος ὑποχειρίους ἕξειν διὰ τὴν ἐλπίδα θαρροῦντας 150 καὶ τὸ μέλλον οὐ προσδοκῶντας, λόγον ἔχει τὸ ἡδόμενον αὐτῷ καὶ θαρροῦν. ὁμοίως ἐπὶ τῇ διαριθμήσει τῶν χρημάτων, συνεξέθηκαν οἱ Φαίακες αὐτῷ καὶ ἀπέπλευσαν, εἰ μὲν [p. 66] ἀληθῶς ἐν ἐρημίᾳ τοσαύτῃ καὶ τῶν καθ᾽ αὑτὸν ἀσαφείᾳ καὶ ἀδηλότητι γεγονὼς περὶ τῶν χρημάτων φοβεῖται
μὴ τί οἱ οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες 151
152
, οἰκτείρειν ἄξιον βδελύττεσθαι νὴ Δία τὴν φιλοπλουτίαν: εἰ δ᾽, ὥσπερ ἔνιοι λέγουσι, περὶ τῆς Ἰθάκης ἀμφιδοξῶν οἴεται τὴν τῶν χρημάτων σωτηρίαν ἀπόδειξιν εἶναι τῆς τῶν Φαιάκων ὁσιότητος οὐ γὰρ ἂν ἀκερδῶς φέροντας αὐτὸν εἰς ἀλλοτρίαν ἐκβαλεῖν χώραν καὶ καταλιπεῖν, ἀποσχομένους τῶν χρημάτων, οὔτε φαύλῳ τεκμηρίῳ χρῆται καὶ τὴν πρόνοιαν ἄξιον ἐπαινεῖν. ἔνιοι δὲ καὶ τὴν ἔκθεσιν αὐτὴν εἰ μὲν ἀληθῶς ἐγένετο καθεύδοντος ψέγουσι, καὶ Τυρρηνοὺς ἱστορίαν τινά φασι διαφυλάττειν ὡς ὑπνώδους φύσει τοῦ Ὀδυσσέως γενομένου καὶ δυσεντεύκτου διὰ τοῦτο τοῖς πολλοῖς ὄντος. εἰ δ᾽ οὐκ ἦν ἀληθὴς ὕπνος, ἀλλ᾽ αἰδούμενος μὲν ἀποπέμψαι τοὺς Φαίακας ἄνευ ξενίων καὶ φιλοφροσύνης, μὴ δυνάμενος δὲ τοὺς ἐχθροὺς λαθεῖν ἐκείνων συμπαρόντων ἐχρήσατο τῆς ἀπορίας παρακαλύμματι, κοιμωμένῳ ποιήσας ὅμοιον ἑαυτόν, ἀποδέχονται. καὶ ταῦτα δὴ τοῖς νέοις ὑποδεικνύοντες οὐκ ἐάσομεν φορὰν πρὸς τὰ φαῦλα γίγνεσθαι τῶν ἠθῶν ἀλλὰ τῶν βελτιόνων ζῆλον καὶ προαίρεσιν, εὐθὺς τοῖς μὲν τὸ ψέγειν τοῖς δὲ τὸ ἐπαινεῖν ἀποδιδόντες;. μάλιστα δὲ τοῦτο δεῖ 153 ποιεῖν ἐν ταῖς τραγῳδίαις, ὅσαι λόγους ἔχουσι πιθανοὺς καὶ πανούργους ἐν πράξεσιν [p. 67] ἀδόξοις καὶ πονηραῖς. οὐ πάνυ γὰρ ἀληθὲς τὸ τοῦ Σοφοκλέους λέγοντος
οὐκ ἔστ᾽ ἀπ᾽ ἔργων μὴ καλῶν ἔπη καλά
154
καὶ γὰρ οὗτος 155 εἴωθεν ἤθεσι φαύλοις καὶ ἀτόποις πράγμασι λόγους ἐπιγελῶντας καὶ φιλανθρώπους αἰτίας πορίζειν. καὶ σύσκηνος αὐτοῦ πάλιν ὁρᾷς ὅτι τήν τε Φαίδραν καὶ προσεγκαλοῦσαν τῷ Θησεῖ πεποίηκεν ὡς διὰ τὰς ἐκείνου παρανομίας ἐρασθεῖσαν τοῦ Ἱππολύτου. τοιαύτην δὲ καὶ τῇ Ἑλένῃ παρρησίαν κατὰ τῆς Ἑκάβης ἐν ταῖς Τρῳάσι 156 δίδωσιν, οἰομένῃ δεῖν ἐκείνην κολάζεσθαι μᾶλλον ὅτι μοιχὸν αὐτῆς ἔτεκε. μηδὲν οὖν τούτων κομψὸν ἡγεῖσθαι καὶ πανοῦργον νέος ἐθιζέσθω, μηδὲ προσμειδιάτω ταῖς τοιαύταις εὑρησιλογίαις ἀλλὰ βδελυττέσθω τοὺς λόγους μᾶλλον τὰ ἔργα τῆς ἀκολασίας.


ἐπὶ πᾶσι τοίνυν καὶ τὸ τὴν αἰτίαν ἑκάστου τῶν λεγομένων ἐπιζητεῖν χρήσιμόν ἐστιν. μὲν γὰρ Κάτων ἔτι παιδάριον ὢν ἔπραττε μὲν προστάξειεν παιδαγωγός, αἰτίαν δὲ καὶ λόγον ἀπῄτει τοῦ προστάγματος: τοῖς δὲ ποιηταῖς οὐ πειστέον ὥσπερ παιδαγωγοῖς νομοθέταις, ἂν μὴ λόγον ἔχῃ τὸ ὑποκείμενον . ἕξει δέ, ἄνπερ χρηστὸν ἂν δὲ μοχθηρόν, ὀφθήσεται κενὸν καὶ μάταιον. ἀλλ᾽ οἱ πολλοὶ τῶν μὲν τοιούτων τὰς αἰτίας πικρῶς ἀπαιτοῦσι καὶ διαπυνθάνονται πῶς λέλεκται
μηδέ ποτ᾽ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθεν πινόντων
[p. 68] καὶ
ὃς δέ κ᾽ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ᾽ ἅρμαθ᾽ ἵκηται,
ἔγχει ὀρεξάσθω
157
τῶν δὲ μειζόνων ἀβασανίστως δέχονται τὴν πίστιν, οἷα καὶ ταῦτ᾽ ἐστὶν
δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ,
158 ὅταν συνειδῇ μητρὸς πατρὸς κακά
, καὶ
σμικρὸν φρονεῖν χρὴ τὸν κακῶς πεπραγότα 159
160
καίτοι ταῦτα τῶν ἠθῶν ἅπτεται καὶ τοὺς βίους διαταράττει, κρίσεις ἐμποιοῦντα φαύλας καὶ δόξας ἀγεννεῖς, ἂν μὴ πρὸς ἕκαστον αὐτῶν εἰθισμένοι λέγωμενδιὰ τί σμικρὸν φρονεῖν χρὴ τὸν κακῶς πεπραγότα 161 καὶ μὴ μᾶλλον ἀνταίρειν τῇ τύχῃ καὶ ποιεῖν ὑψηλὸν ἑαυτὸν καὶ ἀταπείνωτον; διὰ τί δέ, ἂν ἐκ πατρὸς φαύλου καὶ ἀνοήτου γεγονὼς αὐτὸς χρηστὸς καὶ φρόνιμος, οὐ προσήκει μοι διὰ τὴν ἐμὴν ἀρετὴν μέγα φρονεῖν ἀλλὰ καταπεπλῆχθαι καὶ ταπεινὸν εἶναι: διὰ τὴν τοῦ πατρὸς ἀμαθίαν;’ γὰρ οὕτως ἀπαντῶν καὶ ἀντερείδων καὶ μὴ παντὶ λόγῳ πλάγιον ὥσπερ πνεύματι παραδιδοὺς ἑαυτὸν ἀλλ᾽ ὀρθῶς ἔχειν νομίζων τὸβλὰξ 162 ἄνθρωπος ἐπὶ παντὶ λόγῳ φιλεῖ ἐπτοῆσθαιπολλὰ διακρούσεται τῶν οὐκ ἀληθῶς οὐδ᾽ ὠφελίμως λεγομένων. ταῦτα μὲν οὖν ἀβλαβῆ παρέξει τὴν τῶν ποιημάτων ἀκρόασιν.


ἐπεὶ δ᾽ ὥσπερ ἐν ἀμπέλου φύλλοις καὶ κλήμασιν εὐθαλοῦσι πολλάκις καρπὸς ἀποκρύπτεται [p. 69] καὶ λανθάνει κατασκιαζόμενος, ,οὕτως ἐν, ποιητικῇ λέξει καὶ μυθεύμασι περικεχυμένοις πολλὰ διαφεύγει τὸν νέον ὠφέλιμα καὶ χρήσιμα δεῖ δὲ τοῦτο μὴ πάσχειν ἀποπλανᾶσθαι τῶν πραγμάτων, ἐμφύεσθαι μάλιστα τοῖς πρὸς ἀρετὴν φέρουσι καὶ δυναμένοις πλάττειν τὸ ἦθος, οὐ χεῖρόν ἐστι καὶ περὶ τούτων διελθεῖν ἐν βραχέσιν, ἁψάμενον ὡς ἐν τύπῳ τῶν πραγμάτων, μήκη δὲ καὶ κατασκευὰς καὶ παραδειγμάτων ὄχλον ἐῶντα τοῖς ἐπιδεικτικώτερον γράφουσι πρῶτον μὲν οὖν τὰ χρηστὰ καὶ τὰ φαῦλα γιγνώσκων νέος καὶ πρόσωπα τοῖς λεγομένοις προσεχέτω καὶ ταῖς πράξεσιν ἃς ποιητὴς ἑκατέροις προσηκόντως ἀποδίδωσιν οἷον Ἀχιλλεὺς πρὸς τὸν Ἀγαμέμνονα λέγει, καίπερ λέγων μετ᾽
οὐ γὰρ σοί ποτε ἶσον ἔχω γέρας, ὁππότ᾽ Ἀχαιοὶ
163 Τρώων ἐκπέρσως1 εὖ ναιόμενον πτολίεθρον
δὲ Θερσίτης τῷ αὐτῷ λοιδορούμενος λέγει
πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
164 εἰσὶν ἐνὶ κλισίῃς 165 ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ
πρωτίστῳ δίδομεν, εὖτ᾽ ἂν πτολίεθρον ἕλωμεν
, καὶ πάλιν Ἀχιλλεὺς
αἴ κέ ποθι Ζεὺς
166 δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι
δὲ Θερσίτης
ὅν κεν ἐγὼ δήσας ἀγάγω ἄλλος Ἀχαιῶν
167
πάλιν τοῦ Ἀγαμέμνονος ἐν τῇ ἐπιπωλήσει τὸν Διομήδην λοιδορήσαντος μὲν οὐδὲν ἀντεῖπεν [p. 70]
αἰδεσθεὶς: βασιλῆος ἐνιπὴν αἰδοίοιο
168
, δὲ Σθένελος, οὗ μηδεὶς λόγος,
Ἀτρείδἠ φησί, μὴ ψεύδε᾽ ἐπιστάμενος σάφα 169 εἰπεῖν.
ἡμεῖς τοι πατέρων μέγ᾽ ἀμείνονες εὐχόμεθ᾽ εἶναι
γὰρ τοιαύτη διαφορὰ μὴ παρορωμένη διδάξει τὸν νέον ἀστεῖον ἡγεῖσθαι τὴν ἀτυφίαν καὶ μετριότητα, τὴν δὲ μεγαλαυχίαν καὶ περιαυτολογίαν ὡς φαῦλον εὐλαβεῖσθαι. χρήσιμον δὲ καὶ τὸ τοῦ Ἀγαμέμνονος κατανοεῖν ἐνταῦθα: τὸν μὲν γὰρ Σθένελον ἀπροσαύδητον παρῆλθε, τοῦ δ᾽ Ὀδυσσέως οὐκ ἠμέλησεν ἀλλ᾽ ἠμείψατο καὶ προσηγόρευσεν,
ὡς γνῶ χωομένοιο: πάλιν δ᾽ γε λάζετο μῦθον
170
τὸ μὲν γὰρ πᾶσιν ἀπολογεῖσθαι θεραπευτικὸν καὶ οὐκ ἀξιωματικόν τὸ δὲ πάντων καταφρονεῖν ὑπερήφανον καὶ ἀνόητον. ἄριστα δ᾽ Διομήδης ἐν μὲν τῇ μάχῃ σιωπᾷ κακῶς ἀκούων ὑπὸ τοῦ βασιλέως, μετὰ δὲ τὴν μάχην παρρησίᾳ χρῆται πρὸς αὐτὸν
ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν
171
εὖ δ᾽ ἔχει καὶ φρονίμου διαφορὰν ἀνδρὸς καὶ μάντεως πανηγυρικοῦ μὴ παραλιπεῖν. μὲν γὰρ Κάλχας οὐ συνεῖδε τὸν καιρόν, ἀλλ᾽ ἐν πλήθει παρ᾽ οὐδὲν ἐποιήσατο κατηγορῆσαι τοῦ βασιλέως ὡς τὸν λοιμὸν αὐτοῖς ἐπαγαγόντος: 172 δὲ Νέστωρ βουλόμενος ἐμβάλλειν λόγον ὑπὲρ τῶν πρὸς τὸν Ἀχιλλέα [p. 71] διαλλαγῶν, ἵνα μὴ διαβάλλειν δοκῇ τὸν Ἀγαμέμνονα πρὸς τὸ πλῆθος; ὡς ἁμαρτόντα καὶ χρησάμενον ὀργῇ,
δαίνυ δαῖτα γέρουσιν: ἔοικέ τοι, οὔ τοι ἀεικὲς
173 πολλῶν δ᾽ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην
βουλὴν βουλεύσῃ.
καὶ μετὰ τὸ δεῖπνον ἐξαποστέλλει τοὺς πρέσβεις: τοῦτο γὰρ ἦν ἐπανόρθωσις ἁμαρτίας, ἐκεῖνο δὲ κατηγορία καὶ προπηλακισμός Ἔτι δὲ καὶ τὰς ἐν τοῖς γένεσι διαφορὰς σκεπτέον, ὧν τοιοῦτός ἐστιν τρόπος. οἱ μὲν Τρῶες ἐπίασι μετὰ κραυγῆς καὶ θράσους, οἱ δ᾽ Ἀχαιοὶ
σιγῇ δειδιότες σημάντορας
174
τὸ γὰρ ἐν χερσὶ τῶν πολεμίων ὄντων φοβεῖσθαι τοὺς ἄρχοντας ἀνδρείας ἅμα καὶ πειθαρχίας σημεῖον. ὅθεν μὲν Πλάτων ἐθίζει τοὺς ψόγους φοβεῖσθαι καὶ τὰ αἰσχρὰ μᾶλλον τοὺς πόνους καὶ τοὺς κινδύνους, δὲ Κάτων ἔλεγε φιλεῖν τοὺς ἐρυθριῶντας μᾶλλον τοὺς: ὠχριῶντας. ἔστι δὲ καὶ τῶν ἐπαγγελιῶν ἴδιος χαρακτήρ. μὲν γὰρ Δόλων πο ἐπαγγέλλεται
τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερές, ὄφρ᾽ ἂν
175 νῆ Ἀγαμεμνονέην
ιορωμαι δὲ Διομήδης ἐπαγγέλλεται μὲν οὐδέν, ἧττον δ᾽ ἄν φησι φοβηθῆναι μεθ᾽ ἑτέρου πεμπόμενος. Ἑλληνικὸν οὖν καὶ ἀστεῖον πρόνοια, βαρβαρικὸν δὲ καὶ φαῦλον θρασύτης: καὶ δεῖ τὸ μὲν ζηλοῦν τὸ δὲ δυσχεραίνειν. ἔχεται δέ τινος οὐκ ἀχρήστου [p. 72] θεωρίας καὶ τὸ περὶ τοὺς Τρῶας καὶ τὸν Ἕκτορα πάθος, τοῦ Αἴαντος αὐτῷ μονομαχεῖν μέλλοντος. μὲν γὰρ Αἰσχύλος Ἰσθμοῖ πύκτου πληγέντος εἰς τὸ πρόσωπον καὶ κραυγῆς γενομένης, ‘οἷονεἶπεν ἄσκησίς ἐστιν. οἱ θεώμενοι βοῶσιν, δὲ πληγεὶς σιωπᾷτοῦ δὲ ποιητοῦ λέγοντος ὅτι τὸν Αἴαντα τῶν ὅπλων ποιούντων λαμπρὸν οἱ μὲν Ἕλληνες ἔχαιρον ὁρῶντες,
Τρῶας δὲ τρόμος αἰνὸς ἐπήλυθε γυῖα ἕκαστον, 176
Ἕκτορί τ᾽ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσε
, τίς οὐκ ἂν ἀγάσαιτο τὴν διαφοράν; τοῦ μὲν κινδυνεύοντος καρδία πηδᾷ μόνον, ὥσπερ παλαίειν νὴ Δί᾽ σταδιοδρομεῖν μέλλοντος, τῶν δὲ θεωμένων τρέμει καὶ πάλλεται τὸ σῶμα δι᾽ εὔνοιαν καὶ φόβον ὑπὲρ τοῦ βασιλέως. ἐνταῦθα δὲ καὶ τὴν τοῦ κρατίστου πρὸς τὸν κάκιστον διαφορὰν ἀποθεωρητέον. μὲν γὰρ Θερσίτης
ἔχθιστος δ᾽ Ἀχιλῆι μάλιστ᾽ ἦν ἠδ᾽ Ὀδυσῆι
177
, δ᾽ Αἴας ἀεί τε τῷ Ἀχιλλεῖ προσφιλὴς καὶ πρὸς τὸν Ἕκτορα λέγει περὶ αὐτοῦ
νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος
178 οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι,
καὶ μετ᾽ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα
καὶ τοῦτο μὲν Ἀχιλλέως τὸ ἐγκώμιόν ἐστι, τὰ δ᾽ ἑξῆς ὑπὲρ ἁπάντων εἴρηται χρησίμως
ἡμεῖς δ᾽ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν
179 καὶ πολέες
, [p. 73] οὔτε μόνον οὔτε ἄριστον ἀποφαίνων ἑαυτὸν ἀλλὰ μετὰ πολλῶν ὁμοίως δυνάμενον 180 ἀμύνασθαι. ταῦτα μὲν οὖν ἱκανὰ περὶ διαφορᾶς, ἂν μὴ κἀκεῖνο βουλώμεθα προσλαβεῖν, ὅτι τῶν Τρώων ἑαλώκασι καὶ πολλοὶ 181 ζῶντες, οὐδεὶς δὲ τῶν Ἀχαιῶν, καὶ τῶν μὲν ὑποπεπτώκασιν ἔνιοι τοῖς πολεμίοις, ὥσπερ Ἄδραστος, οἱ Ἀντιμάχου παῖδες, Λυκάων, αὐτὸς Ἕκτωρ δεόμενος περὶ ταφῆς τοῦ Ἀχιλλέως, ἐκείνων δ᾽ οὐδείς, ὡς βαρβαρικοῦ τοῦ ἱκετεύειν καὶ ὑποπίπτειν ἐν τοῖς ἀγῶσιν ὄντος, Ἑλληνικοῦ δὲ τοῦ νικᾶν μαχόμενον ἀποθνῄσκειν.


ἐπεὶ δ̓ ὥσπερ ἐν ταῖς νομαῖς μὲν μέλιττα διώκει τὸ ἄνθος, δ᾽ αἲξ τὸν θαλλόν, δ᾽᾽ δ᾽ ὗς τὴν ῥίζαν, ἄλλα δὲ ζῷα τὸ σπέρμα καὶ τὸν καρπόν, οὕτως , ἐν ταῖς ἀναγνώσεσι τῶν ποιημάτων μὲν ἀπανθίζεται τὴν ἱστορίαν, δ᾽ ἐμφύεται τῷ κάλλει καὶ τῇ κατασκευῇ τῶν ὀνομάτων, καθάπερ Ἀριστοφάνης περὶ τοῦ Εὐριπίδου φησὶ
χρῶμαι γὰρ αὐτοῦ τοῦ στόματος τῷ στρογγύλῳ
182
: οἱ δὲ τῶν πρὸς τὸ ἦθος εἰρημένων ὠφελίμως ἔχονται, πρὸς οὓς δὴ νῦν ἡμῖν λόγος ἐστίν, ὑπομιμνῄσκωμεν αὐτοὺς ὅτι δεινόν ἐστι τὸν μὲν φιλόμυθον μὴ λανθάνειν τὰ καινῶς ἱστορούμενα καὶ περιττῶς, μηδὲ τὸν φιλόλογον ἐκφεύγειν τὰ καθαρῶς πεφρασμένα καὶ ῥητορικῶς, τὸν δὲ φιλότιμον καὶ φιλόκαλον καὶ μὴ παιγνίας 183 ἀλλὰ παιδείας ἕνεκα ποιημάτων [p. 74] ἁπτόμενον ἀργῶς καὶ ἀμελῶς ἀκούειν τῶν πρὸς ἀνδρείαν σωφροσύνην δικαιοσύνην ἀναπεφωνημένων, οἷα καὶ ταῦτ᾽ ἐστὶ
Τυδείδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;
ἀλλ᾽ ἄγε 184 δεῦρο, πέπον, παρ᾽ ἔμ᾽ ἵστασο: δὴ γὰρ ἔλεγχος
ἔσσεται, εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ
τὸ γὰρ ἐν κινδύνῳ τοῦ διαφθαρῆναι καὶ ἀπολέσθαι μετὰ πάντων ὄντα τὸν φρονιμώτατον ὁρᾶν τὸ αἰσχρὸν δεδοικότα καὶ τὸ ἐπονείδιστον ἀλλὰ μὴ τὸν θάνατον, ἐμπαθῆ ποιήσει πρὸς ἀρετὴν τὸν νέον. καὶ τῷ 185
χαῖρε δ᾽ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ
186
τοιοῦτον ἐπιλογισμὸν δίδωσι, μήτε πλουσίῳ τινὶ μήτε καλῷ τὸ σῶμα μήτ᾽ ἰσχυρῷ τὴν θεὸν χαίρουσαν ἀλλὰ φρονίμῳ καὶ δικαίῳ ποιήσας, καὶ πάλιν τὸν Ὀδυσσέα φάσκουσα μὴ περιορᾶν μηδὲ προλείπειν
οὕνεκ᾽ ἐπητής ἐστι καὶ ἀγχίνοος καὶ ἐχέφρων,
187
ἐνδείκνυται μόνον εἶναι τῶν ἡμετέρων θεοφιλὲς καὶ θεῖον ἀρετήν, εἴγε δὴ τὰ ὅμοια χαίρειν τοῖς ὁμοίοις πέφυκεν. ἐπεὶ δὲ μεγάλου δοκοῦντος εἶναι καὶ ὄντος τοῦ κρατεῖν ὀργῆς μεῖζόν ἐστιν φυλακὴ καὶ πρόνοια τοῦ μὴ περιπεσεῖν ὀργῇ μηδ᾽ ἁλῶναι, καὶ ταῦτα δεῖ τοῖς ἀναγιγνώσκουσιν ὑποδεικνύειν οὑκ μὴ παρέργως, ὅτι τὸν Πρίαμον Ἀχιλλεὺς ἀνασχετικὸς ὢν οὐδὲ πρᾶος ἡσυχίαν ἄγειν κελεύει καὶ μὴ παροξύνειν αὐτόν, οὕτως 188 [p. 75]
μηκέτι νῦν μ᾽ ἐρέθιζε, γέρον νοέω δὲ καὶ αὐτός
189 Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε
μή σε, γέρον, οὐδ᾽ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω,
καὶ ἱκέτην περ ἐόντα, Διὸς δ᾽ ἀλίτωμαι ἐφετμάς,
καὶ τὸν Ἕκτορα λούσας καὶ περιστείλας αὐτὸς ἐπὶ τὴν ἀπήνην τίθησι, πρὶν ᾐκισμένον ὑπὸ τοῦ πατρὸς ὀφθῆναι,
μὴ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο,
190 παῖδα ἰδών, Ἀχιλῆι δ᾽ ὀρινθείη φίλον ἦτορ
καὶ κατακτείνειε, Διὸς δ᾽ ἀλίτηται ἐφετμάς
τὸ γὰρ ἐπισφαλῶς πρὸς ὀργὴν ἔχοντα καὶ φύσει τραχὺν ὄντα καὶ θυμοειδῆ μὴ λανθάνειν ἑαυτὸν ἀλλ᾽ ἐξευλαβεῖσθαι καὶ φυλάττεσθαι τὰς αἰτίας καὶ προκαταλαμβάνειν τῷ λογισμῷ πόρρωθεν ὅπως οὐδ᾽ ἄκων τῷ πάθει περιπεσεῖται, θαυμαστῆς ἐστι προνοίας. οὕτω δὲ δεῖ καὶ πρὸς μέθην τὸν φίλοινον ἔχειν καὶ πρὸς ἔρωτα τὸν ἐρωτικόν: ὥσπερ Ἀγησίλαος οὐχ ὑπέμεινεν ὑπὸ τοῦ καλοῦ φιληθῆναι προσιόντος, δὲ Κῦρος οὐδ᾽ ἰδεῖν τὴν Πάνθειαν ἐτόλμησε, τῶν ἀπαιδεύτων τοὐναντίον ὑπεκκαύματα τοῖς πάθεσι συλλεγόντων καὶ πρὸς μάλιστα κακῶς καὶ ὀλισθηρῶς ἔχουσιν αὑτοὺς προϊεμένων. δ᾽ Ὀδυσσεὺς οὐ μόνον ἑαυτὸν ἀνέχει θυμούμενον, ἀλλὰ καὶ τὸν Τηλέμαχον ἐκ τοῦ λόγου συνιδὼν χαλεπὸν ὄντα καὶ μισοπόνηρον ἀμβλύνει καὶ παρασκευάζει πόρρωθεν ἡσυχίαν ἄγειν καὶ ἀνέχεσθαι, κελεύων
εἰ δὲ μ᾽ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ
191
[p. 76]
τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο ,
ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε
βέλεσιν βάλλωσι: σὺ δ᾽ εἰσορόων ἀνέχεσθαι
ὥσπερ γὰρ τοὺς ἵππους οὐκ ἐν τοῖς δρόμοις χαλινοῦσιν ἀλλὰ πρὸ τῶν δρόμων, οὕτω τοὺς δυσκαθέκτους πρὸς τὰ δεινὰ καὶ θυμοειδεῖς προκαταλαμβάνοντες τοῖς λογισμοῖς καὶ προκαταρτύοντες ἐπὶ τοὺς ἀγῶνας ἄγουσι. δεῖ δὲ μηδὲ τῶν ὀνομάτων ἀμελῶς ἀκούειν, ἀλλὰ τὴν μὲν Κλεάνθους παιδιὰν παραιτεῖσθαι: κατειρωνεύεται γὰρ ἔστιν ὅτε προσποιούμενος ἐξηγεῖσθαι τὸ
Ζεῦ πάτερ Ἴδηθεν μεδέων
192
καὶ τὸ
Ζεῦ ἄνα Δωδωναῖε
193
κελεύων ἀναγιγνώσκειν ὑφ᾽ ἕν, ὡς τὸν ἐκ τῆς γῆς ἀναθυμιώμενον ἀέρα διὰ τὴν ἀνάδοσιν ἀναδωδωναῖον ὄντα. καὶ Χρύσιππος δὲ πολλαχοῦ γλίσχρος ἐστίν, οὐ παίζων ἀλλ᾽ εὑρησιλογῶν ἀπιθάνως, καὶ παραβιαζόμενος εὐρύοπα Κρονίδην εἶναι τὸν δεινὸν ἐν τῷ διαλέγεσθαι καὶ διαβεβηκότα τῇ δυνάμει τοῦ λόγου. βέλτιον δὲ ταῦτα τοῖς γραμματικοῖς παρέντας ἐκεῖνα μᾶλλον πιέζειν οἷς ἅμα τὸ χρήσιμον καὶ πιθανὸν ἔνεστιν 194
οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι 195 ἐσθλὸς
καὶ
πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι
196
[p. 77] τήν τε γὰρ ἀνδρείαν ἀποφαίνων μάθημα καὶ τὸ προσφιλῶς ἅμα καὶ κεχαρισμένως ἀνθρώποις ὁμιλεῖν ἀπ᾽ ἐπιστήμης καὶ κατὰ λόγον γίγνεσθαι νομίζων προτρέπει μὴ ἀμελεῖν ἑαυτῶν, ἀλλὰ μανθάνειν τὰ καλὰ καὶ προσέχειν τοῖς διδάσκουσιν, ὡς καὶ τὴν σκαιότητα καὶ τὴν δειλίαν ἀμαθίαν καὶ ἄγνοιαν οὖσαν. σφόδρα δὲ τούτοις κἀκεῖνα σύμφωνά ἐστιν λέγει περὶ τοῦ Διὸς καὶ τοῦ Ποσειδῶνος
μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ᾽ ἴα πάτρη, 197
ἀλλὰ Ζεὺς πρότερος; γεγόνει καὶ πλείονα ᾔδη᾽
θειότατον γὰρ ἀποφαίνει τὴν φρόνησιν καὶ βασιλικώτατον, ἐν τίθεται τὴν μεγίστην ὑπεροχὴν τοῦ Διός, ἅτε δὴ καὶ τὰς ἄλλας ἀρετὰς ἕπεσθαι ταύτῃ νομίζων. ἐθιστέον δ᾽ ἅμα καὶ τούτων ἐγρηγορότως τὸν νέον ἀκούειν
ψεῦδος δ᾽ οὐκ ἐρέει: μάλα γὰρ πεπνυμένος ἐστὶ
198
καί
Ἀντίλοχε, πρόσθεν πεπνυμένε, ποῖον ἔρεξας;
199 ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους
καὶ
Γλαῦκε, τίη δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπας;
200 πέπον, τ᾽ ἐφάμην σε περὶ φρένας ἔμμεναι ἄλλων
, ὡς οὔτε ψευδομένων τῶν φρονίμων οὔτε κακομαχούντων ἐν τοῖς: ἀγῶσιν οὔτε παρ᾽ ἀξίαν ἑτέροις ἐγκαλούντων. καὶ τὸν Πάνδαρον δὲ πεισθῆναι λέγων διὰ τὴν ἀφροσύνην τὰ ὅρκια συγχέαι δῆλὸς [p. 78] ἐστιν οὐκ ἂν ἀδικῆσαι τὸν φρόνιμον ἡγούμενος ὅμοια δ᾽ ἔστι καὶ περὶ σωφροσύνης ὑποδεικνύειν ἐφιστάντα τοῖς οὕτω λεγομένοις οιαὶ
τῷ δὲ γονὴ Προίτου ἐπεμήνατο, δῖ᾽ Ἄντεια, 201
κρυπταδίῃ φιλότητι μιγήμεναι: ἀλλὰ τὸν οὔ τι
πεῖθ᾽ ἀγαθὰ φρονέοντα, δαΐφρονα Βελλεροφόντην
δ᾽ ἤτοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικές, 202
δῖα Κλυταιμνήστρη: φρεσὶ γὰρ κέχρητ᾽ ἀγαθῇσιν
ἐν μὲν οὖν τούτοις τῇ φρονήσει τὴν τοῦ σωφρονεῖν αἰτίαν ἀποδίδωσιν, ἐν δὲ ταῖς παρὰ τὰς μάχας κελεύσεσιν ἑκάστοτε λέγων
αἰδώς, Λύκιοι. πόσε φεύγετε; νῦν θοοὶ ἔστε
203
καὶ 204
ἀλλ᾽ ἐν φρεσὶ θέσθε ἕκαστος
αἰδῶ καὶ νέμεσιν: δὴ γὰρ μέγα νεῖκος ὄρωρεν
ἀνδρείους ἔοικε ποιεῖν τοὺς σώφρονας διὰ τὸ αἰδεῖσθαι τὰ αἰσχρὰ καὶ τὰς ἡδονὰς δυναμένους ὑπερβαίνειν καὶ τοὺς κινδύνους ὑφίστασθαι. ἀφ᾽ ὧν καὶ Τιμόθεος ὁρμηθεὶς οὐ κακῶς ἐν τοῖς Πέρσαις τοὺς Ἕλληνας παρεκάλει
σέβεσθ᾽ αἰδῶ συνεργὸν ἀρετᾶς δοριμάχου
205
Αἰσχύλος 206 δὲ καὶ τὸ πρὸς δόξαν ἔχειν ἀτύφως καὶ μὴ διασοβεῖσθαι μηδ᾽ ἐπαίρεσθαι τοῖς παρὰ τῶν πολλῶν ἐπαίνοις ἐν τῷ φρονεῖν τίθεται περὶ τοῦ Ἀμφιαράου γράφων [p. 79]
οὐ γὰρ δοκεῖν ἄριστος ἀλλ᾽ εἶναι θέλει,
βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,
ἀφ᾽ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα
τὸ γὰρ ἐφ᾽ ἑαυτῷ καὶ τῇ διαθέσει τῇ περὶ αὑτὸν οὔσῃ κρατίστῃ μεγαλοφρονεῖν νοῦν ἔχοντος ἀνδρός ἐστι. πάντων οὖν ἀναγομένων εἰς τὴν φρόνησιν ἀποδείκνυται πᾶν εἶδος ἀρετῆς ἐπιγιγνόμενον ἐκ λόγου 207 καὶ διδασκαλίας.


μὲν οὖν μέλιττα φυσικῶς ἐν τοῖς δριμυτάτοις ἄνθεσι καὶ ταῖς τραχυτάταις ἀκάνθαις ἐξανευρίσκει τὸ λειότατον μέλι καὶ χρηστικώτατον, οἱ δὲ παῖδες, ἂν ὀρθῶς ἐντρέφωνται τοῖς ποιήμασιν, καὶ ἀπὸ τῶν φαύλους καὶ ἀτόπους ὑποψίας ἐχόντων ἕλκειν τι χρήσιμον ἁμωσγέπως μαθήσονται καὶ ὠφέλιμον. αὐτίκα γοῦν ὕποπτός ἐστιν Ἀγαμέμνων ὡς διὰ δωροδοκίαν ἀφεὶς τῆς στρατείας τὸν 208 πλούσιον ἐκεῖνον τὸν τὴν Αἴθην χαρισάμενον αὐτῷ
δῶρ᾽, ἵνα μὴ οἱ ἕποιθ᾽ ὑπὸ Ἴλιον ἠνεμόεσσαν
209 ἀλλ᾽ αὐτοῦ τέρποιτο μένων: μέγα γάρ οἱ ἔδωκεν
Ζεὺς ἄφενος
ῦὁ ὀρθῶς δὲ γ᾽ ἐποίησεν, ὡς Ἀριστοτέλης φησίν, ἵππον ἀγαθὴν ἀνθρώπου τοιούτου προτιμήσας: οὐδὲ γὰρ κυνὸς ἀντάξιος οὐδ᾽ ὄνου μὰ Δία δειλὸς ἀνὴρ καὶ ἄναλκις, ὑπὸ πλούτου καὶ μαλακίας διερρυηκώς πάλιν αἴσχιστα δοκεῖ τὸν υἱὸν Θέτις ἐφ᾽ ἡδονὰς παρακαλεῖν καὶ ἀναμιμνῄσκειν ἀφροδισίων. ἀλλὰ κἀνταῦθα δεῖ παραθεωρεῖν τὴν τοῦ Ἀχιλλέως [p. 80] ἐγκράτειαν, ὅτι τῆς Βρισηίδος ἐρῶν ἡκούσης πρὸς αὐτόν, εἰδὼς τὴν τοῦ βίου τελευτὴν ἐγγὺς οὖσαν οὐ σπεύδει τῶν ἡδονῶν πρὸς ἀπόλαυσιν οὐδ᾽ ὥσπερ οἱ πολλοὶ πενθεῖ τὸν φίλον ἀπραξίᾳ καὶ παραλείψει τῶν καθηκόντων; ἀλλὰ τῶν μὲν ἡδονῶν διὰ τὴν λύπην ἀπέχεται, ταῖς δὲ πράξεσι καὶ ταῖς στρατηγίαις ἐνεργός ἐστι. πάλιν Ἀρχίλοχος οὐκ ἐπαινεῖται λυπούμενος μὲν ἐπὶ τῷ ἀνδρὶ τῆς ἀδελφῆς διεφθαρμένῳ κατὰ θάλασσαν, οἴνῳ δὲ καὶ παιδιᾷ πρὸς τὴν λύπην μάχεσθαι διανοούμενος. αἰτίαν μέντοι λόγον ἔχουσαν εἴρηκεν
οὔτε τι γὰρ κλαίων ἰήσομαι οὔτε κάκιον
210 θήσω τερπωλὰς καὶ θαλίας ἐφέπων
εἰ γὰρ ἐκεῖνος οὐδὲν ἐνόμιζεν ποιήσειν κάκιον τερπωλὰς καὶ θαλίας: ἐφέπων, πῶς ἡμῖν τὰ παρόντα χεῖρον ἕξει φιλοσοφοῦσι καὶ πολιτευομένοις καὶ προιοῦσιν εἰς ἀγορὰν καὶ καταβαίνουσιν εἰς Ἀκαδήμειαν καὶ γεωργίαν ἐφέπουσιν; ὅθεν οὐδ᾽ αἱ παραδιορθώσεις φαύλως ἔχουσιν αἷς καὶ Κλεάνθης ἐχρήσατο καὶ Ἀντισθένης, μὲν εὖ μάλα τοὺς Ἀθηναίους ἰδὼν θορυβήσαντας ἐν τῷ θεάτρῳ
τί δ᾽ αἰσχρὸν εἰ μὴ τοῖσι χρωμένοις δοκεῖ;
211
παραβάλλων εὐθὺςαἰσχρὸν τὸ γ᾽ αἰσχρόν, κἂν δοκῇ κἂν μὴ δοκῇ,
δὲ Κλεάνθης περὶ τοῦ πλούτου
φίλοις τε δοῦναι σῶμὰ τ᾽ εἰς νόσους πεσὸν
212 δαπάναισι σῶσαι
[p. 81] μεταγράφων οὕτω
πόρναις τε δοῦναι σῶμὰ τ᾽ εἰς νόσους πεσόν
δαπάναις ἐπιτρῖψαι.
καὶ Ζήνων ἐπανορθούμενος τὸ τοῦ Σοφοκλέους
ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται,
213 κείνου στὶ δοῦλος:, κἂν ἐλεύθερος μόλῃ
μετέγραφεν
οὐκ ἔστι δοῦλος, ἢν ἐλεύθερος μόλῃ,
τῷ ἐλευθέρῳ νῦν συνεκφαίνων τὸν ἀδεᾶ καὶ μεγαλόφρονα καὶ ἀταπείνωτον. τί δὴ κωλύει καὶ ἡμᾶς ταῖς τοιαύταις ὑποφωνήσεσι τοὺς νέους παρακαλεῖν πρὸς τὸ βέλτιον, οὕτω πως χρωμένους τοῖς λεγομένοις;
τόδ᾽ ἐστὶ τὸ ζηλωτὸν ἀνθρώποις, ὅτῳ
214 τόξον μερίμνης εἰς βούλεται πέσῃ.
οὔκ. ἀλλ᾽
ὅτῳ τόξον μερίμνης εἰς συμφέρει πέσῃ.
τὸ γὰρ: μὴ δεῖ βουλόμενον λαμβάνειν καὶ τυγχάνειν οἰκτρόν ἐστι καὶ ἄζηλον. καὶ 215
οὐκ ἐπὶ πᾶσὶν ς1 ἐφύτευσ᾽ ἀγαθοῖς,
216 Ἀγάμεμνον, Ἀτρεύς
δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι
μὰ Δία, φήσομεν, ἀλλὰ δεῖ σε χαίρειν, μὴ λυπεῖσθαι τυγχάνοντα μετρίων
οὐ γὰρ ἐπὶ πᾶσὶν ς1᾿ ἐφύτευς1 ἀγαθοῖς,
Ἀγάμεμνον, Ἀτρεύς.
[p. 82]
αἰαῖ τόδ᾽ ἤδη θεῖον ἀνθρώποις κακόν, 217
ὅταν τις εἰδῇ τἀγαθόν, χρῆται δὲ μή.
θηριῶδες μὲν οὖν καὶ ἄλογον καὶ οἰκτρὸν εἰδότα τὸ βέλτιον ὑπὸ τοῦ χείρονος ἐξ ἀκρασίας καὶ μαλακίας ἄγεσθαι.
τρόπος ἔσθ᾽ πείθων τοῦ λέγοντος, οὐ λόγος.'
218
καὶ τρόπος 219 μὲν οὖν καὶ λόγος τρόπος διὰ λόγου, καθάπερ ἱππεὺς 220 διὰ χαλινοῦ καὶ διὰ 221 πηδαλίου κυβερνήτης, οὐδὲν οὕτω φιλάνθρωπον οὐδὲ συγγενὲς ἐχούσης τῆς ἀρετῆς ὄργανον ὡς τὸν λόγον.
πρὸς θῆλυ νεύει μᾶλλον πὶ τἄρρενα;
222 ὅπου προσῇ τὸ κάλλος, ἀμφιδέξιος.
ἦν δὲ βέλτιον εἰπεῖν
ὅπου προσῇ τὸ σῶφρον, ἀμφιδέξιος
ὡς ἀληθῶς καὶ ἰσόρροπος: δ᾽ δ᾽ ὑφ᾽ ἡδονῆς καὶ ὥρας ὧδε κἀκεῖ μετοιακιζόμενος ἐπαρίστερος καὶ ἀβέβαιος.
φόβος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν.
223
καὶ μὴν οὐδαμῶς, ἀλλὰθάρσος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν.
φόβος δὲ τοῖς ἄφροσι καὶ ἀνοήτοις καὶ ἀχαρίστοις ὅτι καὶ τὴν παντὸς αἰτίαν ἀγαθοῦ δύναμιν καὶ ἀρχὴν ὡς βλάπτουσαν ὑφορῶνται καὶ δεδίασι τὸ μὲν οὖν τῆς ἐπανορθώσεως γένος τοιοῦτόν ἐστι.


τὴν δ᾽ ἐπὶ πλέον τῶν λεγομένων χρῆσιν ὑπέδειξεν ὀρθῶς Χρύσιππος, ὅτι δεῖ μετάγειν [p. 83] διαβιβάζειν ἐπὶ τὰ ὁμοειδῆ τὸ χρήσιμον. τε γὰρ Ἡσίοδος εἰπὼν
οὐδ᾽ ἂν βοῦς ἀπόλοιτ᾽, εἰ μὴ γείτων κακὸς εἴη
224
καὶ περὶ κυνὸς ταὐτὸ καὶ περὶ ὄνου λέγει καὶ περὶ πάντων ὁμοίως τῶν ἀπολέσθαι δυναμένων. καὶ πάλιν τοῦ Εὐριπίδου λέγοντος
τίς δ᾽ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν;
225
ὑπακουστέον ὅτι καὶ περὶ πόνου καὶ νόσου ταὐτὰ 226 εἴρηκεν. ὡς γὰρ φαρμάκου πρὸς ἓν ἁρμόσαντος νόσημα τὴν δύναμιν καταμαθόντες οἱ ἰατροὶ μετάγουσι καὶ χρῶνται πρὸς ἅπαν τὸ παραπλήσιον, οὕτω καὶ λόγον κοινοῦν καὶ δημοσιεύειν τὴν χρείαν δυνάμενον οὐ χρὴ περιορᾶν ἑνὶ πράγματι συνηρτημένον ἀλλὰ κινεῖν ἐπὶ πάντα τὰ ὅμοια, καὶ τοὺς νέους ἐθίζειν τὴν κοινότητα συνορᾶν καὶ μεταφέρειν ὀξέως τὸ οἰκεῖον, ἐν πολλοῖς παραδείγμασι ποιουμένους μελέτην καὶ ἄσκησιν ὀξυηκοΐας, ἵνα τοῦ Μενάνδρου λέγοντος
μακάριος ὅστις οὐσίαν καὶ νοῦν ἔχει
227
τοῦτο καὶ περὶ δόξης καὶ περὶ ἡγεμονίας καὶ περὶ λόγου δυνάμεως εἰρῆσθαι νομίζωσι, τὴν δὲ πρὸς τὸν Ἀχιλλέα τὸν ἐν Σκύρῳ καθήμενον ἐν ταῖς παρθένοις γεγενημένην ἐπίπληξιν ὑπὸ τοῦ Ὀδυσσέως
σὺ δ᾽, τὸ λαμπρὸν φῶς ἀποσβεννὺς γένους, 228
ξαίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς;
καὶ πρὸς τὸν ἄσωτον οἴωνται 229 λέγεσθαι καὶ πρὸς τὸν αἰσχροκερδῆ καὶ πρὸς τὸν ἀμελῆ καὶ ἀπαίδευτον [p. 84]
πίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς,
κυβεύεις ὀρτυγοκοπεῖς καπηλεύεις τοκογλυφεῖς, μηδὲν μέγα φρονῶν μηδ᾽ ἄξιον τῆς εὐγενείας;
μὴ πλοῦτον εἴπῃς. οὐχὶ θαυμάζω θεόν 230
ὃν χὠ 231 κάκιστος ῥᾳδίως ἐκτήσατο.
οὐκοῦν μηδὲ δόξαν εἴπῃς μηδὲ σώματος εὐμορφίαν μηδὲ στρατηγικὴν χλαμύδα μηδ᾽ ἱερατικὸν στέφανον, ὧν καὶ τοὺς κακίστους ὁρῶμεν τυγχάνοντας.
τῆς δειλίας γὰρ αἰσχρὰ γίγνεται τέκνα
232
καὶ ναὶ μὰ Δία τῆς ἀκολασίας καὶ τῆς δεισιδαιμονίας καὶ τοῦ φθόνου καὶ τῶν ἄλλων νοσημάτων ἁπάντων. ἄριστα δ᾽ εἰρηκότος Ὁμήρου τὸ
Δύσπαρι εἶδος ἄριστε
233
καὶ τὸ
Ἕκτορ εἶδος ἄριστε
234
ψόγου γὰρ ἀποφαίνει καὶ λοιδορίας ἄξιον μηδέν ἐστιν ἀγαθὸν εὐμορφίας κάλλιον ἐφαρμοστέον τοῦτο καὶ τοῖς ὁμοίοις, κολούοντα τοὺς μεγαλοφρονοῦντας ἐπὶ τοῖς μηδενὸς ἀξίοις, καὶ διδάσκοντα τοὺς νέους ὄνειδος ἡγεῖσθαι καὶ λοιδορίαν τὸχρήμασιν ἄριστεκαὶδείπνοις ἄριστεκαὶπαισὶν ὑποζυγίοις ἄριστεκαὶ νὴ Δία τὸ λέγειν ἐφεξῆςἄριστεδεῖ γὰρ ἐκ τῶν καλῶν διώκειν τὴν ὑπεροχὴν καὶ περὶ τὰ πρῶτα πρῶτον εἶναι καὶ μέγαν ἐν τοῖς μεγίστοις: δ᾽ ἀπὸ μικρῶν δόξα καὶ φαύλων ἄδοξός ἐστι καὶ ἀφιλότιμος. τοῦτο δ᾽ ἡμᾶς εὐθὺς ὑπομιμνῄσκει τὸ παράδειγμα τὸ τοὺς 235 ψόγους [p. 85] ἀποθεωρεῖν καὶ τοὺς ἐπαίνους ἐν τοῖς Ὁμήρου μάλιστα ποιήμασιν: ἔμφασις γὰρ γίγνεται μεγάλη τοῦ τὰ σωματικὰ καὶ τυχηρὰ μὴ μεγάλης ἄξια σπουδῆς: νομίζειν. πρῶτον μὲν γὰρ ἐν ταῖς δεξιώσεσι καὶ ἀνακλήσεσιν οὐ καλοὺς οὐδὲ πλουσίους οὐδ᾽ ἰσχυροὺς προσαγορεύουσιν, ἀλλὰ τοιαύταις εὐφημίαις χρῶνται
διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ
236
καὶ
Ἕκτορ υἱὲ Πριάμοιο, Διὶ μῆτιν ἀτάλαντε
237
πο καὶ
Ἀχιλεῦ Πηλέος υἱέ, μέγα κῦδος Ἀχαιῶν
238
καὶ
δῖε Μενοιτιάδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ
239
ἔπειτα λοιδοροῦσιν οὐδὲν ἐφαπτόμενοι τῶν σωματικῶν, ἀλλὰ τοῖς ἁμαρτήμασι τοὺς ψόγους ἐπιφέροντες
οἰνοβαρές, κυνὸς ὄμματ᾽ ἔχων, κραδίην δ᾽ ἐλάφοιο
240
καί
αἶαν νεῖκος ἄριστε, κακοφραδές
241
καὶ
Ἰδομενεῦ, τί πάρος λαβρεύεαι; οὐδὲ τί σε χρὴ λαβραγόρην 242 ἔμεναι
καὶ
αἶαν ἁμαρτοεπὲς βουγάιε
243
καὶ τέλος Θερσίτης ὑπὸ τοῦ Ὀδυσσέως οὐ χωλὸς οὐ φαλακρὸς οὐ κυρτὸς ἀλλ᾽ ἀκριτόμυθος [p. 86] λοιδορεῖται, τὸν δ᾽ Ἥφαιστον τεκοῦσα φιλοφρονουμένη προσηγόρευσεν ἀπὸ τῆς χωλότητος
ὄρσεο κυλλοπόδιον, ἐμὸν τέκος
244
οὕτως Ὅμηρος καταγελᾷ τῶν αἰσχυνομένων ἐπὶ χωλότησιν τυφλότησιν, οὔτε ψεκτὸν ἡγούμενος τὸ μὴ αἰσχρὸν οὔτ᾽ αἰσχρὸν τὸ μὴ δι᾽ ἡμᾶς ἀλλ᾽ ἀπὸ τύχης γιγνόμενον. δύο δὴ περιγίγνεται μεγάλα τοῖς ποιημάτων ἐπιμελῶς ἐθιζομένοις ἀκούειν, τὸ μὲν εἰς μετριότητα, μηδενὶ τύχην ἐπαχθῶς καὶ ἀνοήτως ὀνειδίζειν, τὸ δ᾽ εἰς μεγαλοφροσύνην, αὐτοὺς χρησαμένους τύχαις μὴ ταπεινοῦσθαι μηδὲ ταράττεσθαι, φέρειν δὲ πράως καὶ σκώμματα καὶ λοιδορίας καὶ γέλωτας, μάλιστα μὲν τὸ τοῦ Φιλήμονος ἔχοντας πρόχειρον
ἣδιον οὐδὲν οὐδὲ μουσικώτερον
245 ἔστ᾽ δύνασθαι λοιδορούμενον φέρειν
ἂν δὲ φαίνηταί τις ἐπιλήψεως δεόμενος, τῶν ἁμαρτημάτων καὶ τῶν παθῶν ἐπιλαμβάνεσθαι , ὥσπερ τραγικὸς Ἄδραστος, τοῦ Ἀλκμέωνος εἰπόντος πρὸς αὐτὸν
ἀνδροκτόνου γυναικὸς; ὁμογενὴς ἔφυς,
246
ἀπεκρίνατο
σὺ δ᾽ αὐτόχειρ γε μητρὸς ς1 ἐγείνατο
καθάπερ γὰρ οἱ τὰ ἱμάτια μαστιγοῦντες οὐχ ἅπτονται τοῦ σώματος, οὕτως οἱ δυστυχίας τινὰς δυσγενείας ὀνειδίζοντες εἰς τὰ ἐκτὸς ἐντείνονται κενῶς καὶ ἀνοήτως, τῆς ψυχῆς δ᾽ οὐ θιγγάνουσιν οὐδὲ τῶν ἀληθῶς ἐπανορθώσεως δεομένων καὶ δήξεως. [p. 87]


καὶ μὴν ὥσπερ ἐπάνω πρὸς τὰ φαῦλα καὶ βλαβερὰ ποιήματα λόγους καὶ γνώμας: ἀντιτάσσοντες ἐνδόξων καὶ πολιτικῶν ἀνδρῶν ἐδοκοῦμεν ἀφιστάναι καὶ ἀνακρούειν τὴν πίστιν, οὕτως τι ἂν ἀστεῖον εὕρωμεν παρ᾽ αὐτοῖς καὶ χρηστόν, ἐκτρέφειν χρὴ καὶ αὔξειν ἀποδείξεσι καὶ μαρτυρίαις φιλοσόφοις, ἀποδιδόντας τὴν εὕρεσιν ἐκείνοις, καὶ γὰρ δίκαιον καὶ ὠφέλιμον, ἰσχὺν τῆς πίστεως καὶ ἀξίωμα προσλαμβανούσης, ὅταν τοῖς ἀπὸ σκηνῆς λεγομένοις καὶ πρὸς λύραν ᾀδομένοις καὶ μελετωμένοις ἐν διδασκαλείῳ τὰ Πυθαγόρου δόγματα καὶ τὰ Πλάτωνος ὁμολογῇ, καὶ τὰ Χίλωνος παραγγέλματα καὶ τὰ Βίαντος ἐπὶ τὰς αὐτὰς ἄγῃ γνώμας ἐκείνοις τοῖς παιδικοῖς ἀναγνώσμασιν. ὅθεν οὐ παρέργως ὑποδεικτέον ὅτι τὸ μὲν
οὔ τοι, τέκνον ἐμόν, 247 δέδοται πολεμήια ἔργα,
ἀλλὰ σὺ γ᾽ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο
καὶ τὸΖεὺς γάρ τοι νεμεσᾷ, ὅτ᾽ ἀμείνονι φωτὶ μάχοιο
οὐδὲν διαφέρει τοῦγνῶθι σαυτόν,’ ἀλλὰ τὴν αὐτὴν ἔχει διάνοιαν ἐκείνῳ: τὸ δὲ
νήπιοι, οὐδ᾽ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς
248
καὶ τὸ
δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη
249
ταὐτόν ἐστι τοῖς Πλάτωνος ἐν Γοργίᾳ 250 καὶ Πολιτείᾳ δόγμασι περὶ τοῦτὸ ἀδικεῖν κάκιον εἶναι τοῦ ἀδικεῖσθαι᾽ [p. 88]καὶ τοῦ κακῶς πάσχειν τὸ ποιεῖν κακῶς βλαβερώτερον. ἐπιρρητέον δὲ καὶ τῷ τοῦ Αἰσχύλου
θάρσει: πόνου γὰρ ἄκρον οὐκ ἔχει χρόνον
251
ὅτι τοῦτ᾽ ἐστὶ τὸ παρ᾽ Ἐπικούρου θρυλούμενον ἀεὶ καὶ θαυμαζόμενον, ὡςοἱ μεγάλοι πόνοι συντόμως ἐξάγουσιν, οἱ δὲ χρόνιοι μέγεθος οὐκ ἔχουσινὧν τὸ μὲν εἴρηκεν Αἰσχύλος ἐναργῶς, τὸ δὲ τῷ εἰρημένῳ παρακείμενόν ἐστιν: εἰ γὰρ μέγας καὶ σύντονος οὐ παραμένει πόνος, οὐκ ἔστι μέγας παραμένων οὐδὲ δυσκαρτέρητος. τὰ δὲ τοῦ Θέσπιδος ταυτὶ
ὁρᾷς ὅτι Ζεὺς τῷδε πρωτεύει θεῶν, 252
οὐ ψεῦδος οὐδὲ κόμπον οὐ μῶρον γέλων
ἀσκῶν τὸ δ᾽ ἡδὺ μοῦνος οὐκ ἐπίσταται
τί διαφέρει τοῦπόρρω γὰρ ἡδονῆς καὶ λύπης ἵδρυται τὸ θεῖον,’ ὡς Πλάτων 253 ἔλεγε. τὸ δὲ
῾φάσωμεν
254 πιστὸν κῦδος ἔχειν ἀρετάν:
πλοῦτος δὲ καὶ δειλοῖσιν ἀνθρώπων ὁμιλεῖ
λεγόμενον ὑπὸ τοῦ Βακχυλίδου καὶ πάλιν ὑπὸ τοῦ Εὐριπίδου παραπλησίως καὶ τό
ἐγὼ δ᾽
255 οὐδὲν πρεσβύτερον νομίζω
τᾶς σωφροσύνας, ἐπεὶ
τοῖς ἀγαθοῖς ἀεὶ ξύνεστι
[p. 89]
῾τιμᾶν τὰν τέτασθε, πλούτῳ δ᾽ ἀρετὰν κατεργάσεσθαι
256 δοκεῖτ᾽ , ἐν ἐσθλοῖς δὲ καθήσεσθ᾽ ἄνολβοι
ἆρ᾽ οὐκ ἀπόδειξίς ἐστιν ὧν οἱ φιλόσοφοι λέγουσι περὶ πλούτου καὶ τῶν ἐκτὸς ἀγαθῶν, ὡς χωρὶς ἀρετῆς ἀνωφελῶν ὄντων καὶ ἀνονήτων τοῖς ἔχουσι; τὸ γὰρ οὕτω συνάπτειν καὶ συνοικειοῦν τοῖς δόγμασιν ἐξάγει τὰ ποιήματα τοῦ μύθου καὶ τοῦ προσωπείου, καὶ σπουδὴν περιτίθησιν αὐτοῖς χρησίμως λεγομένοις: ἔτι δὲ προανοίγει: καὶ προκινεῖ τὴν τοῦ νέου ψυχὴν τοῖς ἐν φιλοσοφίᾳ λόγοις. ἔρχεται γὰρ οὐκ ἄγευστος αὐτῶν παντάπασιν οὐδ᾽ ἀνήκοος, οὐδ᾽ ἀκρίτως ἀνάπλεως ὧν ἤκουε τῆς μητρὸς ἀεὶ καὶ τίτθης καὶ νὴ Δία τοῦ πατρὸς καὶ τοῦ παιδαγωγοῦ, τοὺς πλουσίους εὐδαιμονιζόντων καὶ σεβομένων, φριττόντων δὲ τὸν θάνατον καὶ τὸν πόνον, ἄζηλον δὲ τὴν ἀρετὴν καὶ τὸ μηδὲν ἄνευ χρημάτων καὶ δόξης ἀγόντων. οἷς ἀντίφωνα τὰ τῶν φιλοσόφων ἀκούοντας αὐτοὺς τὸ πρῶτον ἔκπληξις ἴσχει καὶ ταραχὴ καὶ θάμβος, οὐ προσιεμένους οὐδ᾽ ὑπομένοντας, ἂν μὴ καθάπερ ἐκ σκότους πολλοῦ μέλλοντες ἥλιον ὁρᾶν ἐθισθῶσιν οἷον ἐν νόθῳ φωτὶ κεκραμένης μύθοις ἀληθείας αὐγὴν ἔχοντι μαλακὴν ἀλύπως διαβλέπειν τὰ τοιαῦτα καὶ μὴ φεύγειν. προακηκοότες γὰρ ἐν τοῖς ποιήμασι καὶ προανεγνωκότες
τὸν φύντα θρηνεῖν εἰς ὅς1 ἔρχεται κακά, 257
τὸν δ᾽ αὖ θανόντα καὶ πόνων πεπαυμένον
χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων
καὶ [p. 90]
ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυεῖν μόνον
258 Δήμητρος ἀκτῆς πώματὸς θ᾽ ὑδρηχόου;
καὶἰὼ τυραννὶ βαρβάρων ἀνδρῶν φίλη
259καὶ
βροτῶν τ᾽ εὐπραξία
τῶν τἀλάχιστα γίγνεται λυπουμένων
ἧττον ταράττονται καὶ δυσκολαίνουσι παρὰ τοῖς φιλοσόφοις ἀκούοντες ὡς θάνατος οὐδὲν πρὸς ἡμᾶςκαὶ τῆς φύσεως πλοῦτος ὥρισταικαὶτὸ εὔδαιμον καὶ μακάριον οὐ χρημάτων πλῆθος οὐδὲ πραγμάτων ὄγκος οὐδ᾽ ἀρχαί τινες ἔχουσιν οὐδὲ δυνάμεις, ἀλλ᾽ ἀλυπία καὶ πραότης παθῶν καὶ διάθεσις ψυχῆς; τὸ κατὰ φύσιν ὁρίζουσα.’ Διὸ καὶ τούτων ἕνεκα καὶ τῶν προειρημένων ἁπάντων ἀγαθῆς δεῖ τῷ νέῳ κυβερνήσεως περὶ τὴν ἀνάγνωσιν, ἵνα μὴ προδιαβληθεὶς ἀλλὰ μᾶλλον προπαιδευθεὶς εὐμενὴς καὶ φίλος καὶ οἰκεῖος ὑπὸ ποιητικῆς ἐπὶ φιλοσοφίαν προπέμπηται.

1 Σήδατε Basileensis: σήδαπε

2 καὶ τὰ W: τὰ

3 προσλαμβάνουσι Stephanus

4 Homer δ 230

5 id. Ξ

6 σκληρῷ Mehlerus: χηρῷ

7 Homer. Z 130

8 Πλάτων] Legg. p. 773 d

9 Nauck. p. 246

10 Aristot. Metaph. I

11 μύθους ἔπεσιν ἐνέτεινεν H: τοῖς ἔπεσι μύθους ἐνόμιζεν

12 εἰσι λόγοι?

13 κιχράμενοι Madvigius: κεχρημένοι

14 λυγκὸς idem: λυγγὸς

15 Nauck. p. 694

16 τοῦ Toupius: αὐτοῦ

17 δὲ τοῦ scripsi: δὲ τῷ

18 Nauck p. 83

19 Homer. λ 222

20 Ὁμήρου] X 63

21 Αἰσχύλος] Nauck. p. 69

22 Homer. Δ 84

23 Nauck. p. 39

24 Bergk. vol. 1 p. 426

25 Homer ω 11

26 Nauck p. 246

27 12 Homer. λ

28 id. Π X 362

29 Eurip. Iph. A. 1218

30 Ἐμπεδοχλέους] Mullach. Fr. Phil. Graec. vol. 1 p. 2

31 οὕτως οὔτ᾽] οὔτ᾽ H

32 Ξενοφαάνους] Mullach. vol. 1 p. 103

33 Πλάτωνι] Phaedon. p. 69 d

34 φθόρος H

35 καλῶς τι H: καλῶς

36 Eurip. Phoen. 524

37 Nauck. p. 652

38 λάβω; ζῆν Grotius: λαβὼν καὶ ζῆν

39 Meinek. IV p. 668

40 ἄθρωπον W: ἀνθρωπων. Delendum mihi vid.

41 Meinek. IV p. 131

42 Homer. ζ 148

43 id. B 189

44 Homer. A 225

45 id. A 223

46 id. Ψ 24

47 id. θ 329

48 id. Θ 198

49 id. Δ 104

50 Εὐριπίδης] Nauck. p. 389

51 τινὰ H: τινὸς

52 γυναικοκρατίαν Meziriacus

53 Hom. θ 249

54 id. θ 492

55 Hom. O 32

56 Nauck. p. 345

57 τὸ Stobaeus Flor. 93, 7 (Nauck. p. 542): γε

58 θύειν Cobetus: οὗσιν

59 Nauck p. 694

60 δεχομένους (sc. ταῦτα) scripsi: λεγομένοις

61 Homer. H 358

62 id. Z 138

63 id. ζ 46

64 id. Ω 525

65 Nauck. p. 519

66 id. p. 355

67 Isthm. IV 48

68 Isthm. VII. 47

69 γλυκὺ Pindarus: γλυκεὶ

70 ἴῃBrunckius: εἴη

71 Nauck p. 246

72 Nauck. p. 246

73 ἔς Stobaeus Flor. 91, 27: πρός

74 τἄβατα καὶ πρὸς τὰ βατὰ Stephanus: τὰ βατὰ καὶ πρὸς τ᾽ ἄβατα

75 id. p. 118

76 κἄπωθεν ὤν scripsi: καὶ ὁπόθεν

77 δ᾽ add. R

78 Nauck. p. 247

79 id. p. 247

80 id. p. 207

81 Meinek. IV p. 266

82 id. IV p. 282

83 id. III p. 518

84 τὸ φαγεῖν τὸ πιεῖν H ex p. 445 f.: τὸ πειε̂ν τὸ φαγεῖν

85 Nauck. p. 247

86 μαινάδα] Bergk. 3 p. 620

87 θυιάδα idem: θυάδα

88 Theogn. 177

89 Homer. δ 197

90 id. Ω 525

91 μέλλομεν Madvigius: μέλλοιμεν

92 Homer. ε 42

93 id. δ 318

94 καὶ H: καὶ τὸν

95 βίοτον̀ W: βίον

96 Homer. N 562

97 id. ν 419

98 id. E 352

99 id. ς 332. 392

100 Nauck. p. 523

101 OR 2

102 Hesiod. OD 643

103 Bergk. 2 p. 404

104 Bergk. 2 p. 387

105 Εὐριπίδης] Phoen. 1013

106 Nauck. p. 247

107 Ὁμήρου] H 329

108 Homer, Γ 276. H 202. Ω 308

109 Nauck. p. 694

110 ὅταν δ᾽ ἐπὶ ταῖς αἰτίας Hirschigius

111 Homer. A 5

112 Nauck. p. 695

113 OD 86

114 OD 717

115 Homer. Ω 527

116 Plat. Rep. p. 379 d

117 Homer. H 69

118 id. θ 81

119 τὸ ὅλως H

120 νομίζωμεν W: νομίζομεν

121 Homer. Λ 540

122 Nauck. p. 695

123 πολλὰ πράγματα] πολλὰ R

124 τὴν add. R

125 Hesiod. OD 289

126 Homer. Λ 90

127 Nauck. p. 529

128 Homer. Υ 242

129 Hesiod. OD 313

130 id. 287

131 Ὅμηρος] τ 360

132 Homer. δ 93

133 Meinek. IV p. 266

134 Med. 603

135 Phoen. 552

136 Nauck. p. 294

137 Homer. Π 97

138 Homer. Λ 421

139 id. I 452

140 id. Γ 365

141 πρὸς τὸν] τὸν] Aldina

142 Homer. A 59

143 id. A 90

144 id. A 220

145 Homer. A 349

146 id. I 458

147 ἐμοὶ Homer. ζ 244: ἐμεῦ

148 id. ς 282

149 Meinek. IV p. 667

150 θαρροῦντας scripsi: θαρροῦντες

151 ἀγοντες idem: ἔχοντες

152 Homer. ν 216

153 δεῖ ποιεῖν scripsi: ποιεῖν δεῖ

154 Nauck. p. 247

155 οὗτος] αὐτὸς Emperius Nauck. Eurip. Fr. 430b p. 113

156 Τρωάσι] v. 919 Hesiod. OD 739

157 Homer. Δ 306

158 Eur. Hipp. 424

159 πεπραγότα Wagnerus: πεπραχότα

160 Nauck. p. 695

161 πεπράγότα H: πεπραχότα

162 βλάξ Mullach. 1 p. 326

163 Homer. A 163

164 id. B 226

165 κλισίὴς idem: κλισίῃ

166 id. A 128

167 id. B 231

168 Homer. Δ 402

169 id. Δ 404

170 id. Δ 357

171 id. I 34

172 ἐπαγαγόνοτος H: ἐπαγόντος

173 Homer. I 70

174 id. Δ 431

175 id. K 325

176 Homer. H 215

177 id. B 220

178 id. H 226

179 id. H 231

180 δυνάμενον W: δυναμένων

181 καὶ πολλοὶ] πολλοὶ ω

182 Meinek. II p. 1142

183 παιγνίας] παιδιᾶς R

184 ἄ᾽ ἄγε Homer. Λ 313: ἀλλά γε

185 τῷ W: τό

186 Homer. γ 52

187 id. ν 332

188 αὐτὸν οὕτως] αὐτόν

189 Homer. Ω 560

190 id. Ω 584

191 id. π 274

192 Homer. Γ 320

193 id. Π 233

194 ἔνεστιν H: ἐστιν

195 Homer. Z 444

196 id. P 671

197 Homer. N 354

198 id. γ 20. 328

199 id. Ψ 570

200 id. P 170

201 Homer. Z 160

202 id. γ 265

203 id. Π 422

204 id. N 121

205 Bergk. 3 p. 622

206 Αἰσχύλος] Sept. 599

207 ἐκ λόγου Krebsius: ἑκάστου

208 τὸν add. H

209 Homer. Ψ 297

210 Bergk. 2 p. 387

211 Bauck. p. 293

212 Eur. 428

213 Nauck. p. 253

214 id. p. 695

215 ἄζηλον καὶ] ἄζηλον H

216 Eur. Iph. A. 29

217 Nauck. p. 449

218 Meinek. IV p. 209

219 καὶ τρόπος] τρόπος H

220 ἱππεὺς Grotius: ἱππος

221 καὶ διὰ H: καὶ

222 Nauck. p. 288

223 id. p. 695

224 OD 348

225 Nauck. p. 523

226 ταυτὰ] ταυτὸν H

227 Meinek. IV p. 103

228 Nauck. p. 653

229 οἴωνται H: οἴονται

230 Nauck. p. 294

231 χὠ nescio quis: καὶ

232 Nauck. p. 695

233 Homer. Γ 39

234 id. P 142

235 τοῦ τοὺς H

236 Homer. B 173

237 id. H 47

238 id. T 216

239 id. Λ 608

240 id. A 225

241 id. Ψ 483

242 id. Ψ 474

243 id. N 824

244 Homer Φ 331

245 Meinek. IV p. 9

246 23 Nauck. p. 695

247 οὔ τοι τέκνον ἐμὸν Homerus E 428: τέκνον ἐμὸν οὔ τοι

248 Hesiod. OD 40

249 id. 265

250 Γοργίᾳ] p. 473 a

251 Nauck. p. 83

252 id. p. 647

253 Πλάτων] Epist. III p. 315 c

254 Bergk. 3 p. 580

255 Nauck. p. 523

256 Nauck. p. 523

257 id. p. 395

258 Nauck. p. 507

259 id. p. 696

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: