previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

χρηστῷ δὲ καὶ Μᾶρκος Ἀντώνιος ῥήτωρ φίλῳ χρησάμενος ἠτύχησεν. γάρ ἄνθρωπος ἦν μὲν πένης καὶ δημοτικός, ὑποδεξάμενος δὲ πρῶτον ἄνδρα Ῥωμαίων καὶ φιλοφρονούμενος ἐκ τῶν παρόντων, οἰκέτην ἔπεμψε πρός τινα τῶν ἐγγὺς καπήλων ληψόμενον οἶνον. διαγευομένου δὲ ἐπιμελέστερον καὶ βελτίονα μετρῆσαι κελεύοντος ἠρώτησεν κάπηλος τι παθὼν οὐχὶ τὸν [p. 588] νέον, ὥσπερ εἴωθεν, ὠνεῖται καὶ δημοτικόν, ἀλλὰ τοῦ σπουδαίου καὶ πολυτελοῦς, [2] ἁπλῶς δέ πως ἐκείνου φράσαντος ὡς πρὸς συνήθη καὶ γνώριμον, ὅτι Μᾶρκον Ἀντώνιον δεσπότης ἑστιᾷ παρ᾽ αὐτῷ κρυπτόμενον, ἀσεβὴς καὶ μιαρὸς ὢν κάπηλος ἅμα τῷ τὸν οἰκέτην ἀπελθεῖν αὐτὸς συνέτεινε πρὸς Μάριον ἤδη περὶ δεῖπνον ὄντα, καὶ προσαχθεὶς ὡμολόγησε παραδώσειν αὐτῷ τὸν Ἀντώνιον. [3] ἀκούσας οὖν ἐκεῖνος ἐκκραγεῖν λέγεται μέγα καὶ ταῖς χερσὶν ὑφ᾽: ἡδονῆς ἀνακροτῆσαι: καὶ μικροῦ μὲν ἐδέησεν ἐξαναστὰς αὐτὸς ἐπὶ τὸν τόπον φέρεσθαι, τῶν δὲ φίλων κατασχόντων Ἄννιον ἔπεμπε καὶ στρατιώτας μετ᾽ αὐτοῦ κελεύσας κατὰ τάχος τὴν κεφαλὴν τοῦ Ἀντωνίου κομίζειν. ὡς οὖν ἧκον ἐπὶ τὴν οἰκίαν, μὲν Ἄννιος ὑπέστη παρὰ τὰς θύρας, οἱ δὲ στρατιῶται διὰ κλιμάκων ἀναβάντες εἰς τὸ δωμάτιον καὶ θεασάμενοι τὸν Ἀντώνιον ἄλλος ἄλλον ἐπὶ τὴν σφαγὴν ἀνθ᾽ [4] ἑαυτοῦ παρεκάλει καὶ προὐβάλλετο. τοιαύτη δὲ τις ἦν, ὡς ἔοικε, τοῦ ἀνδρὸς τῶν λόγων σειρὴν καὶ χάρις, ὥστε ἀρξαμένου λέγειν καὶ παραιτεῖσθαι τὸν θάνατον ἅψασθαι μὲν οὐδεὶς ἐτόλμησεν οὐδὲ ἀντιβλέψαι, κάτω δὲ κύψαντες ἐδάκρυον ἅπαντες, διατριβῆς δὲ γενομένης ἀναβὰς Ἄννιος ὁρᾷ τὸν μὲν Ἀντώνιον διαλεγόμενον, τοὺς δὲ στρατιώτας ἐκπεπληγμένους καὶ κατακεκηλημένους ὑπ᾽ αὐτοῦ: κακίσας οὖν ἐκείνους καὶ προσδραμὼν αὐτὸς ἀποτέμνει τὴν κεφαλήν.

[5] Κάτλος δὲ Λουτάτιος Μαρίῳ συνάρξας καὶ [p. 590] συνθριαμβεύσας ἀπὸ Κίμβρων, ἐπεὶ πρὸς τοὺς δεομένους ὑπὲρ αὐτοῦ καὶ παραιτουμένους Μάριος τοσοῦτον μόνον εἶπεν, ‘ἀποθανεῖν δεῖ,’ κατακλεισάμενος εἰς οἴκημα καὶ πολλοὺς ἄνθρακας ἐκζωπυρήσας ἀπεπνίγη.

[6] ῥιπτουμένων δὲ τῶν σωμάτων ἀκεφάλων καὶ πατουμένων ἐν ταῖς ὁδοῖς ἔλεος οὐκ ἦν, ἀλλὰ φρίκη καὶ τρόμος ἁπάντων πρὸς τὴν ὄψιν. ἠνία δὲ μάλιστα τὸν δῆμον τῶν καλουμένων Βαρδυαίων ἀσέλγεια, τοὺς γάρ δεσπότας ἐν ταῖς οἰκίαις σφάττοντες ᾔσχυνον μὲν αὐτῶν παῖδας, ἐμείγνυντο δὲ βίᾳ ταῖς δεσποίναις, ἀκατάσχετοι δὲ ἦσαν ἁρπάζοντες καὶ μιαιφονοῦντες, ἕως οἱ περὶ Κίνναν καὶ Σερτώριον συμφρονήσαντες ἐπέθεντο κοιμωμένοις αὐτοῖς ἐν τῷ στρατοπέδῳ καὶ κατηκόντισαν ἅπαντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: