previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῦ δὲ σώματος αὐτοῦ τὸ μὲν ἄλλο εἶδος ἐπὶ τῶν ἀνδριάντων φαίνεται, τὴν δὲ τῶν ὀμμάτων γλαυκότητα δεινῶς πικρὰν καὶ ἄκρατον οὖσαν χρόα τοῦ προσώπου φοβερωτέραν ἐποίει προσιδεῖν. ἐξήνθει γὰρ τὸ ἐρύθημα τραχὺ καὶ σποράδην καταμεμιγμένον τῇ λευκότητι: πρὸς καὶ τοὔνομα λέγουσιν αὐτῷ γενέσθαι τῆς χρόας ἐπίθετον, καὶ τῶν Ἀθήνησι γεφυριστῶν ἐπέσκωψέ τις εἰς τοῦτο ποιήσας:
συκάμινόν ἐσθ᾽ Σύλλας ἀλφίτῳ πεπασμένον.
[2] τοῖς δὲ τοιούτοις τῶν τεκμηρίων οὐκ ἄτοπόν ἐστι χρῆσθαι περὶ ἀνδρός, ὃν οὕτω φιλοσκώμμονα φύσει γεγονέναι λέγουσιν, ὥστε νέον μὲν ὄντα καὶ ἄδοξον ἔτι μετὰ μίμων καὶ γελωτοποιῶν διαιτᾶσθαι καὶ συνακολασταίνειν, ἐπεὶ δὲ κύριος ἁπάντων κατέστη, συναγαγόντα τῶν ἀπὸ σκηνῆς καὶ θεάτρου τοὺς ἰταμωτάτους ὁσημέραι πίνειν καὶ διαπληκτίζεσθαι τοῖς σκώμμασι, τοῦ τε γήρως ἀωρότερα πράττειν δοκοῦντα καὶ πρὸς τῷ καταισχύνειν τὸ ἀξίωμα τῆς ἀρχῆς πολλὰ τῶν δεομένων ἐπιμελείας προϊέμενον. [3] οὐ γὰρ ἦν τῷ Σύλλᾳ περὶ δεῖπνον ὄντι χρήσασθαι σπουδαῖον [p. 328] οὐδέν, ἀλλ᾽ ἐνεργὸς ὢν καὶ σκυθρωπότερος παρὰ τὸν ἄλλον χρόνον, ἀθρόαν ἐλάμβανε μεταβολὴν ὁπότε πρῶτον ἑαυτὸν εἰς συνουσίαν καταβάλοι καὶ πότον, ὥστε μιμῳδοῖς καὶ ὀρχησταῖς τιθασὸς εἶναι καὶ πρὸς πᾶσαν ἔντευξιν ὑποχείριος καὶ κατάντης. ταύτης δὲ τῆς ἀνέσεως ἔοικε γεγονέναι νόσημα καὶ πρὸς τοὺς ἔρωτας εὐχέρεια καὶ ῥύσις αὐτοῦ τῆς φιληδονίας, ἧς οὐδὲ γηράσας ἐπαύσατο, [4] Μητροβίου δὲ τῶν ἀπὸ σκηνῆς τινος ἐρῶν διετέλεσεν ἔτι νέος ὤν.1 καὶ συνήντησεν αὐτῷ τὸ τοιοῦτον ἀρξάμενος γὰρ ἐρᾶν κοινῆς μέν, εὐπόρου δὲ γυναικός, ὄνομα Νικοπόλεως, καὶ διὰ συνήθειαν καὶ χάριν, ἣν ἀφ᾽ ὥρας εἶχεν, εἰς ἐρωμένου σχῆμα περιελθών, ἀπελείφθη κληρονόμος ὑπὸ τῆς ἀνθρώπου τελευτώσης. ἐκληρονόμησε δὲ καὶ τὴν μητρυιάν, ἀγαπηθεὶς ὥσπερ υἱὸς ὑπ᾽ αὐτῆς: καὶ μετρίως μὲν ἀπὸ τούτων εὐπόρησεν.

1 ἔτι νέος ὢν before this phrase Bekker assumes a lacuna in the text; Sintenis would transpose it to follow ἀρξάμενος γάρ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (14 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: