previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὗτοι μὲν οὖν ταῦτα ἔπραττον. δὲ Δεινοκράτης μάλιστα τὸν χρόνον ὡς σωτήριον τῷ Φιλοποίμενι δεδοικώς καὶ φθάσαι τὰ παρὰ τῶν Ἀχαιῶν βουλόμενος, ἐπεὶ νὺξ ἐπῆλθε καὶ τὸ πλῆθος ἀπεχώρησε τῶν Μεσσηνίων, ἀνοίξας τὸ δεσμωτήριον εἰσέπεμψε δημόσιον οἰκέτην φάρμακον κομίζοντα, προσενεγκεῖν καὶ παραστῆναι μέχρι ἂν ἐκπίῃ κελεύσας. [2] ἔτυχε μὲν οὖν ἐν τῷ χλαμυδίῳ κατακείμενος, οὐ καθεύδων, ἀλλὰ λύπῃ καὶ θορύβῳ κατεχόμενος, ἰδὼν δὲ φῶς καὶ παρεστῶτα πλησίον τὸν ἄνθρωπον ἔχοντα τὴν κύλικα τοῦ φαρμάκου, συναγαγὼν μόλις ἑαυτὸν ὑπ᾽ ἀσθενείας ἀνεκάθιζε. καὶ δεξάμενος ἠρώτησεν εἴ [p. 314] τι περὶ τῶν ἱππέων καὶ μάλιστα Λυκόρτα πεπυ: [3] σμένος ἐστίν, εἰπόντος δὲ τἀνθρώπου διαπεφευγέναι τοὺς πολλούς, ἐπένευσε τῇ κεφαλῇ, καὶ διαβλέψας πρᾴως πρὸς τὸν ἄνθρωπον, ‘εὖ λέγεις,’ εἶπεν, ‘εἰ μὴ πάντα κακῶς πεπράχαμεν.’ ἄλλο δὲ μηδὲν εἰπὼν μηδὲ φθεγξάμενος ἐξέπιε καὶ πάλιν αὑτὸν ἀπέκλινεν, οὐ πολλὰ πράγματα τῷ φαρμάκῳ παρασχών, ἀλλ᾽ ἀποσβεσθεὶς ταχὺ διὰ τὴν ἀσθένειαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1921)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: