previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ πάλιν τοὺς Λακεδαιμονίους νεωτερίζειν ἀκούσας στρατηγὸς τῶν Ἀχαιῶν Διοφάνης ἐβούλετο κολάζειν, οἱ δὲ εἰς πόλεμον καθιστάμενοι διετάρασσον τὴν Πελοπόννησον, ἐπειρᾶτο πραΰνειν καὶ καταπαύειν τόν Διοφάνη τῆς ὀργῆς Φιλοποίμην, διδάσκων τόν καιρόν ὡς Ἀντιόχου τοῦ βασιλέως καὶ Ῥωμαίων ἐν τῇ Ἑλλάδι τηλικούτοις αἰωρουμένων στρατοπέδοις ἐκεῖσε χρὴ τόν ἄρχοντα τὴν γνώμην ἔχειν, τὰ δὲ οἰκεῖα μὴ κινεῖν, ἀλλὰ καὶ παριδεῖν τι καὶ παρακοῦσαι τῶν ἁμαρτανομένων. [2] οὐ προσέχοντος δὲ τοῦ Διοφάνους, ἀλλ᾽ εἰς τὴν Λακωνικὴν ἐμβαλόντος ἅμα τῷ Τίτῳ καὶ βαδιζόντων εὐθὺς ἐπὶ τὴν πόλιν, ἀγανακτήσας Φιλοποίμην, ἔργον οὐ νόμιμον οὐδ᾽ ἀπηκριβωμένον ἐκ τῶν δικαίων, ἀλλὰ μέγα καὶ μεγάλῳ φρονήματι τολμήσας, εἰς τὴν Λακεδαίμονα παρῆλθε καὶ τόν τε στρατηγὸν τῶν Ἀχαιῶν καὶ τόν ὕπατον τῶν Ῥωμαίων ἰδιώτης ὢν ἀπέκλεισε, τὰς δ᾽ ἐν τῇ πόλει ταραχὰς ἔπαυσε καὶ κατέστησε τοὺς Λακεδαιμονίους πάλιν εἰς τὸ κοινόν, ὥσπερ ἐξ ἀρχῆς ἦσαν.

[3] χρόνῳ δὲ ὕστερον ἐγκαλέσας τι τοῖς Λακεδαιμονίοις στρατηγῶν Φιλοποίμην τὰς μὲν φυγὰς κατήγαγεν εἰς τὴν πόλιν, ὀγδοήκοντα δὲ Σπαρτιάτας ἀπέκτεινεν, ὡς Πολύβιός φησιν, ὡς δὲ [p. 302] [4] Ἀριστοκράτης, πεντήκοντα καὶ τριακοσίους, τὰ δὲ τείχη καθεῖλε, χώραν δὲ πολλὴν ἀποτεμόμενος προσένειμε τοῖς Μεγαλοπολίταις, ὅσοι δὲ ἦσαν ὑπὸ τῶν τυράννων ἀποδεδειγμένοι πολῖται τῆς Σπάρτης, μετῴκιζεν ἅπαντας ἀπάγων εἰς Ἀχαΐαν πλὴν τρισχιλίων τούτους δὲ ἀπειθοῦντας καὶ μὴ βουλομένους ἀπελθεῖν ἐκ τῆς Λακεδαίμονος ἐπώλησεν, εἶθ᾽ οἷον ἐφυβρίζων ἀπὸ τῶν χρημάτων τούτων ἐν Μεγάλῃ πόλει στοὰν ᾠκοδόμησεν. [5] ἐμπιπλάμενος δὲ τῶν Λακεδαιμονίων καὶ παρ᾽ ἀξίαν πεπραχόσιν ἐπεμβαίνων, τὸ περὶ τὴν πολιτείαν ἔργον ὠμότατον ἐξειργάσατο καὶ παρανομώτατον. ἀνεῖλε γὰρ καὶ διέφθειρε τὴν Λυκούργειον ἀγωγήν, ἀναγκάσας τοὺς παῖδας αὐτῶν καὶ τοὺς ἐφήβους τὴν Ἀχαϊκὴν ἀντὶ τῆς πατρίου παιδείαν μεταβαλεῖν, ὡς οὐδέποτε μικρὸν ἐν τοῖς Λυκούργου νόμοις φρονήσοντας.

[6] τότε μὲν οὖν ὑπὸ συμφορῶν μεγάλων ὥσπερ νεῦρα τῆς πόλεως ἐκτεμεῖν τῷ Φιλοποίμενι παρασχόντες, ἐγένοντο χειροήθεις καὶ ταπεινοί, χρόνῳ δ᾽ ὕστερον αἰτησάμενοι παρὰ Ῥωμαίων τὴν μὲν Ἀχαϊκὴν ἔφυγον πολιτείαν, ἀνέλαβον δὲ καὶ κατεστήσαντο τὴν πάτριον, ὡς ἦν ἀνυστὸν ἐκ κακῶν καὶ φθορᾶς τηλικαύτης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1921)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: