previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πελοπίδᾳ τῷ Ἱππόκλου γένος μὲν ἦν εὐδόκιμον ἐν Θήβαις ὥσπερ Ἐπαμεινώνδᾳ, τραφεὶς δὲ ἐν οὐσίᾳ μεγάλῃ καὶ παραλαβὼν ἔτι νέος λαμπρὸν οἶκον ὥρμησε τῶν δεομένων τοῖς ἀξίοις βοηθεῖν, ἵνα κύριος ἀληθῶς φαίνοιτο χρημάτων γεγονώς, ἀλλὰ μὴ δοῦλος. τῶν γὰρ πολλῶν, ὡς Ἀριστοτέλης φησίν, οἱ μὲν οὐ χρῶνται τῷ πλούτῳ διὰ μικρολογίαν, οἱ δὲ παραχρῶνται δι᾽ ἀσωτίαν, καὶ δουλεύοντες οὗτοι μὲν ἀεὶ ταῖς ἡδοναῖς, ἐκεῖνοι δὲ ταῖς ἀσχολίαις, διατελοῦσιν. [2] οἱ μὲν οὖν ἄλλοι τῷ Πελοπίδᾳ χάριν ἔχοντες ἐχρῶντο τῇ πρὸς αὐτοὺς ἐλευθεριότητι καὶ φιλανθρωπίᾳ, μόνον δὲ τῶν φίλων τὸν Ἐπαμεινώνδαν οὐκ ἔπειθε τοῦ πλούτου μεταλαμβάνειν αὐτὸς μέντοι μετεῖχε τῆς ἐκείνου πενίας, ἐσθῆτος ἀφελείᾳ καὶ τραπέζης λιτότητι καὶ τῷ πρὸς τοὺς πόνους ἀόκνῳ καὶ κατὰ στρατείας ἀδόλῳ καλλωπιζόμενος, [3] ὥσπερ Εὐριπίδου Καπανεύς, βίος μὲν ἦν πολύς, ἥκιστα δὲ δι᾽ ὄλβον γαῦρος ἦν,’ αἰσχυνόμενος εἰ φανεῖται πλείοσι χρώμενος εἰς τὸ σῶμα τοῦ τὰ ἐλάχιστα κεκτημένου Θηβαίων. Ἐπαμεινώνδας μὲν οὖν συνήθη καὶ πατρῴαν οὖσαν αὐτῷ τὴν πενίαν ἔτι μᾶλλον εὔζωνον καὶ κοῦφον ἐποίησε φιλοσοφῶν καὶ μονότροπον βίον ἀπ᾽ ἀρχῆς ἑλόμενος: Πελοπίδᾳ δὲ ἦν μὲν γάμος λαμπρός, [4] ἐγένοντο δὲ καὶ παῖδες, ἀλλ᾽ οὐδὲν ἧττον ἀμελῶν τοῦ χρηματίζεσθαι καὶ σχολάζων τῇ πόλει τὸν ἅπαντα χρόνον ἠλάττωσε τὴν οὐσίαν. τῶν δὲ φίλων νουθετούντων καὶ λεγόντων ὡς ἀναγκαίου [p. 348] πράγματος ὀλιγωρεῖ, τοῦ χρήματα ἔχειν, ‘ἀναγκαίου, νὴ Δίὰ, Νικοδήμῳ τούτῳ,’ ἔφη, δείξας τινὰ χωλὸν καὶ τυφλόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: