previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ Ἀλεξάνδρου τοῦ Φερῶν τυράννου πολεμοῦντος μὲν ἐκ προδήλου πολλοῖς Θετταλῶν, ἐπιβουλεύοντος δὲ πᾶσιν, ἐπρέσβευσαν εἰς Θήβας αἱ πόλεις στρατηγὸν αἰτούμεναι καὶ δύναμιν, ὁρῶν Πελοπίδας τὸν [p. 404] Ἐπαμεινώνδαν τὰς ἐν Πελοποννήσῳ πράξεις διοικεῖν,1 αὐτὸς ἑαυτὸν ἐπέδωκε καὶ προσένειμε τοῖς Θεσσαλοῖς, μήτε τήν ἰδίαν ἐπιστήμην καὶ δύναμιν ἀργοῦσαν περιορᾶν ὑπομένων, μήτε ὅπου πάρεστιν Ἐπαμεινώνδας ἑτέρου δεῖσθαι στρατηγοῦ νομίζων. [2] ὡς οὖν ἐστράτευσεν ἐπὶ Θεσσαλίαν μετὰ δυνάμεως, τήν τε Λάρισσαν εὐθὺς παρέλαβε, καὶ τὸν Ἀλέξανδρον ἐλθόντα καὶ δεόμενον διαλλάττειν ἐπειρᾶτο καὶ ποιεῖν ἐκ τυράννου πρᾷον ἄρχοντα τοῖς Θεσσαλοῖς καὶ νόμιμον. ὡς δὲ ἦν ἀνήκεστος καὶ θηριώδης καὶ πολλὴ μὲν ὠμότης αὐτοῦ, πολλὴ δὲ ἀσέλγεια καὶ πλεονεξία κατηγορεῖτο, τραχυνομένου τοῦ Πελοπίδου πρὸς αὐτὸν καὶ χαλεπαίνοντος ἀποδρὰς ᾤχετο μετὰ τῶν δορυφόρων. [3] δὲ Πελοπίδας ἄδειάν τε πολλὴν ἀπὸ τοῦ τυράννου τοῖς Θεσσαλοῖς ἀπολιπὼν καὶ πρὸς ἀλλήλους ὁμόνοιαν, αὐτὸς εἰς Μακεδονίαν ἀπῆρε, Πτολεμαίου μὲν Ἀλεξάνδρῳ τῷ βασιλεύοντι τῶν Μακεδόνων πολεμοῦντος, ἀμφοτέρων δὲ μεταπεμπομένων ἐκεῖνον ὡς διαλλακτὴν καὶ δικαστὴν καὶ σύμμαχον καὶ βοηθὸν τοῦ δοκοῦντος ἀδικεῖσθαι γενησόμενον. [4] ἐλθὼν δὲ καὶ διαλύσας τὰς διαφορὰς καὶ καταγαγὼν τοὺς φεύγοντας, ὅμηρον ἔλαβε τὸν ἀδελφὸν τοῦ βασιλέως Φίλιππον καὶ τριάκοντα παῖδας ἄλλους τῶν ἐπιφανεστάτων, καὶ κατέστησεν εἰς Θήβας, ἐπιδειξάμενος τοῖς Ἕλλησιν ὡς πόρρω διήκει τὰ Θηβαίων πράγματα τῇ δόξῃ τῆς δυνάμεως καὶ τῇ πίστει τῆς δικαιοσύνης.

[5] οὗτος ἦν Φίλιππος τοῖς Ἕλλησιν ὕστερον πολεμήσας ὑπὲρ τῆς ἐλευθερίας, τότε δὲ παῖς ὢν [p. 406] ἐν Θήβαις παρὰ Παμμένει δίαιταν εἶχεν. ἐκ δὲ τούτου καὶ ζηλωτὴς γεγονέναι ἔδοξεν2 Ἐπαμεινώνδου, τὸ περὶ τοὺς πολέμους καὶ τὰς στρατηγίας δραστήριον ἴσως κατανοήσας,3 μικρὸν ἦν τῆς τοῦ ἀνδρὸς ἀρετῆς μόριον, ἐγκρατείας δὲ καὶ δικαιοσύνης καὶ μεγαλοψυχίας καὶ πρᾳότητος, οἷς ἦν ἀληθῶς μέγας ἐκεῖνος, οὐδὲν οὔτε φύσει Φίλιππος οὔτε μιμήσει μετέσχε.

1 διοικεῖν Bekker has διοικοῦντα, after Coraës.

2 ἔδοξεν ... κατανοήσας Bekker has τισὶν ἔδοξεν ... κατανοήσασιν (to some ... who observed), after Coraës.

3 ἔδοξεν ... κατανοήσας Bekker has τισὶν ἔδοξεν ... κατανοήσασιν (to some ... who observed), after Coraës.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: