previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διαπραξάμενοι δὲ ταῦτα καὶ τοῖς περὶ Μέλωνα συμβαλόντες ἔπεμψαν μὲν εἰς τὴν Ἀττικὴν ἐπὶ τοὺς ὑπολελειμμένους ἐκεῖ τῶν φυγάδων, ἐκάλουν δὲ τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν, καὶ τοὺς προσιόντας ὥπλιζον, ἀφαιροῦντες ἀπὸ τῶν στοῶν τὰ περικείμενα σκῦλα, καὶ τὰ περὶ τὴν οἰκίαν ἐργαστήρια δορυξόων καὶ μαχαιροποιῶν ἀναρρηγνύντες. [2] ἧκον δὲ βοηθοῦντες αὐτοῖς μετὰ τῶν ὅπλων οἱ περὶ Ἐπαμεινώνδαν καὶ Γοργίδαν, συνειλοχότες οὐκ ὀλίγους τῶν νέων καὶ τῶν πρεσβυτέρων τοὺς βελτίστους, δὲ πόλις ἤδη μὲν ἀνεπτόητο πᾶσα, καὶ πολὺς θόρυβος ἦν καὶ φῶτα περὶ τὰς οἰκίας καὶ διαδρομαὶ πρὸς ἀλλήλους, οὔπω δὲ συνειστήκει τὸ πλῆθος, ἀλλ᾽ ἐκπεπληγμένοι πρὸς τὰ γινόμενα καὶ σαφὲς οὐδὲν εἰδότες ἡμέραν περιέμενον. [3] ὅθεν ἁμαρτεῖν οἱ τῶν Λακεδαιμονίων ἄρχοντες ἔδοξαν εὐθὺς οὐκ [p. 370] ἐπιδραμόντες οὐδὲ συμβαλόντες, αὐτὴ μὲν φρουρὰ περὶ χιλίους πεντακοσίους ὄντες, ἐκ δὲ τῆς πόλεως πρὸς αὐτοὺς πολλῶν συντρεχόντων, ἀλλὰ τὴν βοὴν καὶ τὰ πυρὰ καὶ τὸν ὄχλον χωροῦντα1 πανταχόθεν πολὺν φοβηθέντες ἡσύχαζον, αὐτὴν τὴν Καδμείαν κατέχοντες, [4] ἅμα δὲ ἡμέρᾳ παρῆσαν μὲν ἐκ τῆς Ἀττικῆς οἱ φυγάδες ὡπλισμένοι, συνήθροιστο δὲ εἰς τὴν ἐκκλησίαν δῆμος. εἰσῆγον δὲ τοὺς περὶ Πελοπίδαν Ἐπαμεινώνδας καὶ Γοργίδας ὑπὸ τῶν ἱερέων περιεχομένους στέμματα προτεινόντων καὶ παρακαλούντων τοὺς πολίτας τῇ πατρίδι καὶ τοῖς θεοῖς βοηθεῖν, δ᾽ ἐκκλησία ὀρθὴ πρὸς τὴν ὄψιν μετὰ κρότου καὶ βοῆς ἐξανέστη, δεχομένων τοὺς ἄνδρας ὡς εὐεργέτας καὶ σωτῆρας.

1 χωροῦντα Coraës' correction of the MSS. ἀναχωροῦντα, adopted by Bekker.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: