next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κάτων πρεσβύτερος πρός τινας ἐπαινοῦντας ἄνθρωπον ἀλογίστως παράβολον καὶ τολμηρὸν ἐν τοῖς πολεμικοῖς διαφέρειν ἔφη τὸ πολλοῦ τινα τὴν ἀρετὴν ἀξίαν καὶ τὸ μὴ πολλοῦ ἄξιον τὸ ζῆν νομίζειν ὀρθῶς ἀποφαινόμενος. γοῦν παρ᾽ Ἀντιγόνῳ στρατευόμενος ἰταμός, φαῦλος δὲ τὴν ἕξιν καὶ τὸ σῶμα διεφθορώς, ἐρομένου τοῦ βασιλέως τὴν αἰτίαν τῆς ὠχρότητος ὡμολόγησέ τινα [2] νόσον τῶν ἀπορρήτων ἐπεὶ δὲ φιλοτιμηθεὶς βασιλεὺς προσέταξε τοῖς ἰατροῖς, ἐάν τις βοήθεια, μηδὲν ἐλλιπεῖν τῆς ἄκρας ἐπιμελείας, οὕτω θεραπευθεὶς γενναῖος ἐκεῖνος οὐκέτ᾽ ἦν φιλοκίνδυνος οὐδὲ ῥαγδαῖος ἐν τοῖς ἀγῶσιν, ὥστε καὶ τὸν Ἀντίγονον ἐγκαλεῖν καὶ θαυμάζειν τὴν μεταβολήν. οὐ μὴν ἄνθρωπος ἀπεκρύψατο τὸ αἴτιον, ἀλλ᾽ εἶπεν βασιλεῦ, σύ με πεποίηκας ἀτολμότερον, ἀπαλλάξας ἐκείνων τῶν κακῶν δι᾽ τοῦ ζῆν ὠλιγώρουν.’ [3] πρὸς τοῦτο δὲ φαίνεται καὶ Συβαρίτης ἀνὴρ εἰπεῖν περὶ τῶν Σπαρτιατῶν ὡς οὐ μέγα ποιοῦσι θανατῶντες ἐν τοῖς πολέμοις ὑπὲρ τοῦ τοσούτους πόνους καὶ τοιαύτην ἀποφυγεῖν δίαιταν. ἀλλὰ Συβαρίταις μέν ἐκτετηκόσιν ὑπὸ τρυφῆς καὶ μαλακίας διὰ τὴν πρός τὸ καλὸν ὁρμὴν καὶ φιλοτιμίαν εἰκότως ἐφαίνοντο μισεῖν τὸν βίον οἱ μὴ φοβούμενοι τὸν θάνατον, [4] Λακεδαιμονίοις δὲ καὶ ζῆν ἡδέως καὶ θνῄσκειν [p. 342] ἀμφότερα ἀρετὴ παρεῖχεν, ὡς δηλοῖ τὸ ἐπικήδειον: οἵδε γάρ φησιν ἔθανον1
οὐ τὸ ζῇν θέμενοι καλὸν οὐδὲ τὸ θνῄσκειν,
αλλὰ τὸ ταῦτα καλῶς ἀμφότερ᾽ ἐκτελέσαι.
οὔτε γὰρ φυγὴ θανάτου μεμπτόν, ἂν ὀρέγηταί τις τοῦ βίου μὴ αἰσχρῶς, οὔτε ὑπομονὴ καλόν, εἰ μετ᾽ ὀλιγωρίας γίνοιτο τοῦ ζῆν. [5] ὅθεν Ὅμηρος μέν ἀεὶ τοὺς θαρραλεωτάτους καὶ μαχιμωτάτους ἄνδρας εὖ καὶ καλῶς ὡπλισμένους ἐξάγει πρός τοὺς ἀγῶνας, οἱ δὲ τῶν Ἑλλήνων νομοθέται τὸν ῥίψασπιν κολάζουσιν, οὐ τὸν ξίφος οὐδὲ λόγχην προέμενον, διδάσκοντες ὅτι τοῦ μὴ παθεῖν κακῶς πρότερον τοῦ ποιῆσαι τοὺς πολεμίους ἑκάστῳ μέλειν προσήκει, μάλιστα δὲ ἄρχοντι πόλεως στρατεύματος.

1 Οἳ θάνον οὐ τὸ ζῆν κτλ., attributed to Simonides (Bergk, Poet. Lyr. Graec. iii.4 p. 516).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: