previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ Ἀννίβας ὡς ἀπέρρηξεν ἑαυτὸν τοῦ Μαρκέλλου, χρώμενος ὥσπερ λελυμένῳ τῷ στρατεύματι, πᾶσαν ἀδεῶς ἐν κύκλῳ περιϊὼν ἔφλεγε τὴν Ἰταλίαν καὶ κακῶς ἤκουσεν ἐν Ῥώμῃ Μάρκελλος, οἱ δὲ ἐχθροὶ Πουβλίκιον Βίβλον, ἕνα τῶν δημάρχων, ἀνέστησαν ἐπὶ τὴν κατηγορίαν αὐτοῦ, δεινὸν εἰπεῖν ἄνδρα καὶ βίαιον: [2] ὃς πολλάκις συναγαγὼν τὸν δῆμον ἔπειθεν ἄλλῳ παραδοῦναι στρατηγῷ τὴν δύναμιν, ‘ἐπεὶ Μάρκελλος,’ ἔφη, ‘μικρὰ τῷ πολέμῳ προσγεγυμνασμένος ὥσπερ ἐκ παλαίστρας ἐπὶ θερμὰ λουτρὰ θεραπεύσων ἑαυτὸν τέτραπται.’ ταῦτα πυνθανόμενος Μάρκελλος ἐπὶ μὲν τοῦ στρατοπέδου τοὺς πρεσβευτὰς ἀπέλιπεν, αὐτὸς δὲ πρὸς τὰς διαβολὰς ἐπλογησόμενος εἰς Ῥώμην ἐπανῆλθεν. [3] ἐκ δὲ τῶν διαβολῶν ἐκείνων δίκην εὗρε παρεσκευασμένην ἐφ᾽ αὑτόν, ἡμέρας οὖν ὁρισθείσης καὶ τοῦ δήμου συνελθόντος εἰς τὸν Φλαμίνιον [p. 512] ἱππόδρομον, μὲν Βίβλος ἀναβὰς κατηγόρησεν, δὲ: Μάρκελλος ἀπελογεῖτο, βραχέα μὲν καὶ ἁπλᾶ δι᾽ ἑαυτοῦ, πολλὴν δὲ καὶ λαμπρὰν οἱ δοκιμώτατοι καὶ πρῶτοι τῶν πολιτῶν παρρησίαν ἦγον, παρακαλοῦντες μὴ χείρονας τοῦ πολεμίου κριτὰς φανῆναι δειλίαν Μαρκέλλου καταψηφισαμένους, ὃν μόνον φεύγει τῶν ἡγεμόνων ἐκεῖνος καὶ διατελεῖ τούτῳ μὴ μάχεσθαι στρατηγῶν, ὡς τοῖς ἄλλοις μάχεσθαι. [4] ῥηθέντων δὲ τῶν λόγων τούτων τοσοῦτον τῆς δίκης ἐλπὶς ἐψεύσατο τὸν κατήγορον ὥστε μὴ μόνον ἀφεθῆναι τῶν αἰτιῶν τὸν Μάρκελλον, ἀλλὰ καὶ τὸ πέμπτον ὕπατον ἀποδειχθῆναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: