previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκ τούτου βεβαιότατος μὲν ἦν Μαρκέλλῳ παραστάτης καὶ σύμμαχος, δεινότατος δὲ μηνυτὴς καὶ κατήγορος τῶν τἀναντία φρονούντων Βάνδιος. ἦσαν δὲ πολλοί, καὶ διενοοῦντο τῶν Ῥωμαίων ἐπεξιόντων τοῖς πολεμίοις αὐτοὶ διαρπάσαι τὰς ἀποσκευάς. [2] διὸ συντάξας [p. 462] Μάρκελλος τὴν δύναμιν ἐντός παρὰ τὰς πύλας ἔστησε τὰ σκευοφόρα, καὶ τοῖς Νωλανοῖς διὰ κηρύγματος ἀπεῖπε πρὸς τὰ τείχη προσπελάζειν. ἦν οὖν ὅπλων ἐρημία καὶ τὸν Ἀννίβαν ἐπεσπάσατο προσάγειν ἀτακτότερον, ὡς τῶν ἐν τῇ πόλει ταραττομένων. ἐν τούτῳ δὲ τὴν καθ᾽ αὑτὸν πύλην ἀναπετάσαι κελεύσας Μάρκελλος ἐξήλασεν, ἔχων μεθ᾽ ἑαυτοῦ τῶν ἱπποτῶν τοὺς λαμπροτάτους, καὶ προσπεσὼν κατὰ στόμα συνείχετο τοῖς πολεμίοις. [3] μετ᾽ ὀλίγον δ᾽ οἱ πεζοὶ καθ᾽ ἑτέραν πύλην ἐχώρουν μετὰ δρόμου καὶ βοῆς: καὶ πρὸς τούτους αὖθις αὖ τοῦ Ἀννίβᾳ μερίζοντος τὴν δύναμιν τρίτη τῶν πυλῶν ἀνεῴγνυτο, καὶ δι᾽ αὐτῆς ἐξέθεον οἱ λοιποὶ καὶ προσέκειντο πανταχόθεν ἐκπεπληγμένοις τῷ ἀπροσδοκήτῳ καὶ κακῶς ἀμυνομένοις τοὺς ἐν χερσὶν ἤδη διὰ τοὺς ὕστερον ἐπιφερομένους, κἀνταῦθα πρῶτον οἱ σὺν Ἀννίβᾳ Ῥωμαίοις ἐνέδωκαν, ὠθούμενοι φόνῳ πολλῷ καὶ τραύμασι πρὸς τὸ στρατόπεδον. [4] λέγονται γὰρ ὑπὲρ πεντακισχιλίους ἀποθανεῖν, ἀποκτεῖναι δὲ Ῥωμαίων οὐ πλείονας πεντακοσίους, δὲ Λίβιος οὕτω μὲν οὐ διαβεβαιοῦται γενέσθαι μεγάλην ἧτταν οὐδὲ πεσεῖν νεκροὺς τοσούτους τῶν πολεμίων, κλέος δὲ μέγα Μαρκέλλῳ καὶ Ῥωμαίοις ἐκ κακῶν θάρσος ἀπὸ τῆς μάχης ἐκείνης ὑπάρξαι θαυμαστόν, οὐχ ὡς πρὸς ἄμαχον οὐδὲ ἀήττητον, ἀλλά τι καὶ παθεῖν δυνάμενον διαγωνιζομένοις πολέμιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (2 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), NOLA
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: