previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὸ καὶ Μιθριδάτης οὐ συνέτεινεν ἐπὶ τὴν μάχην, τῇ συνήθει τὸν Λούκουλλον εὐλαβείᾳ καὶ παραγωγῇ πολεμήσειν οἰόμενος, ἀλλὰ καθ᾽ ἡσυχίαν ἐπορεύετο πρὸς τὸν Τιγράνην. καὶ πρῶτον μὲν ὀλίγοις τῶν Ἀρμενίων ἐντυχὼν καθ᾽ [p. 566] ὁδὸν ἐπτοιημένοις καὶ περιφόβοις ἀπιοῦσιν εἴκασε τὸ πάθος, εἶτ᾽ ἤδη πλειόνων γυμνῶν καὶ τετρωμένων ἀπαντώντων πυθόμενος τὴν ἧτταν ἐζήτει τὸν Τιγράνην. [2] εὑρὼν δὲ πάντων ἔρημον καὶ ταπεινόν οὐκ ἀνθύβρισεν, ἀλλὰ καταβὰς καὶ συνδακρύσας τὰ κοινὰ πάθη θεραπείαν τε τὴν ἑπομένην αὐτῷ βασιλικὴν ἔδωκε καὶ κατεθάρρυνε πρὸς τὸ μέλλον, οὗτοι μὲν οὖν αὖθις ἑτέρας δυνάμεις συνῆγον.

ἐν δὲ τῇ πόλει τοῖς Τιγρανοκέρτοις τῶν Ἑλλήνων πρὸς τοὺς βαρβάρους στασιασάντων καὶ τῷ Λουκούλλῳ τὴν πόλιν ἐνδιδόντων προσβαλὼν εἷλε: [3] καὶ τοὺς μὲν ἐν τῇ πόλει θησαυροὺς παρελάμβανε, τὴν δὲ πόλιν διαρπάσαι παρέδωκε τοῖς στρατιώταις, μετὰ τῶν ἄλλων χρημάτων ὀκτακισχίλια τάλαντα νομίσματος ἔχουσαν. χωρὶς δὲ τούτων ὀκτακοσίας δραχμὰς κατ᾽ ἄνδρα διένειμεν ἀπὸ τῶν λαφύρων. [4] πυνθανόμενος δὲ πολλοὺς ἐν τῇ πόλει κατειλῆφθαι τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν, οὓς Τιγράνης πανταχόθεν ἠθροίκει μέλλων ἀποδεικνύναι τὸ κατεσκευασμένον ὑπ᾽ αὑτοῦ θέατρον, ἐχρήσατο τούτοις πρὸς τοὺς ἀγῶνας καὶ τὰς θέας τῶν ἐπινικίων. τοὺς δ᾽ Ἕλληνας εἰς τὰς αὑτῶν πατρίδας ἔπεμψε προσθεὶς ἐφόδια, καὶ τῶν βαρβάρων ὁμοίως τοὺς ἠναγκασμένους κατοικεῖν, ὥστε συνέβη μιᾶς πόλεως διαλυθείσης πολλὰς ἀνοικίζεσθαι πάλιν κομιζομένας τοὺς αὑτῶν οἰκήτορας, ὑφ᾽ ὧν ὡς εὐεργέτης Λούκουλλος καὶ κτίστης ἠγαπᾶτο.

[5] προὐχώρει δὲ καὶ τἆλλα κατ᾽ ἀξίαν τἀνδρί τῶν ἀπὸ δικαιοσύνης καὶ φιλανθρωπίας ἐπαίνων [p. 568] ὀρεγομένῳ μᾶλλον τῶν ἐπὶ τοῖς πολεμικοῖς κατορθώμασιν. ἐκείνων μὲν γὰρ οὐκ ὀλίγον στρατιὰ καὶ πλεῖστον τύχη μετεῖχε, ταῦτα δ᾽ ἦν ἡμέρου ψυχῆς καὶ πεπαιδευμένης ἐπίδειξις, οἷς Λούκουλλος τότε χωρὶς ὅπλων ἐχειροῦτο τοὺς βαρβάρους, καὶ γὰρ Ἀράβων βασιλεῖς ἧκον πρὸς αὐτὸν ἐγχειρίζοντες τὰ σφέτερα, καὶ τὸ Σωφηνῶν ἔθνος προσεχώρει: [6] τὸ δὲ Γορδυηνῶν οὕτω διέθηκεν, ὥστε βούλεσθαι τὰς πόλεις ἐκλιπόντας ἀκολουθεῖν ἐκείνῳ μετὰ παίδων καὶ γυναικῶν ἐθελοντὰς ἐξ αἰτίας τοιᾶσδε. Ζαρβιηνὸς γὰρ τῶν Γορδυηνῶν βασιλεὺς, ὥσπερ εἴρηται, δι᾽ Ἀππίου κρύφα Λουκούλλῳ διείλεκτο περὶ συμμαχίας τὴν Τιγράνου τυραννίδα βαρυνόμενος: μηνυθεὶς δ᾽ ἀπεσφάγη, καὶ παῖδες αὑτοῦ καὶ γυνὴ συναπώλοντο πρὶν Ῥωμαίους εἰς Ἀρμενίαν ἐμβαλεῖν. [7] τούτων οὐκ ἠμνημόνησεν Λούκουλλος, ἀλλὰ παρελθὼν εἰς τὴν Γορδυηνῶν ταφὰς προὔθετο τοῦ Ζαρβιηνοῦ, καὶ πυρὰν ἐσθῆτι καὶ χρυσῷ βασιλικῷ καὶ τοῖς ἀπὸ Τιγράνου κοσμήσας λαφύροις αὐτὸς παρὼν ὑφῆψε, καὶ χοὰς ἐπήνεγκε μετὰ φίλων καὶ οἰκείων τοῦ ἀνδρός, ἑταῖρον ἑαυτοῦ καὶ Ῥωμαίων σύμμαχον ἀνακαλούμενος. [8] ἐκέλευσε δὲ καὶ μνημεῖον ἀπὸ χρημάτων συχνῶν αὐτῷ γενέσθαι: πάμπολλα γὰρ εὑρέθη, καὶ χρυσὸς καὶ ἄργυρος ἐν τοῖς τοῦ Ζαρβιηνοῦ βασιλείοις, σίτου δ᾽ ἀπέκειντο μυριάδες τριακόσιαι μεδίμνων, ὥστε καὶ τοὺς στρατιώτας ὠφελεῖσθαι καὶ τὸν Λούκουλλον θαυμάζεσθαι, ὅτι δραχμὴν μίαν ἐκ [p. 570] τοῦ δημοσίου ταμιείου μὴ λαβὼν αὐτὸν ἐξ αὑτοῦ διῴκει τὸν πόλεμον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: