previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπὶ τοιούτων λογισμῶν γενόμενος Λούκουλλος περί τε τὴν Ἀμισὸν διέτριψε, μαλακῶς τῇ πολιορκίᾳ χρώμενος, καὶ μετὰ χειμῶνα Μουρήναν ἀπολιπὼν ἐπὶ τῆς πολιορκίας ἐβάδιζεν ἐπὶ Μιθριδάτην καθήμενον ἐν Καβείροις καὶ διανοούμενον ὑφίστασθαι τοὺς Ῥωμαίους, ἠθροισμένης αὐτῷ δυνάμεως εἰς τετρακισμυρίους πεζούς, ἱππεῖς δὲ τετρακισχιλίους, οἷς ἐθάρρει μάλιστα, [2] καὶ διαβὰς τὸν Λύκον ποταμὸν εἰς τὸ πεδίον προὐκαλεῖτο τοὺς Ῥωμαίους. γενομένης δ᾽ ἱππομαχίας ἔφυγον οἱ Ῥωμαῖοι: Πομπώνιος δ᾽ ἀνὴρ οὐκ ἄδοξος ἑάλω τετρωμένος καὶ πρὸς τὸν Μιθριδάτην ἀνήχθη κακῶς ὑπὸ τραυμάτων διακείμενος, πυθομένου δὲ τοῦ βασιλέως, εἰ σωθεὶς ὑπ᾽ αὐτοῦ γενήσεται φίλος, ‘ἄν γε δή,’ ἔφη, ‘Ῥωμαίοις διαλλαγῇς: εἰ δὲ μή, πολέμιος.’ τοῦτον μὲν θαυμάσας Μιθριδάτης οὐκ ἠδίκησε.

[3] τοῦ δὲ Λουκούλλου τὰ μὲν πεδία τῶν πολεμίων ἱπποκρατούντων δεδιότος, τὴν δ᾽ ὀρεινὴν ὀκνοῦντος προϊέναι, μακρὰν καὶ ὑλώδη καὶ δύσβατον οὖσαν, ἁλίσκονταί τινες κατὰ τύχην Ἕλληνες εἴς τι [p. 516] σπήλαιον καταφυγόντες, ὧν πρεσβύτερος Ἀρτεμίδωρος ὑπέσχετο τὸν Λούκουλλον ἄξειν καὶ καταστάσειν ἐπὶ τόπῳ ἀσφαλεῖ τῷ στρατοπέδῳ καὶ φρούριον ἔχοντι τοῖς Καβείροις ἐπικρεμάμενον. [4] πιστεύσας δ᾽ Λούκουλλος ἅμα τῇ νυκτὶ πυρὰ καύσας ἐκίνει καὶ τὰ στενὰ παρελθὼν ἀσφαλῶς τὸ χωρίον εἶχε, καὶ μεθ᾽ ἡμέραν ὑπερεφαίνετο τῶν πολεμίων ἱδρύων τὸν στρατὸν ἐν τόποις, οἳ μάχεσθαι βουλομένῳ προσαγωγὴν ἐδίδοσαν καὶ τὸ μὴ βιασθῆναι παρεῖχον ἡσυχάζοντι.

[5] γνώμην μὲν οὖν οὐδέτερος εἶχεν ἔν γε τῷ παρόντι διακινδυνεύειν ἔλαφον δὲ λέγεται τῶν βασιλικῶν διωκόντων ὑποτεμνομένους ἀπαντῆσαι τοὺς Ῥωμαίους, ἐκ δὲ τούτου συμπεσόντας ἀγωνίζεσθαι πλειόνων ἑκατέροις ἀεὶ προσγινομένων. τέλος δ᾽ ἐνίκων οἱ βασιλικοί: καὶ τὴν φυγὴν ἐκ τοῦ χάρακος οἱ Ῥωμαῖοι καθορῶντες ἤσχαλλον καὶ συνέτρεχον πρὸς τὸν Λούκουλλον, ἄγειν σφᾶς δεόμενοι καὶ σύνθημα πρὸς τὴν μάχην αἰτοῦντες. [6] δὲ βουλόμενος αὐτοὺς μαθεῖν, ἡλίκον ἐστὶν ἐν ἀγῶνι πολέμου καὶ κινδύνῳ παρουσία καὶ ὄψις ἡγεμόνος ἔμφρονος, ἐκείνους μὲν ἡσυχίαν ἄγειν ἐκέλευσεν, αὐτὸς δὲ κατέβαινεν εἰς τὸ πεδίον καὶ τοῖς πρώτοις ἀπαντήσας τῶν φευγόντων ἵστασθαι προσέταξε καὶ ἀναστρέφειν μετ᾽ αὐτοῦ, [7] πεισθέντων δὲ τούτων καὶ οἱ λοιποὶ μεταβαλόμενοι καὶ συστάντες ὀλίγῳ πόνῳ τρέπονται τοὺς πολεμίους καὶ καταδιώκουσιν εἰς τὸ στρατόπεδον. ἐπανελθὼν δὲ Λούκουλλος ἀτιμίαν τινὰ τοῖς φεύγουσι νενομισμένην προσέβαλε, κελεύσας ἐν χιτῶσιν [p. 518] ἀζώστοις ὀρύξαι δώδεκα ποδῶν τάφρον, ἐφεστώτων καὶ θεωμένων τῶν ἄλλων στρατιωτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (3 total)
  • Cross-references to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: