previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῆς δὲ πρὸς τοὺς λόγους ὁρμῆς ἀρχὴν αὐτῷ φασι τοιαύτην γενέσθαι. Καλλιστράτου τοῦ ῥήτορος ἀγωνίζεσθαι τὴν περὶ Ὠρωποῦ κρίσιν ἐν τῷ δικαστηρίῳ μέλλοντος ἦν προσδοκία τῆς δίκης μεγάλη διά τε τὴν τοῦ ῥήτορος δύναμιν, ἀνθοῦντος τότε μάλιστα τῇ δόξῃ, καί διά τὴν πρᾶξιν οὖσαν περιβόητον. [2] ἀκούσας οὖν Δημοσθένης τῶν διδασκάλων καί τῶν παιδαγωγῶν συντιθεμένων τῇ δίκῃ παρατυχεῖν, ἔπεισε τὸν ἑαυτοῦ παιδαγωγὸν δεόμενος καί προθυμούμενος ὅπως αὑτὸν [p. 12] ἀγάγοι πρὸς τὴν ἀκρόασιν. δ᾽ ἔχων πρὸς τοὺς ἀνοίγοντας τὰ δικαστήρια δημοσίους συνήθειαν, εὐπόρησε χώρας ἐν καθήμενος παῖς ἀδήλως ἀκούσεται τῶν λεγομένων. [3] εὐημερήσαντος δὲ τοῦ Καλλιστράτου καί θαυμασθέντος ὑπερφυῶς, ἐκείνου μὲν ἐζήλωσε τὴν δόξαν, ὁρῶν προπεμπόμενον ὑπὸ τῶν πολλῶν καί μακαριζόμενον, τοῦ δὲ λόγου μᾶλλον ἐθαύμασε καί κατενόησε τὴν ἰσχὺν ὡς πάντα1 χειροῦσθαι καί τιθασεύειν πεφυκότος. ὅθεν ἐάσας τὰ λοιπὰ μαθήματα καί τὰς παιδικὰς διατριβάς, αὐτὸς αὑτὸν ἤσκει καί διεπόνει ταῖς μελέταις, ὡς ἂν τῶν λεγόντων ἐσόμενος καί αὐτός, [4] ἐχρήσατο δὲ Ἰσαίῳ πρὸς τὸν λόγον ὑφηγητῇ, καίπερ Ἰσοκράτους τότε σχολάζοντος, εἴτε, ὥς τινες λέγουσι, τὸν ὡρισμένον μισθὸν Ἰσοκράτει τελέσαι μὴ δυνάμενος, τὰς δέκα μνᾶς, διὰ τὴν ὀρφανίαν, εἴτε μᾶλλον τοῦ Ἰσαίου τὸν λόγον ὡς δραστήριον καί πανοῦργον ἐπὶ τὴν χρείαν ἀποδεχόμενος. [5] Ἕρμιππος δέ φησιν ἀδεσπότοις ὑπομνήμασιν ἐντυχεῖν ἐν οἷς ἐγέγραπτο τὸν Δημοσθένην συνεσχολακέναι Πλάτωνι καί πλεῖστον εἰς τοὺς λόγους ὠφελῆσθαι, Κτησιβίου δὲ μέμνηται λέγοντος παρὰ Καλλίου τοῦ Συρακουσίου καί τινων ἄλλων τὰς Ἰσοκράτους τέχνας καί τὰς Ἀλκιδάμαντος κρύφα λαβόντα τὸν Δημοσθένην καταμαθεῖν.

1 ὡς πάντα Graux with Ma: πάντα

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: