previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλὰ γὰρ ἔτι φεύγοντος αὐτοῦ τὴν εἰρημένην φυγήν Ἀλέξανδρος μὲν ἐτελεύτησε, τὰ δ᾽ Ἑλληνικὰ συνίσταντο πάλιν, Λεωσθένους ἀνδραγαθοῦντος καί περιτειχίζοντος Ἀντίπατρον ἐν Λαμίᾳ πολιορκούμενον. [2] Πυθέας μὲν οὖν ῥήτωρ καί Καλλιμέδων Κάραβος ἐξ Ἀθηνῶν φεύγοντες Ἀντιπάτρῳ προσεγένοντο, καί μετὰ τῶν ἐκείνου φίλων καί πρέσβεων περιιόντες οὐκ εἴων ἀφίστασθαι τοὺς Ἕλληνας οὐδὲ προσέχειν τοῖς Ἀθηναίοις: Δημοσθένης δὲ τοῖς ἐξ ἄστεος πρεσβεύουσι προσμίξας ἑαυτὸν ἠγωνίζετο καί συνέπραττεν ὅπως αἱ πόλεις συνεπιθήσονται τοῖς Μακεδόσι καί συνεκβαλοῦσιν αὐτοὺς τῆς Ἑλλάδος. [3] ἐν δ᾽ Ἀρκαδίᾳ καί λοιδορίαν τοῦ Πυθέου καὶ τοῦ Δημοσθένους γενέσθαι πρὸς ἀλλήλους εἴρηκεν Φύλαρχος ἐν ἐκκλησίᾳ, τοῦ μὲν ὑπὲρ τῶν Μακεδόνων, τοῦ δ᾽ ὑπὲρ τῶν Ἑλλήνων λέγοντος, λέγεται δὲ τὸν μὲν Πυθέαν εἰπεῖν ὅτι, καθάπερ οἰκίαν εἰς ἣν ὄνειον εἰσφέρεται γάλα, κακόν τι πάντως ἔχειν νομίζομεν, οὕτω καί πόλιν ἀνάγκη νοσεῖν εἰς ἣν Ἀθηναίων πρεσβεία παραγίνεται: [p. 68] [4] τὸν δὲ Δημοσθένη στρέψαι τὸ παράδειγμα, φήσαντα καί τὸ γάλα τὸ ὄνειον ἐφ᾽ ὑγιείᾳ καί τοὺς Ἀθηναίους ἐπὶ σωτηρίᾳ παραγίνεσθαι τῶν νοσούντων.

ἐφ᾽ οἷς ἡσθεὶς τῶν Ἀθηναίων δῆμος ψηφίζεται τῷ Δημοσθένει κάθοδον. τὸ μὲν οὖν ψήφισμα Δήμων Παιανιεύς, ἀνεψιὸς ὢν Δημοσθένους, εἰσήνεγκεν: ἐπέμφθη δὲ τριήρης ἐπ᾽ [5] αὐτὸν εἰς Αἴγιναν. ἐκ δὲ Πειραιῶς ἀνέβαινεν οὔτε ἄρχοντος οὔτε ἱερέως ἀπολειφθέντος, ἀλλὰ καί τῶν ἄλλων πολιτῶν ὁμοῦ πάντων ἀπαντώντων καί δεχομένων προθύμως. ὅτε καί φησιν αὐτὸν Μάγνης Δημήτριος ἀνατείναντα τὰς χεῖρας μακαρίσαι τῆς ἡμέρας ἐκείνης αὑτόν, ὡς βέλτιον Ἀλκιβιάδου κατιόντα: πεπεισμένους γάρ, οὐ βεβιασμένους, ὑπ᾽ αὐτοῦ δέχεσθαι τοὺς πολίτας. [6] τῆς δὲ χρηματικῆς ζημίας αὐτῷ μενούσης οὐ γὰρ ἐξῆν χάριτι λῦσαι καταδίκην ἐσοφίσαντο πρὸς τὸν νόμον. εἰωθότες γὰρ ἐν τῇ θυσίᾳ τοῦ Διὸς τοῦ Σωτῆρος ἀργύριον τελεῖν τοῖς κατασκευάζουσι καί κοσμοῦσι τὸν βωμόν, ἐκείνῳ τότε ταῦτα ποιῆσαι καί παρασχεῖν πεντήκοντα ταλάντων ἐξέδωκαν, ὅσον ἦν τίμημα τῆς καταδίκης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: