previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ Σουρήνας τὴν κεφαλὴν τοῦ Κράσσου καὶ τὴν χεῖρα πρὸς Ὑρώδην ἔπεμψεν εἰς Ἀρμενίαν, αὐτὸς δὲ διαδοὺς λόγον ὑπ᾽ ἀγγέλων εἰς Σελεύκειαν ὡς ζῶντα Κράσσον ἄγοι, παρεσκευάζετο πομπήν τινα γελοίαν ὕβρει προσαγορεύων θρίαμβον. [2] μὲν γὰρ ἐμφερέστατος Κράσσῳ τῶν αἰχμαλώτων Γάιος Πακκιανός, ἐσθῆτα βασιλικὴν γυναικὸς ἐνδὺς καὶ διδαχθεὶς Κράσσος ὑπακούειν καὶ αὐτοκράτωρ τοῖς καλοῦσιν, ἐφ᾽ ἵππου καθήμενος ἤγετο: πρὸ αὐτοῦ δὲ σαλπιγκταὶ καὶ ῥαβδοῦχοί τινες ὀχούμενοι καμήλοις ἤλαυνον: ἐξήρτητο δὲ τῶν ῥάβδων βαλάντια καὶ παρὰ τοὺς [p. 418] πελέκεις πρόσφατοι κεφαλαὶ Ῥωμαίων ἀποτετμημέναι. [3] κατόπιν δ᾽ εἵποντο Σελευκίδες ἑταῖραι μουσουργοί, πολλὰ βωμολόχα καὶ γελοῖα δι᾽ ᾀσμάτων εἰς θηλύτητα καὶ ἀνανδρίαν τοῦ Κράσσου λέγουσαι. ταῦτά μὲν οὖν πάντες ἐθεῶντο.

τὴν δὲ γερουσίαν τῶν Σελευκέων ἀθροίσας εἰσήνεγκεν ἀκόλαστα βιβλία τῶν Ἀριστείδου Μιλησιακῶν, οὔτι ταῦτά γε καταψευσάμενος: εὑρέθη γὰρ ἐν τοῖς Ῥωσκίου σκευοφόροις, καὶ παρέσχε τῷ Σουρήνᾳ καθυβρίσαι πολλὰ καὶ κατασκῶψαι τοὺς Ῥωμαίους, εἰ μηδὲ πολεμοῦντες ἀπέχεσθαι πραγμάτων καὶ γραμμάτων δύνανται τοιούτων, [4] τοῖς μέντοι Σελευκεῦσιν ἐδόκει σοφὸς ἀνὴρ Αἴσωπος εἶναι, τὸν Σουρήναν ὁρῶσι τὴν τῶν Μιλησιακῶν ἀκολαστημάτων πήραν ἐξηρτημένον πρόσθεν, ὄπισθεν δὲ Παρθικὴν Σύβαριν ἐφελκόμενον ἐν τοσαύταις παλλακίδων ἁμάξαις, τρόπον τινὰ ταῖς λεγομέναις ἐχίδναις καὶ σκυτάλαις ἀντιμόρφως τὰ μὲν ἐμφανῆ καὶ πρόσθια μέρη φοβερὰ καὶ θηρικώδη δόρασι καὶ τόξοις καὶ ἵπποις προβαλλομένην, [5] κατ᾽ οὐρὰν δὲ τῆς φάλαγγος εἰς χορείας καὶ κρόταλα καὶ ψαλμοὺς καὶ παννυχίδας ἀκολάστους μετὰ γυναικῶν τελευτῶσαν. ψεκτὸς μὲν γὰρ Ῥώσκιος, ἀναιδεῖς δὲ Πάρθοι τὰ Μιλησιακὰ ψέγοντες, ὧν πολλοὶ βεβασιλεύκασιν ἐκ [p. 420] Μιλησίων καὶ Ἰωνίδων ἑταιρῶν γεγονότες Ἀρσακίδαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: