previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἄχρι μὲν οὖν ἤλπιζον αὐτοὺς ἐκχεαμένους τὰ βέλη σχήσεσθαι μάχης συνάψειν εἰς χεῖράς, ἐκαρτέρουν: ὡς δ᾽ ἔγνωσαν ὅτι πολλαὶ [p. 390] κάμηλοι παρεστᾶσι τοξευμάτων πλήρεις, ἀφ᾽ ὧν περιελαύνοντες οἱ πρῶτοι λαμβάνουσιν, οὐδὲν πέρας ὁρῶν Κράσσος ἠθύμει, καὶ σκοπεῖν ἐκέλευεν, ἀγγέλους πέμψας πρὸς τὸν υἱόν, ὅπως προσμῖξαι βιάσεται τοῖς ἐναντίοις πρὶν κυκλωθῆναι. μάλιστα γὰρ ἐκείνῳ προσέπιπτον καὶ περιίππευον τὸ κέρας ὡς κατὰ νώτου γενησόμενοι. [2] λαβὼν οὖν νεανίας ἱππεῖς τε χιλίους τριακοσίους, ὧν οἱ χίλιοι παρὰ Καίσαρος ἦσαν, καὶ τοξότας πεντακοσίους καὶ τῶν ἔγγιστα θυρεοφόρων ὀκτὼ σπείρας συνήγαγεν εἰς ἐμβολήν. τῶν δὲ Πάρθων οἱ περιελαύνοντες, εἴτε τέλμασιν ἐντυχόντες, ὡς ἔνιοί φασιν, εἴτε λαβεῖν τὸν Κράσσον ἀπωτάτω τοῦ πατρὸς στρατηγοῦντες, ὀπίσω στρέψαντες ἐδίωκον. [3] δὲ βοήσας ὡς οὐ μένουσιν οἱ ἄνδρες, ἤλαυνε, καὶ σὺν αὐτῷ Κηνσωρῖνός τε καὶ Μεγάβακχος, μὲν εὐψυχίᾳ καὶ ῥώμῃ διαφέρων, Κηνσωρῖνος δὲ βουλευτικὸν ἔχων ἀξίωμα καὶ δεινὸς εἰπεῖν, ἑταῖροι δὲ Κράσσου καὶ παραπλήσιοι καθ᾽ ἡλικίαν., ἐπισπομένων δὲ τῶν ἱππέων οὐδὲ τὸ πεζὸν ἀπελείπετο προθυμίᾳ καὶ χαρᾷ τῆς ἐλπίδος: νικᾶν γὰρ ᾤοντο καὶ διώκειν, ἄχρι οὗ πολὺ προελθόντες ᾔσθοντο τὴν ἀπάτην, μεταβαλλομένων ἅμα τῶν φεύγειν δοκούντων καὶ πλειόνων ἄλλων ἐπιφερομένων. [4] ἐνταῦθα ἔστησαν, οἰόμενοι συνάψειν αὐτοῖς εἰς χεῖράς ὀλίγοις οὖσι [p. 392] τοὺς πολεμίους, οἱ δὲ τοὺς καταφράκτους προτάξαντες ἐναντίους τοῖς Ῥωμαίοις, τὴν δ᾽ ἄλλην ἵππον ἄτακτον περὶ αὐτοὺς ἐλαύνοντες, καὶ συνταράττοντες τὸ πεδίον, ἀνίστασαν ἐκ βυθοῦ θῖνας ἄμμου κονιορτὸν ἐπαγούσας ἄπλετον, ὡς μήτε διορᾶν ῥᾳδίως μήτε φθέγγεσθαι τοὺς Ῥωμαίους, [5] εἱλουμένους δὲ ἐν ὀλίγῳ καὶ συμπίπτοντας ἀλλήλοις βάλλεσθαι καὶ ἀποθνῄσκειν οὐ ῥᾴδιον οὐδ᾽ ὀξὺν θάνατον, ἀλλ᾽ ὑπὸ σπασμοῦ καὶ ὀδύνης δυσανασχετοῦντας καὶ κυλινδουμένους περὶ τοῖς ὀιστοῖς ἐναποθραύειν τοῖς τραύμασι, βίᾳ τε πειρωμένους ἐξέλκειν ἠγκιστρωμένας ἀκίδας καὶ δεδυκυίας διὰ φλεβῶν καὶ νεύρων προσαναρρηγνύναι καὶ λυμαίνεσθαι σφᾶς αὐτούς.

[6] οὕτω δὲ πολλῶν ἀποθνῃσκόντων ἄπρακτοι καὶ οἱ ζῶντες ἦσαν πρὸς ἀλκήν: καὶ τοῦ Ποπλίου παρακαλοῦντος ἐμβαλεῖν εἰς τὴν κατάφρακτον, ἐπεδείκνυσαν ἑαυτῶν χεῖράς τε θυρεοῖς πεπερονημένας καὶ πόδας διαμπὰξ προσεληλαμένους πρὸς τοὔδαφος, ὥστε καὶ πρὸς φυγὴν ἀμηχάνους εἶναι καὶ πρὸς ἄμυναν. [7] αὐτὸς οὖν τοὺς ἱππεῖς παρορμήσας προσέβαλε μὲν ἐρρωμένως καὶ συνῆψε τοῖς ἀνδράσιν, ἦν δὲ ἄνισος ἔν τε ταῖς πληγαῖς καὶ τῷ φυλάττεσθαι, παίων μὲν ἀσθενέσι καὶ μικροῖς δορατίοις θώρακας ὠμοβύρσους καὶ σιδηροῦς, παιόμενος δὲ κοντοῖς εἰς εὐσταλῆ καὶ γυμνὰ σώματα τῶν Γαλατῶν τούτοις γὰρ ἐθάρρει μάλιστα, καὶ μετὰ τούτων ἔργα θαυμαστὰ διεπράττετο. [8] τῶν τε γὰρ κοντῶν ἐπελαμβάνοντο, καὶ συμπλεκόμενοι τοὺς ἄνδρας [p. 394] ἀπὸ τῶν ἵππων ἐώθουν τῇ βαρύτητι τοῦ ὁπλισμοῦ δυσκινήτους ὄντας, πολλοὶ δὲ τοὺς ἑαυτῶν ἀπολείποντες ἵππους καὶ ὑποδυόμενοι τοῖς ἐκείνων ἔτυπτον εἰς τὰς γαστέρας: οἱ δ᾽ ἀνεσκίρτων ὑπ᾽ ὀδύνης, καὶ συμπατοῦντες ἐν ταὐτῷ τοὺς ἐπιβάτας καὶ τοὺς πολεμίους ἀναπεφυρμένους ἀπέθνῃσκον. [9] ἐπίεζε δὲ τοὺς Γαλάτας μάλιστα τό τε θάλπος καὶ τὸ δίψος, ἀμφοτέρων ἀήθεις ὄντας: καὶ τῶν ἵππων ἀπολώλεισαν οἱ πλεῖστοι πρὸς ἐναντίους ἐλαυνόμενοι τοὺς κοντούς, ἐβιάσθησαν οὖν ἀναχωρῆσαι πρὸς τοὺς ὁπλίτας, ἔχοντες τὸν Πόπλιον ὑπὸ τραυμάτων ἤδη κακῶς διακείμενον. ἰδόντες δὲ θῖνα βουνώδη πλησίον ἐχώρουν ἐπ᾽ αὐτήν, καὶ τοὺς μὲν ἵππους ἐν μέσῳ κατέδησαν, ἔξωθεν δὲ τοῖς θυρεοῖς συγκλείσαντες ᾤοντο ῥᾷον ἀμυνεῖσθαι τοὺς βαρβάρους, [10] ἀπέβαινε δὲ τοὐναντίον, ἐν μὲν γὰρ τῷ ὁμαλῷ τοῖς ὄπισθεν ἁμῶς γέ πως παρέχουσιν οἱ πρότακτοι ῥᾳστώνην, ἐκεῖ δ᾽ ἄλλον ὑπὲρ ἄλλον διὰ τὴν ἀνωμαλίαν ἀνέχοντος τοῦ χωρίου καὶ μᾶλλον ἀεὶ τὸν κατόπιν ἐξαίροντος, οὐδὲν ἦν τὸ διαφεῦγον, ἀλλ᾽ ἐβάλλοντο πάντες ὁμαλῶς, ὀδυρόμενοι τὴν ἀκλεῆ καὶ ἄπρακτον αὑτῶν τελευτήν.

[11] ἦσαν δὲ περὶ τὸν Πόπλιον ἄνδρες Ἕλληνες δύο τῶν αὐτόθι κατοικούντων ἐν Κάρραις, Ἱερώνυμος καὶ Νικόμαχος, οἱ συνέπειθον αὐτὸν ὑπεξελθεῖν μετ᾽ αὑτῶν καὶ διαφεύγειν εἰς Ἴχνας, πόλιν ᾑρημένην τὰ Ῥωμαίων καὶ οὐ μακρὰν οὖσαν. δὲ φήσας οὐδένα δεινὸν οὕτως ἔσεσθαι θάνατον ὃν φοβηθεὶς Πόπλιος ἀπολείψει τοὺς ἀπολλυμένους δι᾽ αὑτόν, ἐκείνους μὲν ἐκέλευσε σῴζεσθαι καὶ [p. 396] δεξιωσάμενος ἀπέλυσεν, αὐτὸς δὲ τῇ χειρὶ χρήσασθαι μὴ δυνάμενος διελήλατο γὰρ βέλει, τὸν ὑπασπιστὴν ἐκέλευσε πατάξαι τῷ ξίφει, παρασχὼν τὸ πλευρόν. [12] ὁμοίως δὲ καὶ Κηνσωρῖνον ἀποθανεῖν λέγουσιν: Μεγάβακχος δ᾽ αὐτὸς αὑτὸν διεχρήσατο, καὶ τῶν ἄλλων οἱ δοκιμώτατοι. τοὺς δ᾽ ὑπολελειμμένους ἀναβαίνοντες οἱ Πάρθοι τοῖς κοντοῖς διήλαυνον μαχομένους: ζῶντας δ᾽ οὐ πλείονας ἁλῶναι φασι πεντακοσίων, τὰς δὲ κεφαλὰς τῶν περὶ τὸν Πόπλιον ἀποκόψαντες ἤλαυνον εὐθὺς ἐπὶ τὸν Κράσσον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (16 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: