Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκ
τούτου διηλλάγησαν, αἰτησάμενοι παρὰ τῆς βουλῆς καὶ τυχόντες ἄνδρας αἱρεῖσθαι πέντε προστάτας τῶν δεομένων βοηθείας, τοὺς νῦν δημάρχους καλουμένους, εἵλοντο δὲ πρώτους, οἷς ἐχρήσαντο καὶ τῆς ἀποστάσεως ἡγεμόσι, τοὺς περὶ Βροῦτον Ἰούνιον καὶ Σικίννιον Βέλλουτον. ἐπεὶ δ᾽ ἡ πόλις εἰς ἓν ἦλθεν, εὐθὺς ἐν τοῖς ὅπλοις ἦσαν οἱ πολλοὶ, καὶ παρεῖχον αὑτοὺς τοῖς ἄρχουσι χρῆσθαι προθύμως ἐπὶ τὸν πόλεμον.
[2]
ὁ δὲ
Μάρκιος οὔτ᾽ αὐτὸς ἡδόμενος οἷς ὁ δῆμος
[p. 132]
ἴσχυεν ἐνδούσης τῆς ἀριστοκρατίας, καὶ τῶν ἄλλων πατρικίων πολλοὺς ὁρῶν τὸ αὐτὸ πεπονθότας, ὅμως παρεκάλει μὴ ἀπολείπεσθαι τῶν δημοτικῶν ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν, ἀλλὰ τῇ ἀρετῇ μᾶλλον ἢ τῇ δυνάμει φαίνεσθαι διαφέροντας αὐτῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.