previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ Μάρκιος καὶ Τύλλος ἐν Ἀντίῳ τοῖς δυνατωτάτοις κρύφα διελέγοντο, καὶ παρεκάλουν, ἕως στασιάζουσιν οἱ Ῥωμαῖοι πρὸς ἀλλήλους, τὸν πόλεμον ἐξενεγκεῖν. τῶν δὲ δυσωπουμένων, ὅτι σπονδαὶ διέτεις ἦσαν αὐτοῖς καὶ ἀνοχαὶ γεγενημέναι, πρόφασιν αὐτοὶ Ῥωμαῖοι παρέσχον, ἔκ τινος ὑποψίας διαβολῆς ἐν θέαις καὶ ἀγῶσι κηρύξαντες ἀπιέναι Οὐολούσκους πρὸ ἡλίου δύνοντος ἐκ τῆς πόλεως, [2] ἔνιοι δέ φασιν ἀπάτῃ τοῦ Μαρκίου καὶ δόλῳ γενέσθαι τοῦτο, πέμψαντος εἰς Ῥώμην πρὸς τοὺς ἄρχοντας οὐκ ἀληθῆ κατήγορον τῶν Οὐολούσκων, ὡς ἐν ταῖς θέαις διανοουμένων ἐπιθέσθαι τοῖς Ῥωμαίοις καὶ τὴν πόλιν ἐμπιπρᾶν. πάντας μὲν γὰρ αὐτοὺς τὸ κήρυγμα τοῦτο δυσμενεστέρους ἐποίησε τοῖς Ῥωμαίοις: δὲ Τύλλος ἐπὶ μεῖζον αἴρων τὸ πρᾶγμα καὶ παροξύνων τέλος ἔπεισε πέμψαντας εἰς Ῥώμην τήν τε χώραν ἀπαιτεῖν καὶ τὰς πόλεις, ὅσας ἀφῄρηνται πολέμῳ τῶν [p. 182] Οὐολούσκων. [3] οἱ δὲ Ῥωμαῖοι τῶν πρέσβεων ἀκούσαντες ἠγανάκτησαν, καὶ ἀπεκρίναντο προτέρους μὲν ἀναλήψεσθαι τὰ ὅπλα τοὺς Οὐολούσκους, ὑστέρους δὲ καταθήσεσθαι Ῥωμαίους. ἐκ τούτου συναγαγὼν ἐκκλησίαν πάνδημον Τύλλος, ἐπεὶ τὸν πόλεμον ἐψηφίσαντο, συνεβούλευε τὸν Μάρκιον καλέσαι, μηδὲν αὐτῷ μνησικακοῦντας, ἀλλὰ πιστεύσαντας ὅτι συμμαχῶν ὠφελήσει ὅσα πολεμῶν οὐκ ἔβλαψεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: