previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καθαρῶν οὖν καὶ δικαίων ἐν τοῖς πράγμασιν ἀμφοτέρων γεγονότων, Αἰμίλιος μὲν ὑπὸ τῶν νόμων καὶ τῆς πατρίδος οὕτως ἔοικεν εὐθὺς ἀφικέσθαι παρεσκευασμένος, Τιμολέων δὲ τοιοῦτον αὐτὸς ἑαυτὸν παρέσχε, τούτου τεκμήριον ὅτι Ῥωμαῖοι μὲν ὁμαλῶς ἐν τῷ τότε χρόνῳ πάντες ἦσαν εὔτακτοι καὶ ὑποχείριοι τοῖς ἐθισμοῖς καὶ τοὺς νόμους δεδιότες καὶ τοὺς πολίτας, Ἑλλήνων δὲ οὐδεὶς ἡγεμών ἐστιν οὐδὲ στρατηγός ὃς οὐ διεφθάρη τότε Σικελίας ἁψάμενος ἔξω Δίωνος, [2] καίτοι Δίωνα πολλοὶ μοναρχίας ὀρέγεσθαι καὶ βασιλείαν τινὰ Λακωνικὴν ὀνειροπολεῖν ὑπενόουν. Τίμαιος δὲ καὶ Γύλιππον ἀκλεῶς φησι καὶ ἀτίμως ἀποπέμψαι Συρακουσίους, φιλοπλουτίαν αὑτοῦ καὶ ἀπληστίαν ἐν τῇ στρατηγίᾳ [p. 462] κατεγνωκότας. δὲ Φάραξ Σπαρτιάτης καὶ Κάλλιππος. Ἀθηναῖος ἐλπίσαντες ἄρξειν Σικελίας παρενόμησαν καὶ παρεσπόνδησαν, ὑπὸ πολλῶν ἀναγέγραπται. [3] καίτοι τίνες πηλίκων κύριοι πραγμάτων ὄντες οὗτοι τοιαῦτα ἤλπισαν; ὧν μὲν ἐκπεπτωκότα Συρακουσῶν ἐθεράπευε Διονύσιον, Κάλλιππος δὲ εἷς ἦν τῶν περὶ Δίωνα ξεναγῶν. ἀλλὰ Τιμολέων αἰτησαμένοις καὶ δεηθεῖσιν αὐτοκράτωρ πεμφθεὶς Συρακουσίοις, καὶ δύναμιν οὐ ζητεῖν ἀλλ᾽ ἔχειν ὀφείλων ἣν ἔλαβε βουλομένων καὶ διδόντων, πέρας ἐποιήσατο τῆς αὑτοῦ στρατηγίας καὶ ἀρχῆς τὴν τῶν παρανόμων ἀρχόντων κατάλυσιν.

[4] ἐκεῖνο μέντοι τοῦ Αἰμιλίου θαυμαστόν, ὅτι τηλικαύτην βασιλείαν καταστρεψάμενος οὐδὲ δραχμῇ μείζονα τὴν οὐσίαν ἐποίησεν, οὐδὲ εἶδεν οὐδὲ ἥψατο τῶν χρημάτων, καίτοι πολλὰ δοὺς ἑτέροις καὶ δωρησάμενος. οὐ λέγω δὲ ὅτι Τιμολέων μεμπτός ἐστιν οἰκίαν τε καλὴν λαβὼν καὶ χωρίον: οὐ γὰρ τὸ λαβεῖν ἐκ τοιούτων αἰσχρόν, ἀλλὰ τὸ μὴ λαβεῖν κρεῖττον καὶ περιουσία τῆς ἀρετῆς, ἐν οἷς ἔξεστιν ἐπιδεικνυμένης τὸ μὴ δεόμενον:

[5] ἐπεὶ δέ, ὡς σώματος ῥῖγος θάλπος φέρειν δυναμένου τὸ πρὸς ἀμφοτέρας εὖ πεφυκὸς ὁμοῦ τὰς μεταβολὰς ῥωμαλεώτερον, οὕτω ψυχῆς ἄκρατος εὐρωστία καὶ ἰσχύς, ἣν οὔτε τὸ εὐτυχεῖν ὕβρει θρύπτει καὶ ἀνίησιν οὔτε συμφοραὶ ταπεινοῦσι, φαίνεται τελειότερος Αἰμίλιος, ἐν χαλεπῇ [p. 464] τύχῃ καὶ πάθει μεγάλῳ τῷ περὶ τοὺς παῖδας οὐδέν τι μικρότερος οὐδὲ ἀσεμνότερος διὰ τῶν εὐτυχημάτων ὁραθείς: [6] Τιμολέων δὲ γενναῖα πράξας περὶ τὸν ἀδελφὸν οὐκ ἀντέσχε τῷ λογισμῷ πρὸς τὸ πάθος, ἀλλὰ μετανοίᾳ καὶ λύπῃ ταπεινωθεὶς ἐτῶν εἴκοσι τὸ βῆμα καὶ τὴν ἀγορὰν ἰδεῖν οὐχ ὑπέμεινε. δεῖ δὲ τὰ αἰσχρὰ φεύγειν καὶ αἰδεῖσθαι, τὸ δὲ πρὸς πᾶσαν ἀδοξίαν εὐλαβὲς ἐπιεικοῦς μὲν ἤθους καὶ ἁπαλοῦ, μέγεθος δὲ οὐκ ἔχοντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: