next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἆρ᾽ οὖν ἴδιόν τι περὶ ταύτην τὴν σύγκρισιν ὑπάρχει καὶ μὴ πάνυ συμβεβηκὸς ἑτέρᾳ τῶν ἀναγεγραμμένων, τὸν ἕτερον γεγονέναι μιμητὴν τοῦ ἑτέρου, τὸν ἕτερον δὲ μάρτυν; ὅρα γάρ ἣν Σόλων ἐξήνεγκε περὶ εὐδαιμονίας ἀπόφασιν πρὸς Κροῖσον, ὡς Ποπλικόλᾳ μᾶλλον Τέλλῳ προσήκει: [2] Τέλλου μὲν γὰρ, ὃν εἶπε γεγονέναι μακαριώτατον δι᾽ εὐποτμίαν καὶ ἀρετὴν καὶ εὐτεκνίαν, οὔτ᾽ αὐτὸς ἐν τοῖς ποιήμασιν ὡς ἀνδρὸς ἀγαθοῦ λόγον ἔσχεν οὔτε παῖδες οὔτ᾽ ἀρχή τις εἰς δόξαν ἦλθεν Ποπλικόλας δὲ καὶ ζῶν ἐπρώτευσε δυνάμει καὶ δόξῃ δι᾽ ἀρετὴν ' Ῥωμαίων, καὶ [p. 566] τεθνηκότος ἐν τοῖς ἐπιφανεστάτοις γένεσι καὶ στέμμασιν ἔτι καθ᾽ ἡμᾶς Ποπλικόλαι καὶ Μεσσάλαι καὶ Οὐαλλέριοι δι᾽ ἐτῶν ἑξακοσίων τῆς εὐγενείας τὴν δόξαν ἀναφέρουσι. [3] καὶ Τέλλος μὲν ὑπὸ τῶν πολεμίων ὡς ἀνὴρ ἀγαθὸς ἐν τάξει μένων καὶ μαχόμενος κατέστρεψε: Ποπλικόλας δὲ τοὺς μὲν πολεμίους κτείνας, τοῦ πεσεῖν εὐτυχέστερόν ἐστι, τὴν δὲ πατρίδα νικῶσαν ἐπιδὼν δι᾽ αὐτόν ἄρχοντα καὶ στρατηγοῦντα, τιμηθεὶς δὲ καὶ θριαμβεύσας ἔτυχε τῆς ζηλουμένης ὑπὸ Σόλωνος καὶ μακαριζομένης τελευτῆς. [4] ἔτι τοίνυν οἷς πρὸς Μίμνερμον ἀντειπὼν περὶ χρόνου ζωῆς ἐπιπεφώνηκε,
μηδέ μοι ἄκλαυστος θάνατος μόλοι, ἀλλὰ φίλοισι
ποιήσαιμι θανὼν ἄλγεα καὶ στοναχάς
ποιεῖ, τελευτήσας γὰρ οὐ φίλοις οὐδ᾽ οἰκείοις μόνον, ἀλλὰ τῇ πόλει πάσῃ, μυριάσι πολλαῖς, δάκρυα καὶ πόθον καὶ κατήφειαν ἐφ᾽ αὑτῷ παρέσχεν αἱ γάρ Ῥωμαίων γυναῖκες ἐπένθησαν αὐτόν ὥσπερ υ ἱὸν ἀδελφὸν πατέρα κοινὸν ἀποβαλοῦσαι. [5]χρήματα δ᾽ ἱμείρω μὲν ἔχειν,’ φησὶν Σόλων, ‘ἀδίκως δὲ πεπᾶσθαι οὐκ ἐθέλω,’ ὡς δίκης ἐπιούσης Ποπλικόλᾳ δ᾽ ὑπῆρχεν οὐ μόνον μὴ κακῶς πλουτεῖν, ἀλλὰ καὶ καλῶς ἀναλίσκειν εὖ ποιοῦντι τοὺς δεομένους, ὥστ᾽ εἰ σοφώτατος ἁπάντων Σόλων, εὐδαιμονέστατος Ποπλικόλας. γὰρ εὔξατο τῶν ἀγαθῶν ἐκεῖνος ὡς μέγιστα καὶ [p. 568] κάλλιστα, ταῦτα καὶ κτήσασθαι Ποπλικόλᾳ καὶ φυλάξαι χρωμένῳ μέχρι τέλους ὑπῆρξεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: