previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἄνευ γε μὴν τούτων πρὸς Διονύσιον ἀγὼν οὐχ ὅμοιος ἦν δήπου τῷ πρὸς Καίσαρα. Διονυσίου μὲν γὰρ οὐδεὶς ὅστις οὐκ ἂν κατεφρόνησε τῶν συνήθων ἐν μέθαις καὶ κύβοις καὶ γυναιξὶ τὰς πλείστας ποιουμένου διατριβάς: τὸ δὲ τὴν Καίσαρος κατάλυσιν εἰς νοῦν ἐμβαλέσθαι καὶ μὴ φοβηθῆναι τὴν δεινότητα καὶ δύναμιν καὶ τύχην, οὗ καὶ τοὔνομα τοὺς Παρθυαίων καὶ Ἰνδῶν βασιλεῖς οὐκ εἴα καθεύδειν, ὑπερφυοῦς ἦν ψυχῆς καὶ πρὸς μηθὲν ὑφίεσθαι φόβῳ τοῦ φρονήματος δυναμένης. [2] διὸ τῷ μὲν ὀφθέντι μόνον ἐν Σικελίᾳ μυριάδες οὐκ ὀλίγαι συνέστησαν ἐπὶ Διονύσιον: δὲ Καίσαρος δόξα καὶ πεσόντος ὤρθου τοὺς φίλους, καὶ τοὔνομα τὸν χρησάμενον ἦρεν ἐκ παιδὸς ἀμηχάνου πρῶτον εὐθὺς εἶναι Ῥωμαίων, ὡς ἀλεξιφάρμακον τοῦτο πρὸς τὴν Ἀντωνίου περιαψάμενον ἔχθραν καὶ δύναμιν.

[3] εἰ δὲ φήσει τις ὅτι μεγάλοις μὲν ἀγῶσιν Δίων ἐξέβαλε τὸν τύραννον, Καίσαρα δὲ Βροῦτος ἔκτεινε γυμνὸν καὶ ἀφύλακτον, αὐτὸ τοῦτο δεινότητος ἄκρας καὶ στρατηγίας ἦν ἔργον, ἄνδρα τοσαύτην περιβεβλημένον δύναμιν ἀφύλακτον λαβεῖν καὶ γυμνόν. οὐ γὰρ ἐξαίφνης οὐδὲ μόνος σὺν ὀλίγοις ἐπιπεσὼν ἀνεῖλεν, ἀλλ᾽ ἐκ πολλοῦ συνθεὶς τὸ βούλευμα καὶ μετὰ πολλῶν ἐπιθέμενος, ὧν οὐδεὶς ἐψεύσατ᾽ αὐτόν, γὰρ εὐθὺς ἔκρινε τοὺς ἀρίστους τῷ προκρῖναι τοὺς πιστευθέντας ἀγαθοὺς ἐποίησε. [4] Δίων δὲ εἴτε κρίνας κακῶς ἐπίστευσεν ἑαυτὸν πονηροῖς εἴτε χρώμενος [p. 256] ἐποίησεν ἐκ χρηστῶν πονηρούς, οὐδέτερον παθεῖν ἀνδρὶ φρονίμῳ προσῆκεν. ἐπιτιμᾷ δὲ καὶ Πλάτων αὐτῷ τοιούτους ἑλομένῳ φίλους, ὑφ᾽ ὧν ἀπώλετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: