previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ Λεύκιος Καῖσαρ, οἰκεῖος μὲν ὢν Καίσαρος ἐκείνου, μέλλων δὲ πρεσβεύειν ὑπὲρ τῶν τριακοσίων, παρεκάλει τὸν Κάτωνα λόγον αὐτῷ συνυποθέσθαι πιθανόν χρήσεται περὶ ἐκείνων, ‘ὑπὲρ σοῦ μὲν γὰρ αὐτοῦ Καὶ χειρῶν ἐμοὶ καλὸν ἅψασθαι Καὶ γόνασι προσπεσεῖν Καίσαροςοὐκ εἴα ταῦτά ποιεῖν Κάτων αὐτόν. [2]ἐμοὶ γὰρ,’ εἶπεν, ‘εἰ σῴζεσθαι χάριτι Καίσαρος ἐβουλόμην, αὐτῷ βαδιστέον ἦν πρὸς ἐκεῖνον μόνον, οὐ βούλομαι δὲ τῷ τυράννῳ χάριν ἔχειν ὑπὲρ ὧν παρανομεῖ, παρανομεῖ δὲ σῴζων ὡς κύριος ὧν αὐτῷ δεσπόζειν οὐδὲν προσῆκεν. ὅπως μέντοι παραιτήσῃ τοὺς τριακοσίους κοινῇ σκοπῶμεν, εἰ βούλει.’ [3] γενόμενος δὲ πρὸς τούτῳ μετὰ τοῦ Λευκίου τὸν υἱὸν αὐτῷ συνέστησε Καὶ τοὺς ἑταίρους ἀπιόντι: καὶ προπέμψας ἐκεῖνον Καὶ δεξιωσάμενος ἐπανῆλθεν οἴκαδε, Καὶ τὸν υἱὸν Καὶ τοὺς φίλους συναγαγὼν ἄλλα τε πολλὰ διελέχθη Καὶ πολιτείας ἀπεῖπεν ἅψασθαι τῷ μειρακίῳ: τὸ μὲν γὰρ ἀξίως Κάτωνος οὐκέτι τὰ [p. 398] πράγματα δέξασθαι, τὸ δὲ ἄλλως αἰσχρὸν εἶναι, Καὶ περὶ ἑσπέραν ἤδη τρέπεται πρὸς τὸ βαλανεῖον.

[4] ἐν δὲ τῷ λούεσθαι τοῦ Στατυλλίου μνησθεὶς Καὶ μέγα φθεγξάμενος, ‘ἐξέπεμψας,’ εἶπεν, ‘ Ἀπολλωνίδη, τὸν Στατύλλιον ἀπὸ τοῦ φρονήματος ἐκείνου καθελών; καὶ πέπλευκεν ἀνὴρ μηδὲ ἀσπασάμενος ἡμᾶς;’ ‘πόθεν;’ εἶπεν Ἀπολλωνίδης: ‘καίτοι πολλὰ διελέχθημεν: ἀλλὰ ὑψηλός ἐστι Καὶ ἄτρεπτος, Καὶ μένειν φησὶ Καὶ πράττειν τι ἂν σὺ πράττῃς.’ πρὸς ταῦτά φασι τὸν Κάτωνα μειδιᾶσαι Καὶ εἰπεῖνἀλλὰ τοῦτο μὲν αὐτίκα φανεῖται.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: