previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ καλουμένη Πορκία βασιλικὴ τιμητικὸν ἦν ἀνάθημα τοῦ παλαιοῦ Κάτωνος, εἰωθότες οὖν ἐκεῖ χρηματίζειν οἱ δήμαρχοι, Καὶ κίονος τοῖς δίφροις ἐμποδὼν εἶναι δοκοῦντος, ἔγνωσαν ὑφελεῖν αὐτὸν μεταστῆσαι. τοῦτο Κάτωνα πρῶτον εἰς ἀγορὰν ἄκοντα προήγαγεν: ἀντέστη γὰρ αὐτοῖς, Καὶ πεῖραν ἅμα τοῦ λόγου Καὶ τοῦ φρονήματος δούς ἐθαυμάσθη. [2] καὶ γὰρ λόγος νεαρὸν μὲν οὐδὲν οὐδὲ κομψὸν εἶχεν, ἀλλ᾽ ἦν ὄρθιος Καὶ περιπληθὴς Καὶ τραχύς, οὐ μὴν ἀλλὰ Καὶ χάρις ἀγωγὸς ἀκοῆς ἐπέτρεχε τῇ τραχύτητι τῶν νοημάτων, Καὶ τὸ ἦθος αὐτοῦ καταμιγνύμενον ἡδονήν τινα Καὶ μειδίαμα τῷ σεμνῷ παρεῖχεν οὐκ ἀπάνθρωπον. δὲ φωνὴ μεγέθει μὲν ἀποχρῶσα Καὶ διαρκὴς εἰς τοσοῦτον ἐξικέσθαι δῆμον, ἰσχὺν δὲ Καὶ τόνον ἄρρηκτον εἶχε Καὶ [p. 248] ἄτρυτον: ἡμέραν γὰρ ὅλην εἰπὼν πολλάκις οὐκ ἀπηγόρευσε.

[3] τότε δ᾽ οὖν κρατήσας τῆς δίκης πάλιν ἑαυτὸν εἰς τὴν σιωπὴν Καὶ τὴν ἄσκησιν συνέστειλε: καὶ διεπόνει τὸ σῶμα γυμνασίοις ἐνεργοῖς, ἐθιζόμενος ἀνέχεσθαι Καὶ καύματα Καὶ νιφετὸν ἀκαλύπτῳ κεφαλῇ, Καὶ βαδίζειν ἐν ταῖς ὁδοῖς πᾶσαν ὥραν ἄτερ ὀχήματος, τῶν δὲ φίλων οἱ συνεκδημοῦντες ἵπποις ἐχρῶντο, Καὶ πολλάκις ἑκάστῳ παρέβαλλεν Κάτων ἐν μέρει προσδιαλεγόμενος, περιπατῶν αὐτὸς ὀχουμένων. θαυμαστῇ δὲ Καὶ περὶ τὰς νόσους ὑπομονῇ μετ᾽ ἐγκρατείας ἐχρῆτο: πυρέττων γὰρ μόνος ἐφ᾽ ἑαυτοῦ διημέρευε μηδένα προσιέμενος, ἄχρι οὗ βέβαιον αἴσθοιτο ῥᾳστώνην καὶ μεταβολὴν τοῦ νοσήματος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: