previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ Μέτελλος αὐτὸς μὲν ἦν ἄτρεπτος καὶ θρασὺς ἔτι, ὁρῶν δὲ τοὺς περὶ αὐτὸν ἐκπεπληγμένους κομιδῆ τὸν Κάτωνα καὶ νομίζοντας [p. 304] ἄμαχον καὶ δυσεκβίαστον, αἰφνίδιον ἐξεπήδησεν εἰς τὴν ἀγοράν, καὶ συναγαγὼν τὸν δῆμον ἄλλα τε πολλὰ περὶ τοῦ Κάτωνος ἐπίφθονα διῆλθε, καὶ φεύγειν τὴν τυραννίδα βοῶν τὴν ἐκεῖνον καὶ τὴν κατὰ Πομπηΐου συνωμοσίαν, ἐφ᾽ μετανοήσειν ταχὺ τὴν πόλιν ἀτιμάζουσαν ἄνδρα τοσοῦτον, ὥρμησεν εὐθὺς εἰς Ἀσίαν, ὡς ταῦτα πρὸς ἐκεῖνον κατηγορήσων. [2] ἦν οὖν δόξα μεγάλη τοῦ Κάτωνος ἄχθος οὐ μικρὸν ἀπεσκευασμένου τῆς δημαρχίας, καὶ τρόπον τινὰ τὴν Πομπηΐου δύναμιν ἐν Μετέλλῳ καθῃρηκότος. ἔτι δὲ μᾶλλον εὐδοκίμησε τὴν σύγκλητον ὡρμημένην ἀτιμοῦν καὶ ἀποψηφίζεσθαι τὸν Μέτελλον οὐκ ἐάσας, ἀλλ᾽ ἐναντιωθεὶς καὶ παραιτησάμενος. οἵ τε γὰρ πολλοὶ φιλανθρωπίας ἐποιοῦντο καὶ μετριότητος τὸ μὴ ἐπεμβῆναι τῷ ἐχθρῷ μηδὲ ἐνυβρίσαι κατὰ κράτος περιγενόμενον, τοῖς τε φρονίμοις ὀρθῶς ἐφαίνετο καὶ συμφερόντως μὴ παροξῦναι Πομπήϊον.

[3] ἐκ τούτου Λεύκολλος ἐπανελθὼν ἐκ τῆς στρατείας, ἧς ἔδοξε τό τέλος καὶ τὴν δόξαν ἀφῃρῆσθαι Πομπήϊος, εἰς κίνδυνον ἦλθε τοῦ μὴ θριαμβεῦσαι, Γαΐου Μεμμίου καταστασιάζοντος αὐτὸν ἐν τῷ δήμῳ καὶ δίκας ἐπάγοντος, εἰς τὴν Πομπηΐου χάριν μᾶλλον κατὰ ἔχθος ἴδιον. δὲ Κάτων, οἰκειότητός τε πρὸς Λεύκολλον αὐτῷ γεγενημένης, ἔχοντα Σερβιλίαν τὴν ἀδελφὴν αὐτοῦ, καὶ τὸ πρᾶγμα δεινὸν ἡγούμενος, ἀντέστη τῷ Μεμμίῳ, καὶ πολλὰς ὑπέμεινε διαβολὰς καὶ [p. 306] [4] κατηγορίας, τέλος δὲ, τῆς ἀρχῆς ἐκβαλλόμενος ὡς τυραννίδος, τοσοῦτον ἐκράτησεν ὥστε τὸν Μέμμιον αὐτὸν ἀναγκάσαι τῶν δικῶν ἀποστῆναι καὶ φυγεῖν τὸν ἀγῶνα. Λεύκολλος μὲν οὖν θριαμβεύσας ἔτι μᾶλλον ἐνεφύετο τῇ φιλίᾳ τοῦ Κάτωνος, ἔχων ἔρυμα καὶ πρόβλημα μέγα πρὸς τὴν Πομπηΐου δύναμιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: