previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

47. τέλος δὲ καὶ νόσου τῷ λιμῷ συνεπιτιθεμένης, ὥσπερ εἴωθεν, ἐπὶ βρώσεις ἀναγκαίας τρεπομένων, τοὺς πάντας οὐκ ἐλάσσονας ὀκτακισχιλίων ἀποβαλὼν ἀνῆγεν ὀπίσω τοὺς λοιπούς: καὶ καταβὰς εἰς Ταρσὸν ἐβούλετο μὲν ἀπέχεσθαι τῆς χώρας, οὔσης ὑπὸ Σελεύκῳ τότε, καὶ πρόφασιν ἐκείνῳ μηδεμίαν παρασχεῖν, [2] ὡς δὲ ἦν ἀμήχανον, ἐν ταῖς ἐσχάταις ὄντων ἀπορίαις τῶν στρατιωτῶν, καὶ τοῦ Ταύρου τὰς ὑπερβολὰς Ἀγαθοκλῆς ἀπετείχισε, γράφει πρὸς Σέλευκον ἐπιστολὴν μακρόν τινα τῆς αὑτοῦ τύχης ὀδυρμόν, εἶτα πολλὴν ἱκεσίαν καὶ δέησιν ἔχουσαν ἀνδρὸς οἰκείου λαβεῖν οἶκτον, ἄξια καὶ πολεμίοις συναλγῆσαι πεπονθότος.

Ἐπικλασθέντος δέ πως Σελεύκου, καὶ γράψαντος τοῖς ἐκεῖ στρατηγοῖς ὅπως αὐτῷ τε τῷ Δημητρίῳ χορηγίαν βασιλικὴν καὶ τῇ δυνάμει τροφὴν ἄφθονον παρέχωσιν, [3] ἐπελθὼν Πατροκλῆς, ἀνὴρ συνετὸς εἶναι δοκῶν καὶ Σελεύκῳ φίλος πιστός, οὐ τὸ τῆς δαπάνης ἔφη πλεῖστον εἶναι τῶν Δημητρίου στρατιωτῶν τρεφομένων, ἀλλ᾽ ἐνδιατρίβοντα τῇ χώρᾳ Δημήτριον οὐ καλῶς περιορᾶν αὐτόν, ὃς ἀεὶ βιαιότατος ὢν καὶ μεγαλοπραγμονέστατος βασιλέων νῦν ἐν τύχαις γέγονεν αἳ καὶ τοὺς φύσει μετρίους ἐξάγουσι τολμᾶν καὶ ἀδικεῖν. [4] ἐκ τούτου παροξυνθεὶς Σέλευκος ἐξώρμησεν εἰς Κιλικίαν μετὰ πολλῆς δυνάμεως. δὲ Δημήτριος ἐκπλαγεὶς τῇ δἰ ὀλίγου μεταβολῇ τοῦ Σελεύκου καὶ φοβηθείς, ὑπέστειλε τοῖς ὀχυρωτάτοις τοῦ Ταύρου, καὶ διαπεμπόμενος ἠξίου μάλιστα μὲν αὐτὸν περιϊδεῖν τῶν αὐτονόμων τινὰ βαρβάρων κτησάμενον ἀρχήν, ἐν καταβιώσεται πλάνης καὶ φυγῆς παυσάμενος, εἰ δὲ μή, τὸν χειμῶνα διαθρέψαι τὴν δύναμιν αὐτόθι, καὶ μὴ πάντων ἐνδεᾶ καὶ γυμνὸν ἐξελαύνειν καὶ προβάλλειν τοῖς πολεμίοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: