previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

15.

ἀποπλεύσαντος δὲ τοῦ Ἀλκιβιάδου μετ᾽ ὀλίγον ἐκ Σικελίας, τὸ πᾶν ἤδη κράτος Νικίας ἔσχεν. δὲ Λάμαχος ἦν μὲν ἀνδρώδης καὶ δίκαιος ἀνὴρ καὶ τῇ χειρὶ χρώμενος ἀφειδῶς κατὰ τὰς μάχας, πένης δὲ τοσοῦτον καὶ λιτὸς ὥστε καθ᾽ ἑκάστην στρατηγίαν ἀπολογίζεσθαι τοῖς Ἀθηναίοις μικρὸν ἀργύριον εἰς ἐσθῆτα καὶ κρηπῖδας ἑαυτῷ. [2] τοῦ δὲ Νικίου καὶ διὰ τἆλλα μέγας ἦν καὶ διὰ τὸν πλοῦτον καὶ διὰ τὴν δόξαν ὄγκος. λέγεται δ᾽ ἐν τῷ στρατηγίῳ ποτὲ βουλευομένων τι κοινῇ τῶν συναρχόντων, κελευσθεὶς ὑπ᾽ αὐτοῦ πρῶτος εἰπεῖν γνώμην Σοφοκλῆς ποιητὴς ὡς πρεσβύτατος ὢν τῶν συστρατήγων, ‘ἐγώ,’ φάναι, ‘παλαιότατος εἰμί, σὺ δὲ πρεσβύτατος.’ [3]

οὕτω δὴ καὶ τότε τὸν Λάμαχον ἄγων ὑφ᾽ ἑαυτῷ στρατηγικώτερον ὄντα, καὶ χρώμενος εὐλαβῶς καὶ διὰ μελλήσεως ἀεὶ τῇ δυνάμει, πρῶτον μὲν ἀπωτάτω τῶν πολεμίων ἐκπεριπλέων Σικελίαν θάρσος ἔδωκεν αὐτοῖς, ἔπειτα προσβαλὼν Ὕβλῃ, πολιχνίῳ μικρῷ, καὶ πρὶν ἑλεῖν ἀποστάς, κομιδῇ κατεφρονήθη. [4] καὶ τέλος εἰς Κατάνην ἀπῆλθε πράξας οὐδὲν καταστρεψάμενος Ὕκκαρα, βαρβαρικὸν χωρίον, ὅθεν λέγεται καὶ Λαΐδα τὴν ἑταίραν ἔτι κόρην ἐν τοῖς αἰχμαλώτοις πραθεῖσαν εἰς Πελοπόννησον κομισθῆναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (5 total)
  • Cross-references to this page (3):
    • A Dictionary of Greek and Roman Antiquities (1890), STRATE´GUS
    • Dictionary of Greek and Roman Geography (1854), CA´TANA
    • Dictionary of Greek and Roman Geography (1854), HY´CCARA
  • Cross-references in notes to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: