previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. ιβ᾽. περὶ Σατυριάσεως.

οἱ σάτυροι τοῦ Διονύσου ἱεροὶ ἐν τῇσι γραφῇσι καὶ τοῖσι ἀγάλμασι ὄρθια ἴσχουσι τὰ αἰδοῖα, ξύμβολον τοῦ θείου πρήγματος. ἔστι δὲ καὶ πάθεος ἰδέη, ἀνίσχοντος ὄρθια τοῦ πάσχοντος τὰ αἰδοῖα: ἐπίκλησις σατυρίησις ἐς ὁμοιότητα τοῦ θεοῦ σχήματος.

ὁρμὴ δέ ἐστι ἄσχετος ἐς ὁμιλίην : ἀτὰρ οὐδ᾽ ἐν τῇσι προσόδοισι οὐδὲν ὠφελέονται : οὐδὲ ἐπὶ πολλῇσι καὶ συνεχέεσι ὁμιλίῃσι πρηο̈́νονται τὸ ὄρθιον. σπασμοὶ δὲ ἁπάντων τῶν νεύρων, καὶ ἔντασις τενόντων, καὶ βουβώνων, καὶ πληχάδος, φλεγμονὴ τῶν αἰδοίων καὶ πόνος, ἐρύθημα προσώπου, καὶ ἰκμὰς νοτίδι ἰκέλη. περιστελλό μενοι, ἡσυχῇ ἐπίλυποι, κατηφέες, ὥσπερ ἀχθόμενοι τῇ ξυμφορῇ : ἢν δὲ ὑπερίσχῃ καὶ τὴν αἰδῶ τοῦ ἀνθρώπου τὸ πάθος, ἀκρατέες μὲν γλώσσης ἐς τὸ ἄκοσμον : ἀκρατέες δὲ ἐς τὸ ἄμφαδον καὶ τῆς τοῦ ἔργου πρήξιος, παράφοροι τὴν γνώμην ἐς τὸ ἄσχημον. κατέχειν γὰρ οὐ δύνανται: διψώδεες, φλέγμα πολλὸν ἐμέουσι : ἔπειτεν τοῖσι χείλεσι ἀφρὸς ἐφιζάνει, ὅκωσπερ τοῖσι ὀργῶσι τῶν τράγων: ἀτὰρ ἠδὲ ὀσμὴ ὁμοίη. οὖρον ἐξ ἐπισχέσιος πολλῆς, λευκὸν, παχὺ, γονοειδές. κοιλίη ἀπολελημμένη, γαργαλισμοὶ αὐτόματοι πλευρέων καὶ μασχαλῶν, σπασμώδεες , ἀπόσιτοι, εἰ δὲ προσφέροιν το, ἁρπάγδην, ταραχώδεες.

ἢν δὲ ἐς ὄλεθρον ἥκῃ τὸ κακὸν, φυσώδεες: κοιλίην ἐπηρμένοι, τενόντων καὶ μυῶν τῶν πάντων ξύντασις, δυσκινησίη, ξυνολκαὶ μελέων, σφυγμοὶ μικροὶ, ἀσθενέες, ἄτακτοι.

ἔλυσέ κοτε τάδε πάντα κοιλίη ἐκταραχθεῖσα πολλοῖσι φλεγματώδεσι, χολώδεσι, ἔμετος ὁμοίως. οὐκ ἄνευθεν κινδύνου ἴησις, ὕπνος βαθὺς καὶ μήκιστος: ψύξις γὰρ καὶ πάρεσις και νάρκη νεύρων, ὕπνος πουλύς. νάρκη δὲ καὶ ψύξις σατυρίησιν ἰῆται.

[p. 48] γίγνεται δὲ τὸ πάθος ἦρος μάλιστα καὶ θέρεος: ἡλικίῃσι δὲ, μειρακίοισι καὶ νέοισι. μάλιστα δὲ ὁκόσοισι φύσις ἐς ξυνουσίην ἐτοίμη: ὀξύτατον ἠδὲ ἀτερπὲς, ἠδὲ ἄκοσμον κακόν. τὰ πολλὰ γὰρ ἐν ἑβδόμῃ θνήσκουσι. λόγος δὲ ὅτι καὶ γυναῖκες πάσχουσι τοῦτο τὸ πάθος, καὶ τε ἐς τὰ ἀφροδίσια ὁρμὴ ὁμοίη καὶ τὰ λοιπὰ ξύμπαντα τὰ αὐτά: ἐγὼ δὲ μαχλοσύνην μὲν γυναιξὶ ὑγρῇσι πείθομαι γίγνεσθαι, ἐς ἔκχυσιν τοῦ πλήθεος τούτων: σατυρίησιν δὲ ἥκιστα. οὔτε γὰρ φύσις αὐτέων ἑτοίμη: ψυχρὴ γάρ: ἀλλ᾽ οὐδὲ μόρια ἐς ὀρθίησιν, ὅκωσπερ σάτυρος, ἴσχει γυνὴ, ὥσπερ τὸ πάθος ἐπώνυμον. οὐδὲ γὰρ οὐδὲ πνίγα τὴν ἀπὸ ὑστέρης νοσέουσι ἄνδρες, οὕνεκεν οὐκ ἴσχει ὑστέρην ἀνήρ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: