previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πρός τινα τῶν οὐκ ἠξιωμένων ὑπ᾽ερ αὐτοῦ.

εἰπόντος αὐτῷ τινος ὅτι Πολλάκις ἐπιθυμῶν σου ἀκοῦσαι ἦλθον πρὸς σὲ καὶ οὐδέποτέ μοι ἀπεκρίνω: καὶ νῦν, [2] εἰ δυνατόν, παρακαλῶ σε εἰπεῖν τί μοι, Δοκεῖ σοι, ἔφη, καθάπερ ἄλλου τινὸς εἶναι τέχνη οὕτως δὲ καὶ τοῦ λέγειν, ἣν μὲν ἔχων ἐμπείρως ἐρεῖ, δὲ μὴ ἔχων ἀπείρως; [3]δοκεῖ. — οὐκοῦν μὲν διὰ τοῦ λέγειν αὐτός τε ὠφελούμενος καὶ ἄλλους οἷός τε ὢν ὠφελεῖν οὗτος ἐμπείρως ἂν λέγοι, δὲ βλαπτόμενος μᾶλλον καὶ βλάπτων οὗτος ἄπειρος ἂν εἴη τῆς τέχνης ταύτης τῆς τοῦ λέγειν; εὕροις ἂν τοὺς μὲν βλαπτομένους τοὺς δ᾽ ὠφελουμένους. [4] οἱ δ᾽ ἀκούοντες πάντες ὠφελοῦνται ἀφ᾽ ὧν ἀκούουσιν καὶ τούτων εὕροις ἂν τοὺς μὲν ὠφελουμένους τοὺς δὲ βλαπτομένους; — καὶ τούτων, ἔφη. — οὐκοῦν καὶ ἐνταῦθα ὅσοι μὲν ἐμπείρως ἀκούουσιν ὠφελοῦνται, ὅσοι δ᾽ ἀπείρως βλάπτονται; [5]ὡμολόγει. — ἔστιν ἄρα τις ἐμπειρία καθάπερ τοῦ λέγειν οὕτως καὶ τοῦ ἀκούειν; — ἔοικεν. [6]εἰ δὲ βούλει, καὶ οὕτως σκέψαι αὐτό. τὸ μουσικῶς ἅψασθαι τίνος σοι δοκεῖ; — μουσικοῦ. — τί δέ; [7] τὸν ἀνδριάντα ὡς δεῖ κατασκευάσαι τίνος σοι φαίνεται; — ἀνδριαντοποιοῦ. — τὸ ἰδεῖν ἐμπείρως οὐδεμιᾶς σοι προσδεῖσθαι φαίνεται τέχνης; — προσδεῖται καὶ τοῦτο. [8]οὐκοῦν εἰ καὶ τὸ λέγειν ὡς δεῖ τοῦ ἐμπείρου ἐστίν, ὁρᾷς ὅτι καὶ τὸ ἀκούειν ὠφελίμως τοῦ ἐμπείρου ἐστίν; [9] καὶ τὸ μὲν τελείως καὶ ὠφελίμως, εἰ βούλει, πρὸς τὸ παρὸν ἀφῶμεν, ἐπεὶ καὶ μακράν ἐσμεν ἀμφότεροι παντὸς τοῦ τοιούτου: [10] ἐκεῖνο δὲ πᾶς ἄν τις ὁμολογῆσαί μοι δοκεῖ, ὅτι ποσῆς γέ τινος τριβῆς περὶ τὸ ἀκούειν προσδεῖται τῶν φιλοσόφων ἀκουσόμενος. γὰρ οὔ;

[11] περὶ τίνος οὖν λέγω πρὸς σέ; δεῖξόν μοι. περὶ τίνος ἀκοῦσαι δύνασαι; περὶ ἀγαθῶν καὶ κακῶν; τίνος; ἆρά γε ἵππου; — οὔ. — ἀλλὰ βοός; — οὔ. — τί οὖν; [12] ἀνθρώπου; — ναί. — οἴδαμεν οὖν, τί ἐστιν ἄνθρωπος, τίς φύσις αὐτοῦ, τίς ἔννοια; ἔχομεν καὶ κατὰ ποσὸν περὶ τοῦτο τὰ ὦτα τετρημένα; ἀλλὰ φύσις τί ἐστιν ἐννοεῖς δύνασαι καὶ κατὰ ποσὸν ἀκολουθῆσαί μοι λέγοντι; [13] ἀλλ᾽ ἀποδείξει χρήσομαι πρὸς σέ; πῶς; παρακολουθεῖς γὰρ αὐτῷ τούτῳ, τί ἐστιν ἀπόδειξις πῶς τι ἀποδείκνυται διὰ τίνων; τίνα ὅμοια μὲν ἀποδείξει ἐστίν, ἀπόδειξις δ᾽ οὐκ ἔστιν; [14] τί γάρ ἐστιν ἀληθὲς οἶδας τί ἐστι ψεῦδος; τί τίνι ἀκολουθεῖ, τί τίνι μάχεται ἀνομολογούμενόν ἐστιν ἀσύμφωνον; [15] ἀλλὰ κινῶ σε πρὸς φιλοσοφίαν; πῶς παραδεικνύω σοι τὴν μάχην τῶν πολλῶν ἀνθρώπων, καθ᾽ ἣν διαφέρονται περὶ ἀγαθῶν καὶ κακῶν καὶ συμφερόντων καὶ ἀσυμφόρων, αὐτὸ τοῦτο τί ἐστι μάχη οὐκ εἰδότι; δεῖξον οὖν μοι, τί περανῶ διαλεγόμενός σοι. κίνησόν μοι προθυμίαν. [16] ὡς κατάλληλος πόα τῷ προβάτῳ φανεῖσα προθυμίαν αὐτῷ κινεῖ πρὸς τὸ φαγεῖν, ἂν δὲ λίθον ἄρτον παραθῇς, οὐ κινηθήσεται, οὕτως εἰσί τινες ἡμῖν φυσικαὶ προθυμίαι καὶ πρὸς τὸ λέγειν, ὅταν ἀκουσόμενος φανῇ τις, ὅταν αὐτὸς ἐρεθίσῃ. ἂν δ᾽ ὡς λίθος χόρτος παρακείμενος, πῶς δύναται ἀνθρώπῳ ὄρεξιν κινῆσαι; [17] ἄμπελος μή τι λέγει τῷ γεωργῷἐπιμελοῦ μου;’ ἀλλ᾽ αὐτὴ δι᾽ αὑτῆς ἐμφαίνουσα, ὅτι ἐπιμεληθέντι λυσιτελήσει αὐτῷ, ἐκκαλεῖται πρὸς τὴν ἐπιμέλειαν. [18] τὰ παιδία τὰ πιθανὰ καὶ δριμέα τίνα οὐκ ἐκκαλεῖται πρὸς τὸ συμπαίζειν αὐτοῖς καὶ συνέρπειν καὶ πρὸς τὸ συμψελλίζειν; ὄνῳ δὲ τίς προθυμεῖται συμπαίζειν συνογκᾶσθαι; καὶ γὰρ εἰ μικρόν, ὅμως ὀνάριόν ἐστιν.

τί οὖν μοι οὐδὲν λέγεις; [19]ἐκεῖνο μόνον ἔχω σοι εἰπεῖν, ὅτι ἀγνοῶν, τίς ἐστι καὶ ἐπὶ τί γέγονεν καὶ ἐν τίνι τούτῳ τῷ κόσμῳ καὶ μετὰ τίνων κοινωνῶν καὶ τίνα τὰ ἀγαθά ἐστι καὶ τὰ κακὰ καὶ τὰ καλὰ καὶ τὰ αἰσχρά, καὶ μήτε λόγῳ παρακολουθῶν μήτ᾽ ἀποδείξει, μήτε τί ἐστιν ἀληθὲς τί ψεῦδος, μήτε διακρῖναι ταῦτα δυνάμενος οὔτ᾽ ὀρέξεται κατὰ φύσιν οὔτ᾽ ἐκκλινεῖ οὔθ᾽ ὁρμήσει οὔτ᾽ ἐπιβαλεῖται, οὐ συγκαταθήσεται, οὐκ ἀνανεύσει, οὐκ ἐφέξει, τὸ σύνολον. κωφλὸς καὶ τυφλὸς περιελεύσεται δοκῶν μέν τις εἶναι, ὢν δ᾽ οὐδείς. [20] νῦν γὰρ πρῶτον τοῦθ᾽ οὕτως ἔχει; οὐχὶ ἐξ οὗ γένος ἀνθρώπων ἐστίν, ἐξ ἐκείνου πάντα τὰ ἁμαρτήματα καὶ τὰ ἀτυχήματα παρὰ ταύτην τὴν ἄγνοιαν γεγένηται; [21] Ἀγαμέμνων καὶ Ἀχιλλεὺς διὰ τί ἀλλήλοις διεφέροντο; οὐχὶ διὰ τὸ μὴ εἰδέναι, τίνα ἐστὶ συμφέροντα καὶ ἀσύμφορα; οὐχὶ μὲν λέγει, ὅτι συμφέρει ἀποδοῦναι τῷ πατρὶ τὴν Χρυσηίδα, δὲ λέγει, ὅτι οὐ συμφέρει; οὐχὶ μὲν λέγει, ὅτι δεῖ αὐτὸν λαβεῖν τὸ ἄλλου γέρας, δέ, ὅτι οὐ δεῖ; οὐχὶ διὰ ταῦτα ἐπελάθοντο καὶ τίνες ἦσαν καὶ ἐπὶ τί ἐληλύθεσαν; [22] ἔα, ἄνθρωπε, ἐπὶ τί ἐλήλυθας; ἐρωμένας κτησόμενος πολεμήσων; ‘πολεμήσων.’ τίσι; τοῖς Τρωσὶν τοῖς Ἕλλησιν; ‘τοῖς Τρωσίν.’ ἀφεὶς οὖν τὸν Ἕκτορα ἐπὶ τὸν βασιλέα τὸν σαυτοῦ σπᾷς τὸ ξίφος; [23] σὺ δ᾽, βέλτιστε, ἀφεὶς τὰ τοῦ βασιλέως ἔργα,


λαοί τ᾽ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν,
περὶ κορασιδίου διαπυκτεύεις τῷ πολεμικωτάτῳ τῶν συμμάχων, ὃν δεῖ παντὶ τρόπῳ περιέπειν καὶ φυλάττειν; καὶ χείρων γίνῃ κομψοῦ ἀρχιερέως, ὃς τοὺς καλοὺς μονομάχους διὰ πάσης ἐπιμελείας ἔχει; ὁρᾷς, οἷα ποιεῖ ἄγνοια περὶ τῶν συμφερόντων;

[24]ἀλλὰ κἀγὼ πλούσιός εἰμι.’ μή τι οὖν τοῦ Ἀγαμέμνονος πλουσιώτερος; ‘ἀλλὰ καὶ καλός εἰμι.’ μή τι οὖν τοῦ Ἀχιλλέως καλλίων; ‘ἀλλὰ καὶ κόμιον κομψὸν ἔχω.’ δ᾽ Ἀχιλλεὺς οὐ κάλλιον καὶ ξανθόν; καὶ οὐκ ἐκτένιζεν αὐτὸ κομψῶς οὐδ᾽ ἔπλασσεν. [25]ἀλλὰ καὶ ἰσχυρός εἰμι.’ μή τι οὖν δύνασαι λίθον ἆραι ἡλίκον Ἕκτωρ Αἴας; ‘ἀλλὰ καὶ εὐγενής.’ μή τι ἐκ θεᾶς μητρός, μή τι πατρὸς ἐγγόνου Διός; τί οὖν ἐκεῖνον ὠφελεῖ ταῦτα, ὅταν καθήμενος κλαίῃ διὰ τὸ κορασίδιον; ‘ἀλλὰ ῥήτωρ εἰμί.’ [26] ἐκεῖνος δ᾽ οὐκ ἦν; οὐ βλέπεις πῶς κέχρηται τοῖς δεινοτάτοις τῶν Ἑλλήνων περὶ λόγους Ὀδυσσεῖ καὶ Φοίνικι, πῶς αὐτοὺς ἀστόμους πεποίηκε; [27]

ταῦτά σοι μόνα ἔχω εἰπεῖν καὶ οὐδὲ ταῦτα προθύμως. [28]διὰ τί; — ὅτι με οὐκ ἠρέθισας. εἰς τί γὰρ ἀπιδὼν ἐρεθισθῶ ὡς οἱ ἱππικοὶ περὶ τοὺς ἵππους τοὺς εὐφυεῖς; εἰς τὸ σωμάτιον; αἰσχρῶς αὐτὸ πλάσσεις. εἰς τὴν ἐσθῆτα; καὶ ταύτην τρυφερὰν ἔχεις. εἰς σχῆμα, εἰς βλέμμα; [29] εἰς οὐδέν. ὅταν ἀκοῦσαι θέλῃς φιλοσόφου, μὴ λέγε αὐτῷ ὅτιοὐδέν μοι λέγεις;,’ ἀλλὰ μόνον δείκνυε σαυτὸντοῦ ἀκούειν καὶ ὄψει, πῶς κινήσεις τὸν λέγοντα.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: