previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ τῆς χρείας τῶν μεταπιπτόντων καὶ ὑποθετικῶν καὶ τῶν ὁμοίων.

περὶ τοὺς μεταπίπτοντας καὶ ὑποθετικούς, ἔτι δὲ ἠρωτῆσθαι περαίνοντας καὶ πάντας ἁπλῶς τοὺς τοιούτους λόγους πραγματεία λανθάνει τοὺς πολλοὺς περὶ καθήκοντος οὖσα. [2] ζητοῦμεν γὰρ ἐπὶ πάσης ὕλης πῶς ἂν εὕροοι καλὸς καὶ ἀγαθὸς τὴν διέξοδον καὶ ἀναστροφὴν τὴν ἐν αὐτῇ καθήκουσαν. [3] οὐκοῦν τοῦτο λεγέτωσαν, ὅτι οὐ συγκαθήσει εἰς ἐρώτησιν καὶ ἀπόκρισιν σπουδαῖος ὅτι συγκαθεὶς οὐκ ἐπιμελήσεται τοῦ μὴ εἰκῇ μηδ᾽ ὡς ἔτυχεν ἐν ἐρωτήσει καὶ ἀποκρίσει ἀναστρέφεσθαι, [4] μἢ τούτων μηδέτερον προσδεχομένοις ἀναγκαῖον ὁμολογεῖν, ὅτι ἐπίσκεψίν τινα ποιητέον τῶν τόπων τούτων, περὶ οὓς μάλιστα στρέφεται ἐρώτησις καὶ ἀπόκρισις. [5] τί γὰρ ἐπαγγέλλεται ἐν λόγῳ; τἀληθῆ τιθέναι, τὰ ψευδῆ αἴρειν, πρὸς τὰ ἄδηλα ἐπέχειν. [6] ἆρ᾽ οὖν ἀρκεῖ τοῦτο μόνον μαθεῖν; — ἀρκεῖ, φησίν. — οὐκοῦν καὶ τῷ βουλομένῳ ἐν χρήσει νομίσματος μὴ διαπίπτειν ἀρκεῖ τοῦτο ἀκοῦσαι, διὰ τί τὰς μὲν δοκίμους δραχμὰς παραδέχῃ, τὰς δ᾽ ἀδοκίμους ἀποδοκιμάζεις; [7]οὐκ ἀρκεῖ. — τί οὖν δεῖ τούτῳ προσλαβεῖν; τί γὰρ ἄλλο δύναμιν δοκιμαστικήν τε καὶ διακριτικὴν τῶν δοκίμων τε καὶ ἀδοκίμων δραχμῶν; οὐκοῦν καὶ ἐπὶ λόγου οὐκ ἀρκεῖ τὸ λεχθέν, [8] ἀλλ᾽ ἀνάγκη δοκιμαστικὸν γενέσθαι καὶ διακριτικὸν τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους καὶ τοῦ ἀδήλου; [9]ἀνάγκη. — ἐπὶ τούτοις τί παραγγέλλεται ἐν λόγῳ; τὸ ἀκόλουθον τοῖς δοθεῖσιν ὑπὸ σοῦ καλῶς παραδέχου. [10] ἄγε ἀρκεῖ οὖν κἀνταῦθα γνῶναι τοῦτο; οὐκ ἀρκεῖ, δεῖ δὲ μαθεῖν πῶς τί τισιν ἀκόλουθον γίνεται καὶ ποτὲ μὲν ἓν ἑνὶ ἀκολουθεῖ, ποτὲ δὲ πλείοσιν κοινῇ. [11] μή ποτε οὖν καὶ τοῦτο ἀνάγκη προσλαβεῖν τὸν μέλλοντα ἐν λόγῳ συνετῶς ἀναστραφήσεσθαι καὶ αὐτόν τ᾽ ἀποδείξειν ἕκαστα ἀποδόντα καὶ τοῖς ἀποδεικνύουσι παρακολουθήσειν μηδ᾽ ὑπὸ τῶν σοφιζομένων διαπλανηθήσεσθαι ὡς ἀποδεικνυόντων; [12] οὐκοῦν ἐλήλυθεν ἡμῖν περὶ τῶν συναγόντων λόγων καὶ τρόπων πραγματεία καὶ γυμνασία καὶ ἀναγκαία πέφηνεν. [13]

ἀλλὰ δὴ ἔστιν ἐφ᾽ ὧν δεδώκαμεν ὑγιῶς τὰ λήμματα καὶ συμβαίνει τουτὶ ἐξ αὐτῶν: ψεῦδος δὲ ὂν οὐδὲν ἧττον συμβαίνει. [14] τί οὖν μοι καθήκει ποιεῖν; προσδέχεσθαι τὸ ψεῦδος; [15] καὶ πῶς οἷόν τ᾽; ἀλλὰ λέγειν ὅτιοὐχ ὑγιῶς παρεχώρησα τὰ ὡμολογημένα;’ καὶ μὴν οὐδὲ τοῦτο δίδοται. ἀλλ᾽ ὅτιοὐ συμβαίνει διὰ τῶν παρακεχωρημένων;’ ἀλλ᾽ οὐδὲ τοῦτο δίδοται. [16] τί οὖν ἐπὶ τούτων ποιητέον; μή ποτε ὡς οὐκ ἀρκεῖ τὸ δανείσασθαι πρὸς τὸ ἔτι ὀφείλειν, ἀλλὰ δεῖ προσεῖναι καὶ τὸ ἐπιμένειν ἐπὶ τοῦ δανείου καὶ μὴ διαλελύσθαι αὐτό, οὕτως οὐκ ἀρκεῖ πρὸς τὸ δεῖν παραχωρεῖν τὸ ἐπιφερόμενον τὸ δεδωκέναι τὰ λήμματα, δεῖ δ᾽ ἐπιμένειν ἐπὶ τῆς παραχωρήσεως αὐτῶν. [17] καὶ δὴ μενόντων μὲν αὐτῶν εἰς τέλος ὁποῖα παρεχωρήθη πᾶσα ἀνάγκη ἡμᾶς ἐπὶ τῆς παραχωρήσεως ἐπιμένειν καὶ [19] τὸ ἀκόλουθον αὐτοῖς προσδέχεσθαι ... οὐδὲ γὰρ ἡμῖν ἔτι οὐδὲ καθ᾽ ἡμᾶς συμβαίνει τοῦτο τὸ ἐπιφερόμενον, ἐπειδὴ τῆς συγχωρήσεως τῶν λημμάτων ἀπέστημεν. [20] δεῖ οὖν καὶ τὰ τοιαῦτα τῶν λημμάτων ἱστορῆσαι καὶ τὴν τοιαύτην μεταβολήν τε καὶ μετάπτωσιν αὐτῶν, καθ᾽ ἣν ἐν αὐτῇ τῇ ἐρωτήσει τῇ ἀποκρίσει τῷ συλλελογίσθαι τινι ἄλλῳ τοιούτῳλαμβάνοντα τὰς μεταπτώσεις ἀφορμὴν παρέχει τοῖς ἀνοήτοις τοῦ ταράσσεσθαι μὴ βλέπουσι τὸ ἀκόλουθον. τίνος ἕνεκα; ἵν᾽ ἐν τῷ τόπῳ [21] τούτῳ μὴ παρὰ τὸ καθῆκον μηδ᾽ εἰκῇ μηδὲ συγκεχυμένως ἀναστρεφώμεθα. [22]

καὶ τὸ αὐτὸ ἐπί τε τῶν ὑποθέσεων καὶ τῶν ὑποθετικῶν λόγων. ἀναγκαῖον γὰρ ἔστιν ὅτ᾽ αἰτῆσαί τινα ὑπόθεσιν ὥσπερ ἐπιβάθραν τῷ ἑξῆς λόγῳ. [23] πᾶσαν οὖν τὴν δοθεῖσαν παραχωρητέον οὐ πᾶσαν; καὶ εἰ οὐ πᾶσαν, τίνα; [24] περὶ τίνος σκέψις; περὶ καθήκοντος. παραχωρήσαντι δὲ μενετέον εἰς ἅπαν ἐπὶ τῆς τηρήσεως ἔστιν ὅτε ἀποστατέον, τὰ δ᾽ ἀκόλουθα προσδεκτέον καὶ τὰ μαχόμενα οὐ προσδεκτέον; [25]ναί. — ἀλλὰ λέγει τις ὅτιποιήσω σε δυνατοῦ δεξάμενον ὑπόθεσιν ἐπ᾽ ἀδύνατον ἀπαχθῆναι.’ πρὸς τοῦτον οὐ συγκαθήσει φρόνιμος, ἀλλὰ φεύξεται ἐξέτασιν καὶ κοινολογίαν; [26] καὶ τίς ἔτι ἄλλος ἐστὶ λόγῳ χρηστικὸς καὶ δεινὸς ἐρωτήσει καὶ ἀποκρίσει καὶ νὴ Δία ἀνεξαπάτητός τε καὶ ἀσόφιστος; [27] ἀλλὰ συγκαθήσει μέν, οὐκ ἐπιστραφήσεται δὲ τοῦ μὴ εἰκῇ καὶ ὡς ἔτυχεν ἀναστρέφεσθαι ἐν λόγῳ; καὶ πῶς ἔτι ἔσται τοιοῦτος οἷον αὐτὸν ἐπινοοῦμεν; [28] ἀλλ᾽ ἄνευ τινὸς τοιαύτης γυμνασίας καὶ παρασκευῆς φυλάττειν οἷός τ᾽ ἐστὶ τὸ ἑξῆς; [29] τοῦτο δεικνύτωσαν καὶ παρέλκει τὰ θεωρήματα ταῦτα πάντα, ἄτοπα ἦν καὶ ἀνακόλουθα τῇ προλήψει τοῦ σπουδαίου. [30]

τί ἔτι ἀργοὶ καὶ ῥᾴθυμοι καὶ νωθροί ἐσμεν καὶ προφάσεις ζητοῦμεν, καθ᾽ ἃς οὐ πονήσομεν οὐδ᾽ ἀγρυπνήσομεν ἐξεργαζόμενοι τὸν αὑτῶν λόγον; [31]ἂν οὖν ἐν τούτοις πλανηθῶ, μή τι τὸν πατέρα ἀπέκτεινα; — ἀνδράποδον, ποῦ γὰρ ἐνθάδε πατὴρ ἦν, ἵν᾽ αὐτὸν ἀποκτείνῃς; τί οὖν ἐποίησας; μόνον ἦν κατὰ τὸν τόπον ἁμάρτημα, τοῦτο ἡμάρτηκας. [32] ἐπεί τοι τοῦτ᾽ αὐτὸ καὶ ἐγὼ Ῥούφῳ εἶπον ἐπιτιμῶντί μοι ὅτι τὸ παραλειπόμενον ἓν ἐν συλλογισμῷ τινι οὐχ εὕρισκον. ‘οὐχ οἷον μέν,’ φημί, ‘εἰ τὸ Καπιτώλιον κατέκαυσα,’ δ᾽ἀνδράποδον,’ ἔφη, [33]ἐνθάδε τὸ παραλειπόμενον Καπιτώλιόν ἐστιν.’ ταῦτα μόνα ἁμαρτήματά ἐστι τὸ Καπιτώλιον ἐμπρῆσαι καὶ τὸν πατέρα ἀποκτεῖναι, τὸ δ᾽ εἰκῇ καὶ μάτην καὶ ὡς ἔτυχεν χρῆσθαι ταῖς φαντασίαις ταῖς αὑτοῦ καὶ μὴ παρακολουθεῖν λόγῳ μηδ᾽ ἀποδείξει μηδὲ σοφίσματι μηδ᾽ ἁπλῶς βλέπειν τὸ καθ᾽ αὑτὸν καὶ οὐ καθ᾽ αὑτὸν ἐν ἐρωτήσει καὶ ἀποκρίσει, τούτων δ᾽ οὐδέν ἐστιν ἁμάρτημα;


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: