previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


II. Res Italiae

Ἀννίβας δὲ κύκλῳ περιλαμβάνων τὸν χάρακα τοῦ Ἀππίου τὸ μὲν πρῶτον ἠκροβολίζετο καὶ κατεπείραζε, βουλόμενος ἐκκαλεῖσθαι πρὸς μάχην: [2] οὐδενὸς δὲ συνυπακούοντος τέλος ἐγίνετο πολιορκίᾳ παραπλήσιον τὸ συμβαῖνον, τῶν μὲν ἱππέων ἐπιφερομένων ταῖς ἴλαις καὶ μετὰ κραυγῆς εἰσακοντιζόντων εἰς τὴν παρεμβολήν, τῶν δὲ πεζῶν κατὰ σπείρας προσπιπτόντων καὶ διασπᾶν τὸ χαράκωμα πειρωμένων. [3] οὐ μὴν ἀλλ᾽ οὐδ᾽ ὣς ἐδύνατο κινῆσαι τοὺς Ῥωμαίους ἐκ τῆς ὑποκειμένης προθέσεως, ἀλλὰ τοῖς μὲν εὐζώνοις ἀπετρίβοντο τοὺς προσπίπτοντας πρὸς τὸν χάρακα, τοῖς δὲ βαρέσι τῶν ὅπλων ἀσφαλιζόμενοι τὴν ἐπιφορὰν τῶν βελῶν ἔμενον ἐν τάξει κατὰ τὰς σημαίας. [4] Ἀννίβας δὲ δυσαρεστούμενος τοῖς ὅλοις διὰ τὸ μήτε παραπεσεῖν εἰς τὴν πόλιν δύνασθαι μήτ᾽ ἐκκαλεῖσθαι τοὺς Ῥωμαίους, ἐβουλεύετο περὶ τῶν ἐνεστώτων τί χρὴ ποιεῖν. [5] ἐμοὶ δ᾽ οὐ μόνοις ἂν δοκεῖ Καρχηδονίοις τὰ τότε συμβαίνοντα παρέχειν ἀπορίαν, ἀλλὰ καὶ τῶν ἄλλων ἀνθρώπων τοῖς πυθομένοις. [6] τίς γὰρ οὐκ ἂν ἀπιστήσαι πῶς Ῥωμαῖοι, πολλαῖς μὲν ἡττημένοι μάχαις ὑπὸ Καρχηδονίων, οὐ τολμῶντες δὲ κατὰ πρόσωπον ἔτι συγκαθίστασθαι τοῖς ὑπεναντίοις, ὅμως οὔτ᾽ εἴκειν οἷοί τ᾽ ἦσαν οὔτ᾽ ἐκχωρεῖν τῶν ὑπαίθρων; [7] καὶ τὸν μὲν πρὸ τοῦ χρόνον ἀντιπαρῆγον μόνον ἀεὶ ταῖς ὑπωρείαις, τότε δὲ καθίσαντες εἰς τὰ πεδία καὶ τὸν ἐπιφανέστατον τόπον τῆς Ἰταλίας ἐπολιόρκουν τὴν ἰσχυροτάτην πόλιν, κύκλῳ προσμαχομένων αὐτοῖς τῶν πολεμίων, πρὸς οὓς οὐδ᾽ ἐπινοήσαντες οἷοί τ᾽ ἦσαν ἀντοφθαλμεῖν: [8] καρχηδόνιοί τ᾽, ἀδιαλείπτως νικῶντες ταῖς μάχαις, οὐχ ἧττον ἐνίοις καιροῖς ἐδυσχρηστοῦντο τῶν ἡττωμένων. [9] δοκεῖ δέ μοι παραίτιον τοῦτο γεγονέναι τῆς ἑκατέρων προαιρέσεως, τὸ παρ᾽ ἀμφοῖν συντεθεωρῆσθαι διότι τὸ παρ᾽ Ἀννίβου σύνταγμα τῶν ἱππέων αἴτιον ἦν καὶ τοῦ νικᾶν τοὺς Καρχηδονίους καὶ τοῦ λείπεσθαι τοὺς Ῥωμαίους. [10] διόπερ αἵ τε τῶν ἡττωμένων στρατοπέδων ἀντιπαραγωγαὶ μετὰ τὰς μάχας εὐθέως κατὰ λόγον ἐγίνοντο: διὰ γὰρ τόπων τοιούτων ἀντιπαρῆγον ἐν οἷς οὐδὲν ἔμελλε βλάψειν αὐτοὺς τὸ τῶν ὑπεναντίων ἱππικόν. [11] τά τε περὶ τὴν Καπύην τότε συμβαίνοντ᾽ εἰκότως ἑκατέροις ἀπήντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: