previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἧκον δὲ καὶ παρὰ Ῥοδίων πρέσβεις, πρῶτον μὲν οἱ περὶ Φιλοκράτην, μετὰ δὲ τούτους οἱ περὶ Φιλόφρονα καὶ Ἀστυμήδην. [2] οἱ γὰρ Ῥόδιοι κομισάμενοι τὴν ἀπόκρισιν, ἣν οἱ περὶ τὸν Ἁγέπολιν ἔλαβον εὐθέως μετὰ τὴν παράταξιν, καὶ θεωροῦντες ἐκ ταύτης τὴν πρὸς αὑτοὺς ὀργὴν καὶ τὴν ἀνάτασιν τῆς συγκλήτου παραυτίκα τὰς προειρημένας πρεσβείας ἐξέπεμψαν. [3] οἱ δὲ περὶ τὸν Ἀστυμήδην καὶ Φιλόφρονα κατανοοῦντες ἐκ τῶν ἐντεύξεων καὶ κοινῇ καὶ κατ᾽ ἰδίαν τὴν ὑφόρασιν καὶ τὴν ἀλλοτριότητα τῶν ἀνθρώπων τὴν πρὸς αὑτοὺς εἰς ἀθυμίαν ὁλοσχερῆ καὶ δυσχρηστίαν ἐνέπιπτον. [4] ὡς δὲ καὶ τῶν στρατηγῶν τις ἀναβὰς ἐπὶ τοὺς ἐμβόλους παρεκάλει τοὺς ὄχλους ἐπὶ τὸν κατὰ Ῥοδίων πόλεμον, [5] τότε δὴ παντάπασιν ἔξω τοῦ φρονεῖν γενόμενοι διὰ τὸν περὶ τῆς πατρίδος κίνδυνον εἰς τοιαύτην ἦλθον διάθεσιν ὥστε καὶ φαιὰ λαβεῖν ἱμάτια καὶ κατὰ τὰς παρακλήσεις μηκέτι παρακαλεῖν μηδ᾽ ἀξιοῦν τοὺς φίλους, ἀλλὰ δεῖσθαι μετὰ δακρύων μηδὲν ἀνήκεστον βουλεύσασθαι περὶ αὑτῶν. [6] μετὰ δέ τινας ἡμέρας εἰσαγαγόντος αὐτοὺς Ἀντωνίου τοῦ δημάρχου, τοῦ καὶ τὸν στρατηγὸν τὸν παρακαλοῦντα πρὸς τὸν πόλεμον κατασπάσαντος ἀπὸ τῶν ἐμβόλων, ἐποιεῖτο τοὺς λόγους πρῶτον μὲν Φιλόφρων, μετὰ δὲ τοῦτον Ἀστυμήδης. [7] ὅτε δὴ κατὰ τὴν παροιμίαν τὸ κύκνειον ἐξηχήσαντες ἔλαβον ἀποκρίσεις τοιαύτας, δι᾽ ὧν τοῦ μὲν ὁλοσχεροῦς φόβου τοῦ κατὰ τὸν πόλεμον ἐδόκουν παραλελύσθαι, [8] περὶ δὲ τῶν κατὰ μέρος ἐγκλημάτων αὐτοῖς σύγκλητος πικρῶς καὶ βαρέως ὠνείδισεν. [9] ἦν δ᾽ νοῦς τῆς ἀποκρίσεως τοιοῦτος, ὅτι εἰ μὴ δι᾽ ὀλίγους ἀνθρώπους τοὺς αὑτῶν φίλους, καὶ μάλιστα δι᾽ αὐτούς, ᾔδεισαν καλῶς καὶ δικαίως ὡς δέον ἦν αὐτοῖς χρήσασθαι. [10] δ᾽ Ἀστυμήδης αὑτῷ μὲν ἐδόκει καλῶς εἰρηκέναι περὶ τῆς πατρίδος, οὐ μὴν τοῖς γε παρεπιδημοῦσιν οὐδὲ τοῖς οἴκοι μένουσιν τῶν Ἑλλήνων οὐδαμῶς ἤρεσκεν. [11] ἐξέβαλε γὰρ ἔγγραπτον μετὰ ταῦτα ποιήσας τὴν σύνταξιν τῆς δικαιολογίας, τοῖς πλείστοις τῶν ἀναλαμβανόντων εἰς τὰς χεῖρας ἄτοπος ἐφαίνετο καὶ τελέως ἀπίθανος. [12] συνεστήσατο γὰρ τὴν δικαιολογίαν οὐ μόνον ἐκ τῶν τῆς πατρίδος δικαίων, ἔτι δὲ μᾶλλον ἐκ τῆς τῶν ἄλλων κατηγορίας. [13] τὰ μὲν γὰρ εὐεργετήματα καὶ συνεργήματα παραβάλλων καὶ συγκρίνων τὰ μὲν τῶν ἄλλων ἐπειρᾶτο ψευδοποιεῖν καὶ ταπεινοῦν, τὰ δὲ τῶν Ῥοδίων ηὔξανε, πολλαπλασιάζων καθ᾽ ὅσον οἷός τ᾽ ἦν: [14] τὰ δ᾽ ἁμαρτήματα κατὰ τοὐναντίον τὰ μὲν τῶν ἄλλων ἐξωνείδιζε πικρῶς καὶ δυσμενικῶς, τὰ δὲ τῶν Ῥοδίων ἐπειρᾶτο περιστέλλειν, ἵνα κατὰ τὴν παράθεσιν τὰ μὲν οἰκεῖα μικρὰ καὶ συγγνώμης ἄξια φανῇ, τὰ δὲ τῶν πέλας μεγάλα καὶ ἀπαραίτητα τελέως, ἐφ᾽ οἷς ἔφη συγγνώμης τετευχέναι τοὺς ἡμαρτηκότας ἅπαντας. [15] τὸ δὲ γένος τοῦτο τῆς δικαιολογίας οὐδαμῶς ἂν πρέπειν ἀνδρὶ πολιτικῷ δόξειεν, [16] ἐπείτοι καὶ τῶν κοινοπραγησάντων περί τινων ἀπορρήτων οὐ τοὺς διὰ φόβον πόρον μηνυτὰς γενομένους τῶν συνειδότων ἐπαινοῦμεν, ἀλλὰ τοὺς πᾶσαν ἐπιδεξαμένους βάσανον καὶ τιμωρίαν καὶ μηδενὶ τῶν συνειδότων παραιτίους γενομένους τῆς αὐτῆς συμφορᾶς, τούτους ἀποδεχόμεθα καὶ τούτους ἄνδρας ἀγαθοὺς νομίζομεν. [17] δὲ διὰ τὸν ἄδηλον φόβον πάντα τὰ τῶν ἄλλων ἁμαρτήματα τιθεὶς ὑπὸ τὴν ὄψιν τοῖς κρατοῦσιν καὶ καινοποιήσας, ὑπὲρ ὧν χρόνος εἰς λήθην ἀγηόχει τοὺς ὑπερέχοντας, πῶς οὐκ ἔμελλε δυσαρεστήσειν τοῖς ἱστορήσασιν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (4 total)
  • Commentary references to this page (2):
    • Titus Livius (Livy), Ab urbe condita libri, erklärt von M. Weissenborn, book 45, commentary, 45.20
    • Titus Livius (Livy), Ab urbe condita libri, erklärt von M. Weissenborn, book 45, commentary, 45.25
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: