previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


D. Olymp. 153, 4. Res Italiae

ὅτι εἰς τὴν Ῥώμην παραγεγονότων πρεσβευτῶν πλειόνων καὶ ἑτέρων, ἐπιφανεστάτων δὲ παρὰ μὲν Ῥοδίων τῶν περὶ Ἀστυμήδην, παρὰ δὲ τῶν Ἀχαιῶν τῶν περὶ Εὐρέαν καὶ Ἀναξίδαμον καὶ Σάτυρον, παρὰ δὲ Προυσίου τῶν περὶ Πύθωνα, τούτοις ἐχρημάτισεν σύγκλητος. [2] οἱ μὲν οὖν παρὰ τοῦ Προυσίου κατηγορίαν ἐποιοῦντ᾽ Εὐμένους τοῦ βασιλέως, φάσκοντες αὑτῶν τέ τινα χωρία παραιρεῖσθαι τὸν Εὐμένη καὶ τῆς Γαλατίας οὐκ ἀφίστασθαι τὸ παράπαν οὐδὲ πειθαρχεῖν τοῖς τῆς συγκλήτου δόγμασιν, ἀλλὰ τοὺς τὰ σφέτερα μὲν φρονοῦντας σωματοποιεῖν, [3] τοὺς δὲ τὰ Ῥωμαίων αἱρουμένους καὶ βουλομένους πολιτεύεσθαι τοῖς τῆς συγκλήτου δόγμασιν ἀκολούθως κατὰ πάντα τρόπον ἐλαττοῦν. [4] ἦσαν δέ τινες πρεσβευταὶ καὶ παρὰ τῶν τῆς Ἀσίας πόλεων, οἳ κατηγόρουν τοῦ βασιλέως, ἔμφασιν ποιοῦντες τῆς πρὸς τὸν Ἀντίοχον κοινοπραγίας. [5] δὲ σύγκλητος διακούσασα τῶν κατηγορούντων οὔτ᾽ ἀπέρριπτε τὰς διαβολὰς οὔτ᾽ ἐξέφαινε τὴν ἑαυτῆς γνώμην, ἀλλὰ συνετήρει παρ᾽ ἑαυτῇ, διαπιστοῦσα καθόλου τοῖς περὶ τὸν Εὐμένη καὶ τὸν Ἀντίοχον: [6] τοῖς γε μὴν Γαλάταις ἀεί τι προσετίθει καὶ συνεπίσχυε περὶ τῆς ἐλευθερίας. [7] οἱ δὲ περὶ τὸν Τεβέριον ἥκοντες ἀπὸ τῆς πρεσβείας οὐδὲν περιττότερον ἠδυνήθησαν οὔτ᾽ αὐτοὶ διαλαβεῖν οὔτε τῇ συγκλήτῳ διασαφῆσαι περὶ τῶν κατὰ τὸν Εὐμένη καὶ τὸν Ἀντίοχον, ἤπερ καὶ πρότερον ὄντες ἐν τῇ Ῥώμῃ διελάμβανον. [8] οὕτως αὐτοὺς οἱ βασιλεῖς ἐξετέμοντο τῇ κατὰ τὴν ἀπάντησιν φιλανθρωπίᾳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: