previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι κατὰ τὴν Βοιωτίαν μετὰ τὸ συντελεσθῆναι τὰς πρὸς Ἀντίοχον Ῥωμαίοις συνθήκας ἀποκοπεισῶν τῶν ἐλπίδων πᾶσι τοῖς καινοτομεῖν ἐπιβαλλομένοις, ἄλλην ἀρχὴν καὶ διάθεσιν ἐλάμβανον αἱ πολιτεῖαι. [2] διὸ καὶ τῆς δικαιοδοσίας ἑλκομένης παρ᾽ αὐτοῖς σχεδὸν ἐξ εἴκοσι καὶ πέντ᾽ ἐτῶν, τότε λόγοι διεδίδοντο κατὰ τὰς πόλεις, φασκόντων τινῶν διότι δεῖ γίνεσθαι διέξοδον καὶ συντέλειαν τῶν πρὸς ἀλλήλους. [3] πολλῆς δὲ περὶ τούτων ἀμφισβητήσεως ὑπαρχούσης διὰ τὸ πλείους εἶναι τοὺς καχέκτας τῶν εὐπόρων, ἐγίνετό τι συνέργημα τοῖς τὰ βέλτισθ᾽ αἱρουμένοις ἐκ ταὐτομάτου τοιοῦτον. [4] γὰρ Τίτος ἐν τῇ Ῥώμῃ πάλαι μὲν ἐσπούδαζε περὶ τοῦ καταπορευθῆναι τὸν Ζεύξιππον εἰς τὴν Βοιωτίαν, ἅτε κεχρημένος αὐτῷ συνεργῷ πρὸς πολλὰ κατὰ τοὺς Ἀντιοχικοὺς καὶ Φιλιππικοὺς καιρούς. [5] κατὰ δὲ τοὺς τότε χρόνους ἐξείργαστο γράψαι τὴν σύγκλητον τοῖς Βοιωτοῖς διότι δεῖ κατάγειν Ζεύξιππον καὶ τοὺς ἅμ᾽ αὐτῷ φυγόντας εἰς τὴν οἰκείαν. [6] ὧν προσπεσόντων, δείσαντες οἱ Βοιωτοὶ μὴ κατελθόντων τῶν προειρημένων ἀποσπασθῶσιν ἀπὸ τῆς Μακεδόνων εὐνοίας, βουλόμενοι κατακηρυχθῆναι τὰς κρίσεις τὰς κατὰ τῶν περὶ τὸν Ζεύξιππον, ἃς ἦσαν πρότερον αὐτοῖς ἐπιγεγραμμένοι, * [7] ** καὶ τούτῳ τῷ τρόπῳ τῶν δικῶν μίαν μὲν αὐτῶν κατεδίκασαν ἱεροσυλίας, διότι λεπίσαιεν τὴν τοῦ Διὸς τράπεζαν ἀργυρᾶν οὖσαν, μίαν δὲ θανάτου διὰ τὸν Βραχύλλου φόνον. [8] ταῦτα δὲ διοικήσαντες οὐκέτι προσεῖχον τοῖς γραφομένοις, ἀλλ᾽ ἔπεμπον πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς περὶ Καλλίκριτον, φάσκοντες οὐ δύνασθαι τὰ κατὰ τοὺς νόμους ᾠκονομημένα παρ᾽ αὑτοῖς ἄκυρα ποιεῖν. [9] ἐν δὲ τοῖς καιροῖς τούτοις πρεσβεύσαντος αὐτοῦ τοῦ Ζευξίππου πρὸς τὴν σύγκλητον, οἱ Ῥωμαῖοι τὴν τῶν Βοιωτῶν προαίρεσιν ἔγραψαν πρός τε τοὺς Αἰτωλοὺς καὶ πρὸς Ἀχαιούς, κελεύοντες κατάγειν Ζεύξιππον εἰς τὴν οἰκείαν. [10] οἱ δ᾽ Ἀχαιοὶ τοῦ μὲν διὰ στρατοπέδων ποιεῖσθαι τὴν ἔφοδον ἀπέσχον, πρεσβευτὰς δὲ προεχειρίσαντο πέμπειν τοὺς παρακαλέσοντας τοὺς Βοιωτοὺς τοῖς λεγομένοις ὑπὸ τῶν Ῥωμαίων πειθαρχεῖν καὶ τὴν δικαιοδοσίαν, καθάπερ καὶ τὴν ἐν αὐτοῖς, οὕτω καὶ τὴν πρὸς αὐτοὺς ἐπὶ τέλος ἀγαγεῖν. [11] συνέβαινε γὰρ καὶ τὰ πρὸς τούτους συναλλάγματα παρέλκεσθαι πολὺν ἤδη χρόνον.

ὧν διακούσαντες οἱ Βοιωτοί, [12] στρατηγοῦντος Ἱππίου παρ᾽ αὐτοῖς, παραχρῆμα μὲν ὑπέσχοντο ποιήσειν τὰ παρακαλούμενα, μετ᾽ ὀλίγον δὲ πάντων ὠλιγώρησαν. διόπερ Φιλοποίμην, [13] Ἱππίου μὲν ἀποτεθειμένου τὴν ἀρχήν, Ἀλκέτου δὲ παρειληφότος, ἀπέδωκε τοῖς αἰτουμένοις τὰ ῥύσια κατὰ τῶν Βοιωτῶν. [14] ἐξ ὧν ἐγίνετο καταρχὴ διαφορᾶς τοῖς ἔθνεσιν οὐκ εὐκαταφρόνητος. παραυτίκα γὰρ ἔλαχε * [15] ** τῶν Μυρρίχου θρεμμάτων καὶ τοῦ Σίμωνος: καὶ περὶ ταῦτα γενομένης συμπλοκῆς, οὐκέτι πολιτικῆς διαφορᾶς, ἀλλὰ πολεμικῆς ἔχθρας ἐγένετο καταρχὴ καὶ προοίμιον. [16] εἰ μὲν οὖν σύγκλητος προσέθηκε τἀκόλουθον περὶ τῆς καθόδου τῶν περὶ τὸν Ζεύξιππον, ταχέως ἂν ἐξεκαύθη πόλεμος: νῦν δ᾽ ἐκείνη τε παρεσιώπησεν, [17] οἵ τε Μεγαρεῖς ἐπέσχον τὰ ῥύσια, διαπρεσβευσαμένων *** τοῖς συναλλάγμασιν. —

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: