previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μὲν οὖν Πόπλιος τοιαύτην ἐποιήσατο τὴν παραίνεσιν. δ᾽ Ἀννίβας τὰ μὲν θηρία πρὸ πάσης τῆς δυνάμεως, ὄντα πλείω τῶν ὀγδοήκοντα, μετὰ δὲ ταῦτα τοὺς μισθοφόρους ἐπέστησε, περὶ μυρίους ὄντας καὶ δισχιλίους τὸν ἀριθμόν. οὗτοι δ᾽ ἦσαν Λιγυστῖνοι, Κελτοί, Βαλιαρεῖς, Μαυρούσιοι. [2] τούτων δὲ κατόπιν παρενέβαλε τοὺς ἐγχωρίους Λίβυας καὶ Καρχηδονίους, ἐπὶ δὲ πᾶσι τοὺς ἐξ Ἰταλίας ἥκοντας μεθ᾽ αὑτοῦ, πλεῖον στάδιον ἀποστήσας τῶν προτεταγμένων. [3] τὰ δὲ κέρατα διὰ τῶν ἱππέων ἠσφαλίσατο, θεὶς ἐπὶ μὲν τὸ λαιὸν τοὺς συμμάχους Νομάδας, ἐπὶ δὲ τὸ δεξιὸν τοὺς τῶν Καρχηδονίων ἱππεῖς. [4] παρήγγειλε δὲ τοὺς ἰδίους στρατιώτας ἕκαστον παρακαλεῖν, ἀναφέροντας τὴν ἐλπίδα τῆς νίκης ἐφ᾽ ἑαυτὸν καὶ τὰς μεθ᾽ αὑτοῦ παραγεγενημένας δυνάμεις: [5] τοῖς δὲ Καρχηδονίοις ἐκέλευσε τοὺς ἡγουμένους τὰ συμβησόμενα περὶ τέκνων καὶ γυναικῶν ἐξαριθμεῖσθαι καὶ τιθέναι πρὸ ὀφθαλμῶν, ἐὰν ἄλλως πως ἐκβῇ τὰ τῆς μάχης. οὗτοι μὲν οὖν οὕτως ἐποίουν τὸ παραγγελθέν. [6] Ἀννίβας δὲ τοὺς μεθ᾽ αὑτοῦ παραγεγονότας ἐπιπορευόμενος ἠξίου καὶ παρεκάλει διὰ πλειόνων μνησθῆναι μὲν τῆς πρὸς ἀλλήλους ἑπτακαιδεκαέτους συνηθείας, μνησθῆναι δὲ τοῦ πλήθους τῶν προγεγονότων αὐτοῖς πρὸς Ῥωμαίους ἀγώνων: [7] ἐν οἷς ἀηττήτους γεγονότας οὐδ᾽ ἐλπίδα τοῦ νικᾶν οὐδέποτ᾽ ἔφη Ῥωμαίοις αὐτοὺς ἀπολελοιπέναι. [8] τὸ δὲ μέγιστον, ἠξίου λαμβάνειν πρὸ ὀφθαλμῶν χωρὶς τῶν κατὰ μέρος κινδύνων καὶ τῶν ἀναριθμήτων προτερημάτων τήν τε περὶ τὸν Τρεβίαν ποταμὸν μάχην πρὸς τὸν πατέρα τοῦ νῦν ἡγουμένου Ῥωμαίων, ὁμοίως τὴν ἐν Τυρρηνίᾳ πρὸς Φλαμίνιον μάχην, ἔτι δὲ τὴν περὶ Κάννας γενομένην πρὸς Αἰμίλιον, [9] ἃς οὔτε κατὰ πλῆθος τῶν ἀνδρῶν οὔτε κατὰ τὰς ἀρετὰς ἀξίας εἶναι συγκρίσεως πρὸς τὸν νῦν ἐπιφερόμενον κίνδυνον. [10] καὶ ταῦτα λέγων ἀναβλέπειν αὐτοὺς ἐκέλευε καὶ τὴν τῶν ὑπεναντίων κατοπτεύειν τάξιν: οὐ γὰρ οἷον ἐλάττους, ἀλλ᾽ οὐδὲ πολλοστὸν μέρος εἶναι τῶν τότε πρὸς αὐτοὺς ἀγωνισαμένων, ταῖς γε μὴν ἀρεταῖς οὐδὲ σύγκρισιν ἔχειν. [11] ἐκείνους μὲν γὰρ ἀηττήτους ὄντας ἐξ ἀκεραίου διηγωνίσθαι πρὸς σφᾶς, τούτων δὲ τοὺς μὲν ἐκγόνους εἶναι, τοὺς δὲ λείψανα τῶν ἡττημένων ἐν Ἰταλίᾳ καὶ πεφευγότων αὐτὸν πλεονάκις. [12] διόπερ [ᾤετο] δεῖν μὴ καταλῦσαι μήτε τὴν σφῶν αὐτῶν μήτε τὴν τοῦ προεστῶτος δόξαν καὶ προσηγορίαν, ἀλλ᾽ ἀγωνισαμένους εὐψύχως βεβαιῶσαι τὴν διαδεδομένην περὶ αὐτῶν φήμην, ὡς ὄντων ἀηττήτων. [13]

ταῦτα μὲν οὖν καὶ τοιαῦτα παρεκάλεσαν ἀμφό

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: