A Pal ix.437
τήναν τὰν λαύραν τάς τε δρύας αἰπόλε κάμψας
σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον,
τρισκελὲς αὐτόφλοιον ἀνούατον, ἀλλὰ φάλητι
παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν.
5σακός οἱ ἱερὸς περιδέδρομεν, ἀέναον δὲ
ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει
δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ.
ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι
ἄμπελος, εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς
10 κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη.
ξουθαὶ δ᾽ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσι
μέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα.
ἕζεο δὴ τηνεῖ καὶ τῷ χαρίεντι Πριήπῳ
εὔχε᾽ ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,
15κεὐθὺς ἐπιρρέξειν χίμαρον καλόν. ἢν δ᾽ ἀνανεύσῃ,
τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι:
ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω
σακίταν. ἀίοι δ᾽ εὐμενέως ὁ θεός.