previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ δὲ τὴν Βοιωτίαν καὶ τὸν Ὀρχομενὸν Φωκίς ἐστι πρὸς ἄρκτον παραβεβλημένη τῇ Βοιωτίᾳ παραπλησίως ἀπὸ θαλάττης εἰς θάλατταν τό γε παλαιόν. γὰρ Δαφνοῦς ἦν τότε τῆς Φωκίδος, σχίζων ἐφ᾽ ἑκάτερα τὴν Λοκρίδα καὶ μέσος ταττόμενος τοῦ τε Ὀπουντίου κόλπου καὶ τῆς τῶν Ἐπικνημιδίων παραλίας: νῦν δὲ Λοκρῶν ἐστὶν χώρατὸ δὲ πόλισμα κατέσκαπται), ὥστ᾽ οὐδ᾽ ἐκεῖ καθήκει οὐκέτι μέχρι τῆς πρὸς Εὐβοίᾳ θαλάττης Φωκίς, τῷ δὲ Κρισαίῳ κόλπῳ συνῆπται. αὐτὴ γὰρ Κρῖσα τῆς Φωκίδος ἐστὶν ἐπ᾽ αὐτῆς ἱδρυμένη τῆς θαλάττης καὶ Κίρρα καὶ Ἀντικύρα καὶ τὰ ὑπὲρ αὐτῶν ἐν τῇ μεσογαίᾳ συνεχῆ κείμενα χωρία πρὸς τῷ Παρνασσῷ, Δελφοί τε καὶ Κίρφις καὶ Δαυλὶς καὶ αὐτὸς Παρνασσὸς τῆς τε Φωκίδος ὢν καὶ ἀφορίζων τὸ ἑσπέριον πλευρόν. ὃν τρόπον δ᾽ Φωκὶς τῇ Βοιωτίᾳ παράκειται, τοῦτον καὶ Λοκρὶς τῇ Φωκίδι ἑκατέρα. διττὴ γάρ ἐστι διῃρημένη ὑπὸ τοῦ Παρνασσοῦ δίχα, μὲν ἐκ τοῦ ἑσπερίου μέρους παρακειμένη τῷ Παρνασσῷ καὶ μέρος αὐτοῦ νεμομένη, καθήκουσα δ᾽ ἐπὶ τὸν Κρισαῖον κόλπον, δ᾽ ἐκ τοῦ πρὸς ἕω τελευτῶσα ἐπὶ τὴν πρὸς Εὐβοίᾳ θάλατταν. καλοῦνται δ᾽ οἱ μὲν ἑσπέριοι Λοκροὶ καὶ Ὀζόλαι, ἔχουσί τε ἐπὶ τῇ δημοσίᾳ σφραγῖδι τὸν ἕσπερον ἀστέρα ἐγκεχαραγμένον: οἱ δ᾽ ἕτεροι δίχα πως καὶ αὐτοὶ διῃρημένοι, οἱ μὲν Ὀπούντιοι ἀπὸ τῆς μητροπόλεως, ὅμοροι Φωκεῦσι καὶ Βοιωτοῖς, οἱ δ᾽ Ἐπικνημίδιοι ἀπὸ ὄρους Κνημῖδος, προσεχεῖς Οἰταίοις τε καὶ Μαλιεῦσιν. ἐν μέσῳ δὲ ἀμφοῖν τῶν τε Ἑσπερίων καὶ τῶν ἑτέρων Παρνασσός, [p. 588] παραμήκης εἰς τὸ προσάρκτιον μέρος ἐκτεινόμενος ἀπὸ τῶν περὶ Δελφοὺς τόπων μέχρι τῆς συμβολῆς τῶν τε Οἰταίων ὀρῶν καὶ τῶν Αἰτωλικῶν καὶ τῶν ἀνὰ μέσον Δωριέων. πάλιν γὰρ ὥσπερ Λοκρὶς διττὴ οὖσα τοῖς Φωκεῦσι παραβέβληται, οὕτω καὶ πᾶσα Οἰταία μετὰ τῆς Αἰτωλίας καί τινων ἀνὰ μέσον τόπων τῆς Δωρικῆς τετραπόλεως τῇ Λοκρίδι ἑκατέρᾳ καὶ Παρνασσῷ καὶ τοῖς Δωριεῦσιν. ὑπὲρ τούτων δ᾽ ἤδη οἱ Θετταλοὶ καὶ τῶν Αἰτωλῶν οἱ προσάρκτιοι καὶ Ἀκαρνᾶνες καί τινα τῶν Ἠπειρωτικῶν ἐθνῶν καὶ τῶν Μακεδονικῶν: δεῖ δέ, ὅπερ ἔφαμεν καὶ πρότερον, παραλλήλους ὥσπερ ταινίας τινὰς τεταμένας ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὰς ἀνατολὰς νοῆσαι τὰς λεχθείσας χώρας. ἱεροπρεπὴς δ᾽ ἐστὶ πᾶς Παρνασσός, ἔχων ἄντρα τε καὶ ἄλλα χωρία τιμώμενά τε καὶ ἁγιστευόμενα: ὧν ἐστι γνωριμώτατόν τε καὶ κάλλιστον τὸ Κωρύκιον νυμφῶν ἄντρον ὁμώνυμον τῷ Κιλικίῳ. τῶν δὲ πλευρῶν τοῦ Παρνασσοῦ τὸ μὲν ἑσπέριον νέμονται Λοκροί τε οἱ Ὀζόλαι καί τινες τῶν Δωριέων καὶ Αἰτωλοὶ κατὰ τὸν Κόρακα προσαγορευόμενον Αἰτωλικὸν ὄρος, τὸ δὲ Φωκεῖς καὶ Δωριεῖς οἱ πλείους, ἔχοντες τὴν Τετράπολιν περικειμένην πως τῷ Παρνασσῷ, πλεονάζουσαν δὲ τοῖς πρὸς ἕω. αἱ μὲν οὖν κατὰ τὸ μῆκος πλευραὶ τῶν λεχθεισῶν χωρῶν τε καὶ ταινιῶν ἑκάστης παράλληλοι ἅπασαί εἰσιν, μὲν οὖσα προσάρκτιος δὲ πρὸς νότον. αἱ δὲ λοιπαὶ ἑσπέριοι ταῖς ἑῴαις οὔκ εἰσι παράλληλοι: οὐδὲ παραλία ἑκατέρα, τε τοῦ Κρισαίου κόλπου μέχρι Ἀκτίου καὶ πρὸς Εὔβοιαν μέχρι τῆς Θεσσαλονικείας παράλληλοι ἀλλήλαις εἰσίν, εἰς ἃς τελευτᾷ ταῦτα τὰ ἔθνη: ἀλλ᾽ οὕτω δέχεσθαι δεῖ τὰ σχήματα τούτων τῶν χωρίων ὡς ἂν ἐν τριγώνῳ παρὰ τὴν βάσιν [p. 589] τεταμένων γραμμῶν πλειόνων: τὰ γὰρ ἀποληφθέντα σχήματα παράλληλα μὲν ἀλλήλοις ἔσται, καὶ τὰς κατὰ μῆκος ἐναντίον πλευρὰς ἕξει παραλλήλους, τὰς δὲ κατὰ πλάτος οὐκέτι. μὲν οὖν ὁλοσχερὴς τύπος οὗτος τῆς λοιπῆς καὶ ἐφεξῆς περιοδείας, τὰ καθ᾽ ἕκαστα δ᾽ ἑξῆς λέγωμεν ἀπὸ τῆς Φωκίδος ἀρξάμενοι. [2] ταύτης δ᾽ ἐπιφανέσταται δύο πόλεις Δελφοί τε καὶ Ἐλάτεια: Δελφοὶ μὲν διὰ τὸ ἱερὸν τοῦ Πυθίου Ἀπόλλωνος καὶ τὸ μαντεῖον ἀρχαῖον ὄν, εἴ γε Ἀγαμέμνων ἀπ᾽ αὐτοῦ χρηστηριάσασθαι λέγεται ὑπὸ τοῦ ποιητοῦ: γὰρ κιθαρῳδὸς ᾁδων εἰσάγεταινεῖκος Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλῆος,
ὥς ποτε δηρίσαντο. —ἄναξ δ᾽ ἀνδρῶν Ἀγαμέμνων
χαῖρε νόῳ
ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων Πυθοῖ:
Hom. Od. 8.75 Δελφοὶ μὲν δὴ διὰ ταῦτα, Ἐλάτεια δὲ ὅτι πασῶν μεγίστη τῶν ἐνταῦθα πόλεων καὶ ἐπικαιριωτάτη διὰ τὸ ἐπικεῖσθαι τοῖς στενοῖς καὶ τὸν ἔχοντα ταύτην ἔχειν τὰς εἰσβολὰς τὰς εἰς τὴν Φωκίδα καὶ τὴν Βοιωτίαν. ὄρη γάρ ἐστιν Οἰταῖα πρῶτον, ἔπειτα τὰ τῶν Λοκρῶν καὶ τῶν Φωκέων, οὐ πανταχοῦ στρατοπέδοις βάσιμα τοῖς ἐκ Θετταλίας ἐμβάλλουσιν, ἀλλ᾽ ἔχει παρόδους στενὰς μὲν ἀφωρισμένας δέ, ἃς αἱ παρακείμεναι πόλεις φρουροῦσιν: ἁλουσῶν δ᾽ ἐκείνων κρατεῖσθαι συμβαίνει καὶ τὰς παρόδους. ἐπεὶ δ᾽ τοῦ ἱεροῦ ἐπιφάνεια τοῦ ἐν Δελφοῖς ἔχει πρεσβεῖον, καὶ ἅμα θέσις τῶν χωρίων ἀρχὴν ὑπαγορεύει φυσικήνταῦτα γάρ ἐστι τὰ ἑσπεριώτατα μέρη τῆς Φωκίδος), ἐντεῦθεν ἀρκτέον. [3] εἴρηται δ᾽ ὅτι καὶ Παρνασσὸς ἐπὶ τῶν ἑσπερίων ὅρων ἵδρυται τῆς Φωκίδος. τούτου δὴ τὸ μὲν πρὸς δύσιν πλευρὸν οἱ Λοκροὶ κατέχουσιν οἱ Ὀζόλαι, τὸ δὲ νότιον οἱ Δελφοί, πετρῶδες χωρίον θεατροειδές, κατὰ κορυφὴν ἔχον τὸ μαντεῖον καὶ τὴν πόλιν, [p. 590] σταδίων ἑκκαίδεκα κύκλον πληροῦσαν. ὑπέρκειται δ᾽ αὐτῆς Λυκώρεια, ἐφ᾽ οὗ τόπου πρότερον ἵδρυντο οἱ Δελφοὶ ὑπὲρ τοῦ ἱεροῦ: νῦν δ᾽ ἐπ᾽ αὐτῷ οἰκοῦσι περὶ τὴν κρήνην τὴν Κασταλίαν. πρόκειται δὲ τῆς πόλεως Κίρφις ἐκ τοῦ νοτίου μέρους, ὄρος ἀπότομον, νάπην ἀπολιπὸν μεταξύ, δι᾽ ἧς Πλεῖστος διαρρεῖ ποταμός. ὑποπέπτωκε δὲ τῇ Κίρφει πόλις ἀρχαία Κίρρα, ἐπὶ τῇ θαλάττῃ ἱδρυμένη, ἀφ᾽ ἧς ἀνάβασις εἰς Δελφοὺς ὀγδοήκοντά που σταδίων: ἵδρυται δ᾽ ἀπαντικρὺ Σικυῶνος. πρόκειται δὲ τῆς Κίρρας τὸ Κρισαῖον πεδίον εὔδαιμον. πάλιν γὰρ ἐφεξῆς ἐστιν ἄλλη πόλις Κρῖσα, ἀφ᾽ ἧς κόλπος Κρισαῖος: εἶτα Ἀντικύρα, ὁμώνυμος τῇ κατὰ τὸν Μαλιακὸν κόλπον καὶ τὴν Οἴτην. καὶ δή φασιν ἐκεῖ τὸν ἑλλέβορον φύεσθαι τὸν ἀστεῖον, ἐνταῦθα δὲ σκευάζεσθαι βέλτιον, καὶ διὰ τοῦτο ἀποδημεῖν δεῦρο πολλοὺς καθάρσεως καὶ θεραπείας χάριν: γίνεσθαι γάρ τι σησαμοειδὲς φάρμακον ἐν τῇ Φωκικῇ, μεθ᾽ οὗ σκευάζεσθαι τὸν Οἰταῖον ἑλλέβορον. [4] αὕτη μὲν οὖν συμμένει, δὲ Κίρρα καὶ Κρῖσα κατεσπάσθησαν, μὲν ... ὕστερον ὑπ᾽ Εὐρυλόχου τοῦ Θετταλοῦ κατὰ τὸν Κρισαῖον πόλεμον: εὐτυχήσαντες γὰρ οἱ Κρισαῖοι διὰ τὰ ἐκ τῆς Σικελίας καὶ τῆς Ἰταλίας τέλη, πικρῶς ἐτελώνουν τοὺς ἐπὶ τὸ ἱερὸν ἀφικνουμένους καὶ παρὰ τὰ προστάγματα τῶν Ἀμφικτυόνων. τὰ δ᾽ αὐτὰ καὶ τοῖς Ἀμφισσεῦσι συνέβη. Λοκρῶν δ᾽ εἰσὶν οὗτοι τῶν Ὀζολῶν. ἐπελθόντες γὰρ καὶ οὗτοι τήν τε Κρῖσαν ἀνέλαβον, καὶ τὸ πεδίον τὸ ὑπὸ τῶν Ἀμφικτυόνων ἀνιερωθὲν αὖθις κατεγεώργουν, καὶ χείρους ἦσαν περὶ τοὺς ξένους τῶν πάλαι Κρισαίων. καὶ τούτους οὖν ἐτιμωρήσαντο οἱ Ἀμφικτύονες, καὶ τῷ θεῷ τὴν χώραν ἀπέδοσαν. ὠλιγώρηται δ᾽ ἱκανῶς καὶ τὸ ἱερόν, πρότερον δ᾽ ὑπερβαλλόντως [p. 591] ἐτιμήθη. δηλοῦσι δ᾽ οἵ τε θησαυροὶ οὓς καὶ δῆμοι καὶ δυνάσται κατεσκεύασαν, εἰς οὓς καὶ χρήματα ἀνετίθεντο καθιερωμένα καὶ ἔργα τῶν ἀρίστων δημιουργῶν, καὶ ἀγὼν Πυθικὸς καὶ τὸ πλῆθος τῶν ἱστορουμένων χρησμῶν. [5]

φασὶ δ᾽ εἶναι τὸ μαντεῖον ἄντρον κοῖλον κατὰ βάθους οὐ μάλα εὐρύστομον, ἀναφέρεσθαι δ᾽ ἐξ αὐτοῦ πνεῦμα ἐνθουσιαστικόν, ὑπερκεῖσθαι δὲ τοῦ στομίου τρίποδα ὑψηλόν, ἐφ᾽ ὃν τὴν Πυθίαν ἀναβαίνουσαν δεχομένην τὸ πνεῦμα ἀποθεσπίζειν ἔμμετρά τε καὶ ἄμετρα: ἐντείνειν δὲ καὶ ταῦτα εἰς μέτρον ποιητάς τινας ὑπουργοῦντας τῷ ἱερῷ. πρώτην δὲ Φημονόην γενέσθαι φασὶ Πυθίαν, κεκλῆσθαι δὲ καὶ τὴν προφῆτιν οὕτω καὶ τὴν πόλιν ἀπὸ τοῦ πυθέσθαι, ἐκτετάσθαι δὲ τὴν πρώτην συλλαβήν, ὡς ἐπὶ τοῦ ἀθανάτου καὶ ἀκαμάτου καὶ διακόνου1. [6]

μὲν οὖν ἐπὶ τὸ πλεῖον τιμὴ τῷ ἱερῷ τούτῳ διὰ τὸ χρηστήριον συνέβη δόξαντι ἀψευδεστάτῳ τῶν πάντων ὑπάρξαι, προσέλαβε δέ τι καὶ θέσις τοῦ τόπου. τῆς γὰρ Ἑλλάδος ἐν μέσῳ πώς ἐστι τῆς συμπάσης, τῆς τε ἐντὸς Ἰσθμοῦ καὶ τῆς ἐκτός, ἐνομίσθη δὲ καὶ τῆς οἰκουμένης, καὶ ἐκάλεσαν τῆς γῆς ὀμφαλόν, προσπλάσαντες καὶ μῦθον ὅν φησι Πίνδαρος, ὅτι συμπέσοιεν ἐνταῦθα οἱ ἀετοὶ οἱ ἀφεθέντες ὑπὸ τοῦ Διός, μὲν ἀπὸ τῆς δύσεως δ᾽ ἀπὸ τῆς ἀνατολῆς: οἱ δὲ κόρακάς [p. 592] φασι. δείκνυται δὲ καὶ ὀμφαλός τις ἐν τῷ ναῷ τεταινιωμένος καὶ ἐπ᾽ αὐτῷ αἱ δύο εἰκόνες τοῦ μύθου. [7]

τοιαύτης δὲ τῆς εὐκαιρίας οὔσης τῆς περὶ τοὺς Δελφούς, συνῄεσάν τε ῥᾳδίως ἐκεῖσε, μάλιστα δ᾽ οἱ ἐγγύθεν, καὶ δὴ καὶ τὸ Ἀμφικτυονικὸν σύστημα ἐκ τούτων συνετάχθη περί τε τῶν κοινῶν βουλευσόμενον καὶ τοῦ ἱεροῦ τὴν ἐπιμέλειαν ἕξον κοινοτέραν, ἅτε καὶ χρημάτων ἀποκειμένων πολλῶν καὶ ἀναθημάτων φυλακῆς καὶ ἁγιστείας δεομένων μεγάλης. τὰ πάλαι μὲν οὖν ἀγνοεῖται, Ἀκρίσιος δὲ τῶν μνημονευομένων πρῶτος διατάξαι δοκεῖ τὰ περὶ τοὺς Ἀμφικτύονας καὶ πόλεις ἀφορίσαι τὰς μετεχούσας τοῦ συνεδρίου καὶ ψῆφον ἑκάστῃ δοῦναι, τῇ μὲν καθ᾽ αὑτὴν τῇ δὲ μεθ᾽ ἑτέρας μετὰ πλειόνων, ἀποδεῖξαι δὲ καὶ τὰς Ἀμφικτυονικὰς δίκας ὅσαι πόλεσι πρὸς πόλεις εἰσίν: ὕστερον δ᾽ ἄλλαι πλείους διατάξεις γεγόνασιν, ἕως κατελύθη καὶ τοῦτο τὸ σύνταγμα, καθάπερ τὸ τῶν Ἀχαιῶν. αἱ μὲν οὖν πρῶται δυοκαίδεκα συνελθεῖν λέγονται πόλεις: ἑκάστη δ᾽ ἔπεμπε Πυλαγόραν, δὶς κατ᾽ ἔτος οὔσης τῆς συνόδου ἔαρός τε καὶ μετοπώρου: ὕστερον δὲ καὶ πλείους προσῆλθον πόλεις. τὴν δὲ σύνοδον Πυλαίαν ἐκάλουν τὴν μὲν ἐαρινὴν τὴν δὲ μετοπωρινήν, ἐπειδὴ ἐν Πύλαις συνήγοντο, ἃς καὶ Θερμοπύλας καλοῦσιν: ἔθυον δὲ τῇ Δήμητρι οἱ πυλαγόροι. τὸ μὲν οὖν ἐξ ἀρχῆς τοῖς ἐγγὺς μετῆν καὶ τούτων καὶ τοῦ μαντείου, ὕστερον δὲ καὶ οἱ πόρρωθεν ἀφικνοῦντο καὶ ἐχρῶντο τῷ μαντείῳ καὶ ἔπεμπον δῶρα καὶ θησαυροὺς κατεσκεύαζον, καθάπερ Κροῖσος καὶ πατὴρ Ἀλυάττης καὶ Ἰταλιωτῶν τινες καὶ Σικελοί. [8] ἐπίφθονος δ᾽ ὢν πλοῦτος δυσφύλακτός ἐστι κἂν ἱερὸς . νυνί γέ τοι πενέστατόν ἐστι τὸ ἐν Δελφοῖς ἱερὸν χρημάτων γε χάριν, τῶν δ᾽ ἀναθημάτων τὰ μὲν [p. 593] ἦρται τὰ δὲ πλείω μένει. πρότερον δὲ πολυχρήματον ἦν τὸ ἱερόν, καθάπερ Ὅμηρός τε εἴρηκενοὐδ᾽ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει Φοίβου Ἀπόλλωνος Πυθοῖ ἐνὶ πετρηέσσῃ,’ καὶ οἱ θησαυροὶ δηλοῦσι καὶ σύλησις γενηθεῖσα ὑπὸ τῶν Φωκέων, ἐξ ἧς Φωκικὸς καὶ ἱερὸς καλούμενος ἐξήφθη πόλεμος. αὕτη μὲν οὖν σύλησις γεγένηται κατὰ Φίλιππον τὸν Ἀμύντου: προτέραν δ᾽ ἄλλην ὑπονοοῦσιν ἀρχαίαν, τὸν ὑφ᾽ Ὁμήρου λεγόμενον πλοῦτον ἐξεφόρησεν: οὐδὲ γὰρ ἴχνος αὐτοῦ σωθῆναι πρὸς τοὺς ὕστερον χρόνους ἐν οἷς οἱ περὶ Ὀνόμαρχον καὶ Φάυλλον ἐσύλησαν τὸ ἱερόν, ἀλλὰ τὰ μὲν ... ἀπενεχθέντα νεώτερα ἐκείνων εἶναι τῶν χρημάτων: ἀποκεῖσθαι γὰρ ἐν θησαυροῖς, ἀπὸ λαφύρων ἀνατεθέντα, ἐπιγραφὰς σώζοντα ἐν αἷς καὶ οἱ ἀναθέντες: ‘Γύγουγὰρ καὶΚροίσουκαὶΣυβαριτῶνκαὶΣπινητῶν τῶν περὶ τὸν Ἀδρίαν,’ καὶ οὕτως ἐπὶ τῶν ἄλλων. οὔτ ... ήκοι τὰ παλαιὰ χρήματα ἀναμεμῖχθαι: ὡς καὶ ἄλλοι τόποι διασημαίνουσιν ὑπὸ τούτων σκευωρηθέντες τῶν ἀνδρῶν. ἔνιοι δὲ τὸν ἀφήτορα δεξάμενοι λέγεσθαι θησαυρόν, ἀφήτορος δ᾽ οὐδὸν κατὰ γῆς θησαυρισμόν, ἐν τῷ ναῷ κατορωρύχθαι φασὶ τὸν πλοῦτον ἐκεῖνον, καὶ τοὺς περὶ τὸν Ὀνόμαρχον ἐπιχειρήσαντας ἀνασκάπτειν νύκτωρ σεισμῶν γενομένων μεγάλων ἔξω τοῦ ναοῦ φυγεῖν καὶ παύσασθαι τῆς ἀνασκαφῆς, ἐμβαλεῖν δὲ καὶ τοῖς ἄλλοις φόβον τῆς τοιαύτης ἐπιχειρήσεως. [9]

τῶν δὲ ναῶν τὸν μὲν πτέρινον εἰς τοὺς μύθους τακτέον, τὸν δὲ δεύτερον Τροφωνίου καὶ Ἀγαμήδους ἔργον φασί, τὸν δὲ νῦν Ἀμφικτύονες κατεσκεύασαν. δείκνυται δ᾽ ἐν τῷ τεμένει τάφος Νεοπτολέμου κατὰ χρησμὸν γενόμενος, Μαχαιρέως Δελφοῦ ἀνδρὸς ἀνελόντος αὐτόν, ὡς μὲν μῦθος, δίκας αἰτοῦντα τὸν [p. 594] θεὸν τοῦ πατρῴου φόνου, ὡς δὲ τὸ εἰκός, ἐπιθέμενον τῷ ἱερῷ. τοῦ δὲ Μαχαιρέως ἀπόγονον Βράγχον φασὶ τὸν προστατήσαντα τοῦ ἐν Διδύμοις ἱεροῦ. [10] ἀγὼν δὲ μὲν ἀρχαῖος ἐν Δελφοῖς κιθαρῳδῶν ἐγενήθη παιᾶνα ᾀδόντων εἰς τὸν θεόν: ἔθηκαν δὲ Δελφοί: μετὰ δὲ τὸν Κρισαῖον πόλεμον οἱ Ἀμφικτύονες ἱππικὸν καὶ γυμνικὸν ἐπ᾽ Εὐρυλόχου διέταξαν στεφανίτην καὶ Πύθια ἐκάλεσαν. προσέθεσαν δὲ τοῖς κιθαρῳδοῖς αὐλητάς τε καὶ κιθαριστὰς χωρὶς ᾠδῆς, ἀποδώσοντάς τι μέλος καλεῖται νόμος Πυθικός. πέντε δ᾽ αὐτοῦ μέρη ἐστίν, ἄγκρουσις ἄμπειρα κατακελευσμὸς ἴαμβοι καὶ δάκτυλοι σύριγγες. ἐμελοποίησε μὲν οὖν Τιμοσθένης, ναύαρχος τοῦ δευτέρου Πτολεμαίου καὶ τοὺς λιμένας συντάξας ἐν δέκα βίβλοις. βούλεται δὲ τὸν ἀγῶνα τοῦ Ἀπόλλωνος τὸν πρὸς τὸν δράκοντα διὰ τοῦ μέλους ὑμνεῖν, ἄγκρουσιν μὲν τὸ προοίμιον δηλῶν, ἄμπειραν δὲ τὴν πρώτην κατάπειραν τοῦ ἀγῶνος, κατακελευσμὸν δὲ αὐτὸν τὸν ἀγῶνα, ἴαμβον δὲ καὶ δάκτυλον τὸν ἐπιπαιανισμὸν τὸν γινόμενον ἐπὶ τῇ νίκῃ μετὰ τοιούτων ῥυθμῶν, ὧν μὲν ὕμνοις ἐστὶν οἰκεῖος δ᾽ ἴαμβος κακισμοῖς2, σύριγγας δὲ τὴν ἔκλειψιν τοῦ θηρίου, μιμουμένων ὡς ἂν καταστρέφοντος3 ἐσχάτους τινὰς συριγμούς. [11]

Ἔφορος δ᾽, τὸ πλεῖστον προσχρώμεθα διὰ τὴν περὶ ταῦτα ἐπιμέλειαν, καθάπερ καὶ Πολύβιος μαρτυρῶν τυγχάνει, ἀνὴρ ἀξιόλογος, δοκεῖ μοι τἀναντία ποιεῖν ἔσθ᾽ ὅτε τῇ προαιρέσει καὶ ταῖς ἐξ ἀρχῆς ὑποσχέσεσιν. ἐπιτιμήσας γοῦν τοῖς φιλομυθοῦσιν ἐν τῇ τῆς ἱστορίας γραφῇ καὶ τὴν ἀλήθειαν ἐπαινέσας προστίθησι τῷ περὶ τοῦ μαντείου τούτου λόγῳ σεμνήν τινα ὑπόσχεσιν, ὡς πανταχοῦ μὲν ἄριστον νομίζει τἀληθές, [p. 595] μάλιστα δὲ κατὰ τὴν ὑπόθεσιν ταύτην. ἄτοπον γὰρ εἰ περὶ μὲν τῶν ἄλλων τὸν τοιοῦτον ἀεὶ τρόπον διώκομεν, φησί, περὶ δὲ τοῦ μαντείου λέγοντες, πάντων ἐστὶν ἀψευδέστατον, τοῖς οὕτως ἀπίστοις καὶ ψευδέσι χρησόμεθα λόγοις. ταῦτα δ᾽ εἰπὼν ἐπιφέρει παραχρῆμα, ὅτι ὑπολαμβάνουσι κατασκευάσαι τὸ μαντεῖον Ἀπόλλωνα μετὰ Θέμιδος ὠφελῆσαι βουλόμενον τὸ γένος ἡμῶν. εἶτα τὴν ὠφέλειαν εἰπὼν ὅτι εἰς ἡμερότητα προὐκαλεῖτο καὶ ἐσωφρόνιζε, τοῖς μὲν χρηστηριάζων καὶ τὰ μὲν προστάττων τὰ δ᾽ ἀπαγορεύων, τοὺς δ᾽ οὐδ᾽ ὅλως προσιέμενος, ταῦτα διοικεῖν νομίζουσι, φησίν, αὐτόν, οἱ μὲν αὐτὸν τὸν θεὸν σωματοειδῆ γινόμενον, οἱ δ᾽ ἀνθρώποις ἔννοιαν παραδιδόντα τῆς ἑαυτοῦ βουλήσεως. [12] ὑποβὰς δὲ περὶ τῶν Δελφῶν οἵτινές εἰσι διαλεγόμενος φησὶ τὸ παλαιὸν Παρνασσίους τινὰς αὐτόχθονας καλουμένους οἰκεῖν τὸν Παρνασσόν: καθ᾽ ὃν χρόνον Ἀπόλλωνα τὴν γῆν ἐπιόντα ἡμεροῦν τοὺς ἀνθρώπους ἀπό τε τῶν ἡμέρων καρπῶν καὶ τῶν βίων, ἐξ Ἀθηνῶν δ᾽ ὁρμηθέντα ἐπὶ Δελφοὺς ταύτην ἰέναι τὴν ὁδόν, νῦν Ἀθηναῖοι τὴν Πυθιάδα πέμπουσι: γενόμενον δὲ κατὰ Πανοπέας Τιτυὸν καταλῦσαι ἔχοντα τὸν τόπον, βίαιον ἄνδρα καὶ παράνομον: τοὺς δὲ Παρνασσίους συμμίξαντας αὐτῷ καὶ ἄλλον μηνῦσαι χαλεπὸν ἄνδρα Πύθωνα τοὔνομα, ἐπίκλησιν δὲ Δράκοντα, κατατοξεύοντος δ᾽ ἐπικελεύειν ἵε παιάν, ἀφ᾽ οὗ τὸν παιανισμὸν οὕτως ἐξ ἔθους παραδοθῆναι τοῖς μέλλουσι συμπίπτειν εἰς παράταξιν: ἐμπρησθῆναι δὲ καὶ σκηνὴν τότε τοῦ Πύθωνος ὑπὸ τῶν Δελφῶν, καθάπερ καὶ νῦν ἔτι καὶ ἀεὶ ὑπόμνημα ποιουμένους τῶν τότε γενομένων. τί δ᾽ ἂν εἴη μυθωδέστερον Ἀπόλλων τοξεύων καὶ κολάζων Τιτυοὺς καὶ Πύθωνας καὶ [p. 596] ὁδεύων ἐξ Ἀθηνῶν εἰς Δελφοὺς καὶ γῆν πᾶσαν ἐπιών; εἰ δὲ ταῦτα μὴ ὑπελάμβανε μύθους εἶναι, τί ἐχρῆν τὴν μυθευομένην Θέμιν γυναῖκα καλεῖν, τὸν δὲ μυθευόμενον δράκοντα ἄνθρωπον; πλὴν εἰ συγχεῖν ἐβούλετο τόν τε τῆς ἱστορίας καὶ τὸν τοῦ μύθου τύπον. παραπλήσια τούτοις καὶ τὰ περὶ τῶν Αἰτωλῶν εἰρημένα. φήσας γὰρ ἀπορθήτους αὐτοὺς ἐκ παντὸς τοῦ χρόνου τοτὲ μὲν Αἰολέας φησὶν οἰκῆσαι τοὺς κατέχοντας βαρβάρους ἐκβαλόντας, τοτὲ δ᾽ Αἰτωλὸν μετὰ τῶν ἐξ Ἤλιδος Ἐπειῶν ... τῶν ἐχθρῶν: τούτους δ᾽ ὑπ᾽ Ἀλκμέωνος καὶ Διομήδους. ἀλλ᾽ ἐπάνειμι ἐπὶ τοὺς Φωκέας. [13]

ἑξῆς γὰρ ἐν τῇ παραλίᾳ μετὰ τὴν Ἀντικύραν πολίχνιόν ἐστιν Ὀπισθομάραθος: εἶτ᾽ ἄκρα Φαρύγιον ἔχουσα ὕφορμον: εἶθ᾽ λιμὴν ὕστατος προσαγορευθεὶς μυχὸς ἀπὸ τοῦ συμβεβηκότος, ὑπὸ τῷ Ἑλικῶνι καὶ τῇ Ἄσκρῃ κείμενος. οὐδ᾽ αἱ Ἀβαὶ δὲ τὸ μαντεῖον ἄπωθεν τῶν τόπων τούτων ἐστίν, οὐδ᾽ Ἄμβρυσος, οὐδ᾽ Μεδεὼν ὁμώνυμος τῇ Βοιωτιακῇ. ἔτι δὲ μᾶλλον ἐν τῇ μεσογαίᾳ μετὰ Δελφοὺς ὡς πρὸς τὴν ἕω Δαυλὶς πολίχνιον, ὅπου Τηρέα τὸν Θρᾷκά φασι δυναστεῦσαι: καὶ τὰ περὶ Φιλομήλαν καὶ Πρόκνην ἐκεῖ μυθεύουσι4. τοὔνομα δὲ τῷ τόπῳ γεγονέναι ἀπὸ τοῦ δάσους: δαυλοὺς γὰρ καλοῦσι τὰ δάση. Ὅμηρος μὲν οὖν Δαυλίδα εἶπεν, οἱ δ᾽ ὕστερον Δαυλίαν. καὶ τὸοἳ Κυπάρισσον ἔχονδέχονται διττῶς, οἱ μὲν ὁμωνύμως τῷ φυτῷ οἱ δὲ παρωνύμως κώμην ὑπὸ τῇ Λυκωρείᾳ. [14] Πανοπεὺς δ᾽ νῦν Φανοτεύς, ὅμορος τοῖς περὶ Λεβάδειαν τόποις, τοῦ Ἐπειοῦ πατρίς. καὶ τὰ περὶ [p. 597] τὸν Τιτυὸν δὲ ἐνταῦθα μυθεύουσιν. Ὅμηρος δέ φησιν ὅτι οἱ Φαίηκες τὸν Ῥαδάμανθυν εἰς Εὔβοιανἤγαγον, ὀψόμενον Τιτυὸν γαιήϊον υἱόν.’ καὶ Ἐλάριόν τι σπήλαιον ἀπὸ τῆς Τιτυοῦ μητρὸς Ἐλάρας δείκνυται κατὰ τὴν νῆσον καὶ ἡρῷον τοῦ Τιτυοῦ καὶ τιμαί τινες. πλησίον δὲ Λεβαδείας καὶ Τραχίν, ὁμώνυμος τῇ Οἰταίᾳ, Φωκικὴ πολίχνη: οἱ δ᾽ ἐνοικοῦντες Τραχίνιοι λέγονται. [15]

δ᾽ Ἀνεμώρεια ὠνόμασται ἀπὸ τοῦ συμβαίνοντος πάθους: καταιγίζει γὰρ εἰς αὐτὴν καλούμενος Κατοπτήριος χῶρος, κρημνός τις ἀπὸ τοῦ Παρνασσοῦ διήκων: ὅριον δ᾽ ἦν τόπος οὗτος Δελφῶν τε καὶ Φωκέων, ἡνίκα ἀπέστησαν τοὺς Δελφοὺς ἀπὸ τοῦ κοινοῦ συστήματος τῶν Φωκέων Λακεδαιμόνιοι καὶ ἐπέτρεψαν καθ᾽ αὑτοὺς πολιτεύεσθαι: τινὲς δὲ Ἀνεμώλειαν καλοῦσιν. εἶθ᾽ ὙάμπολιςὝα μετὰ ταῦτα ἐκλήθη ὑπό τινων), εἰς ἣν ἐκ Βοιωτίας ἐκπεσεῖν ἔφαμεν τοὺς Ὕαντας: ἔστι δ᾽ ἐν τῇ μεσογαίᾳ μάλιστα καὶ αὕτη, πλησίον τῶν Παραποταμίων, ἑτέρα οὖσα τῆς ἐν τῷ Παρνασσῷ Ὑαμπείας, καὶ Ἐλάτεια μεγίστη πόλις τῶν Φωκικῶν, ἣν Ὅμηρος μὲν οὐκ οἶδενεωτέρα γάρ ἐστι τῆς ἡλικίας ἐκείνου), ἐπικαιρίως δ᾽ ἵδρυται πρὸς τὰς ἐκ τῆς Θετταλίας εἰσβολάς. δηλοῖ δὲ τὴν εὐφυΐαν ταύτην καὶ Δημοσθένης, φράζων τὸν θόρυβον τὸν γενηθέντα Ἀθήνησιν αἰφνιδίως, ἐπειδὴ ἧκέ τις ἀπαγγέλλων ὡς τοὺς πρυτάνεις ὡς Ἐλάτεια κατείληπται. [16] Παραποτάμιοι δ᾽ εἰσὶ κατοικία τις ἐπὶ τῷ Κηφισσῷ ἱδρυμένη πλησίον Φανοτεῦσι καὶ Χαιρωνεῦσι καὶ Ἐλατείᾳ. φησὶ δὲ Θεόπομπος τὸν τόπον τοῦτον διέχειν τῆς μὲν Χαιρωνείας ὅσον τετταράκοντα σταδίους, διορίζειν δὲ τοὺς Ἀμβρυσέας καὶ Πανοπέας καὶ Δαυλιέας: κεῖσθαι δ᾽ ἐπὶ τῆς ἐμβολῆς τῆς ἐκ Βοιωτίας εἰς Φωκέας ἐν λόφῳ μετρίως ὑψηλῷ, μεταξὺ τοῦ τε Παρνασσοῦ [p. 598] καὶ τοῦ Ἁδυλίου ὄρους πενταστάδιον σχεδόν τι ἀπολειπόντων ἀνὰ μέσον χωρίον, διαιρεῖν δὲ τὸν Κηφισσὸν στενὴν ἑκατέρωθεν διδόντα πάροδον, τὰς μὲν ἀρχὰς ἐκ Λιλαίας ἔχοντα Φωκικῆς πόλεωςκαθάπερ καὶ Ὅμηρός φησινοἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισσοῖο’), εἰς δὲ τὴν Κωπαΐδα λίμνην ἐκδιδόντα: τὸ δὲ Ἁδύλιον παρατείνειν ἐφ᾽ ἑξήκοντα σταδίους μέχρι τοῦ Ἀκοντίου, ἐφ᾽ κεῖται Ὀρχομενός. καὶ Ἡσίοδος δ᾽ ἐπὶ πλέον περὶ τοῦ ποταμοῦ λέγει καὶ τῆς ῥύσεως, ὡς δι᾽ ὅλης ῥέοι τῆς Φωκίδος σκολιῶς καὶ δρακοντοειδῶςπαρὲκ Πανοπῆα διὰ Γλήχωνά τ᾽ ἐρυμνὴν καί τε δι᾽ Ὀρχομενοῦ εἱλιγμένος εἶσι δράκων ὥς.’ τὰ δὲ στενὰ τὰ περὶ τοὺς Παραποταμίους τὴν Παραποταμίανλέγεται γὰρ ἀμφοτέρωςπεριμάχητα ὑπῆρξεν ἐν τῷ Φωκικῷ πολέμῳ, μίαν ἐχόντων ταύτην ἐμβολὴν εἰς τὴν Φωκίδα: ἔστι δὲ Κηφισσὸς τε Φωκικὸς καὶ Ἀθήνησι καὶ ἐν Σαλαμῖνι, τέταρτος δὲ καὶ πέμπτος ἐν Σικυῶνι καὶ ἐν Σκύρῳ5, ἐν Ἀπολλωνίᾳ δὲ τῇ πρὸς Ἐπιδάμνῳ πηγή ἐστι κατὰ τὸ γυμνάσιον, ἣν καλοῦσι Κηφισσόν. [17] Δαφνοῦς δὲ νῦν μὲν κατέσκαπται: ἦν δέ ποτε τῆς Φωκίδος πόλις ἁπτομένη τῆς Εὐβοϊκῆς θαλάττης, διαιροῦσα τοὺς Ἐπικνημιδίους Λοκρούς, τοὺς μὲν ἐπὶ τὸ πρὸς Βοιωτίαν μέρος τοὺς δὲ πρὸς Φωκίδα τὴν ἀπὸ θαλάττης καθήκουσαν τότε ἐπὶ θάλατταν. τεκμήριον δὲ τὸ ἐν αὐτῷ Σχεδιεῖον, φασιν εἶναι τάφον Σχεδίου. εἴρηται δὲ Δαφνοῦς ἐφ᾽ ἑκάτερα τὴν Λοκρίδα σχίσαι, ὥστε μηδαμοῦ ἅπτεσθαι ἀλλήλων τούς τ᾽ Ἐπικνημιδίους καὶ τοὺς Ὀπουντίους: ὕστερον δὲ [p. 599] προσωρίσθη τοῖς Ὀπουντίοις τόπος. περὶ μὲν δὴ τῆς Φωκίδος ἀπόχρη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (1 total)
  • Cross-references from this page (1):
    • Homer, Odyssey, 8.75
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: