previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λοιπὴ δ᾽ ἐστὶ τῆς μεταξὺ Ἴστρου καὶ τῶν ὀρῶν τῶν ἐφ᾽ ἑκάτερα τῆς Παιονίας Ποντικὴ παραλία, ἀπὸ τοῦ ἱεροῦ στόματος τοῦ Ἴστρου μέχρι τῆς περὶ τὸν Αἷμον ὀρεινῆς καὶ μέχρι τοῦ στόματος τοῦ κατὰ Βυζάντιον. καθάπερ δὲ τὴν Ἰλλυρικὴν παραλίαν ἐπιόντες μέχρι τῶν Κεραυνίων ὀρῶν προὔβημεν ἔξω τῆς Ἰλλυρικῆς πιπτόντων ὀρεινῆς, ἐχόντων δέ τι οἰκεῖον πέρας, τὰ μεσόγαια δ᾽ ἔθνη τούτοις ἀφωρίσμεθα, νομίζοντες σημειωδεστέρας ἔσεσθαι τὰς τοιαύτας περιγραφὰς καὶ πρὸς τὰ νῦν καὶ πρὸς τὰ ὕστερον, οὕτω κἀνταῦθα παραλία, κἂν ὑπερπίπτῃ τὴν ὀρεινὴν γραμμήν, ὅμως εἰς οἰκεῖόν τι πέρας τελευτήσει τὸ τοῦ Πόντου στόμα καὶ πρὸς τὰ νῦν καὶ πρὸς τὰ ἐφεξῆς. ἔστιν οὖν ἀπὸ τοῦ ἱεροῦ στόματος τοῦ Ἴστρου ἐν δεξιᾷ ἔχοντι τὴν συνεχῆ παραλίαν Ἴστρος πολίχνιον ἐν πεντακοσίοις σταδίοις, Μιλησίων κτίσμα: εἶτα Τόμις, ἕτερον πολίχνιον ἐν διακοσίοις πεντήκοντα σταδίοις: εἶτα πόλις Κάλλατις ἐν διακοσίοις ὀγδοήκοντα, Ἡρακλεωτῶν ἄποικος: εἶτ᾽ Ἀπολλωνία ἐν χιλίοις τριακοσίοις σταδίοις, ἄποικος Μιλησίων, τὸ πλέον τοῦ κτίσματος ἱδρυμένον ἔχουσα ἐν νησίῳ τινί, ὅπου ἱερὸν τοῦ Ἀπόλλωνος, ἐξ οὗ Μάρκος Λεύκολλος τὸν κολοσσὸν ἦρε καὶ ἀνέθηκεν ἐν τῷ Καπετωλίῳ τὸν τοῦ Ἀπόλλωνος, Καλάμιδος ἔργον. ἐν τῷ μεταξὺ δὲ διαστήματι τῷ ἀπὸ Καλλάτιδος εἰς Ἀπολλωνίαν Βιζώνη τέ ἐστιν, ἧς κατεπόθη πολὺ μέρος ὑπὸ σεισμῶν, καὶ Κρουνοὶ καὶ Ὀδησσὸς Μιλησίων ἄποικος, καὶ Ναύλοχος [p. 439] Μεσημβριανῶν πολίχνιον: εἶτα τὸ Αἷμον ὄρος μέχρι τῆς δεῦρο θαλάττης διῆκον: εἶτα Μεσημβρία Μεγαρέων ἄποικος, πρότερον δὲ Μενεβρία, οἷον Μένα πόλις, τοῦ κτίσαντος Μένα καλουμένου, τῆς δὲ πόλεως βρίας καλουμένης θρᾳκιστί: ὡς καὶ τοῦ Σήλυος πόλις Σηλυμβρία προσηγόρευται, τε Αἶνος Πολτυμβρία ποτὲ ὠνομάζετο: εἶτ᾽ Ἀγχιάλη πολίχνιον Ἀπολλωνιατῶν καὶ αὐτὴ Ἀπολλωνία. ἐν δὲ ταύτῃ τῇ παραλίᾳ ἐστὶν Τίριζις ἄκρα, χωρίον ἐρυμνόν, ποτε καὶ Λυσίμαχος ἐχρήσατο γαζοφυλακίῳ. πάλιν δ᾽ ἀπὸ τῆς Ἀπολλωνίας ἐπὶ Κυανέας στάδιοί εἰσι περὶ χιλίους καὶ πεντακοσίους, ἐν δὲ τῷ μεταξὺ τε Θυνιὰς τῶν Ἀπολλωνιατῶν χώρα1, καὶ Φινόπολις καὶ Ἀνδριακή, συνάπτουσαι τῷ Σαλμυδησσῷ. ἔστι δ᾽ οὗτος ἔρημος αἰγιαλὸς καὶ λιθώδης, ἀλίμενος, ἀναπεπταμένος πολὺς πρὸς τοὺς βορέας, σταδίων ὅσον ἑπτακοσίων μέχρι Κυανέων τὸ μῆκος, πρὸς ὃν οἱ ἐκπίπτοντες ὑπὸ τῶν Ἀστῶν διαρπάζονται τῶν ὑπερκειμένων, Θρᾳκίου ἔθνους. αἱ δὲ Κυάνεαι πρὸς τῷ στόματι τοῦ Πόντου εἰσὶ δύο νησίδια, τὸ μὲν τῇ Εὐρώπῃ προσεχὲς τὸ δὲ τῇ Ἀσίᾳ, πορθμῷ διειργόμενα ὅσον εἴκοσι σταδίων. τοσοῦτον δὲ διέχει καὶ τοῦ ἱεροῦ τοῦ Βυζαντίων καὶ τοῦ ἱεροῦ τοῦ Χαλκηδονίων, ὅπερ ἐστὶ τοῦ στόματος τοῦ Εὐξείνου τὸ στενώτατον: προϊόντι γὰρ δέκα σταδίους ἄκρα ἐστὶ πενταστάδιον ποιοῦσα τὸν πορθμόν, εἶτα διίσταται ἐπὶ πλέον καὶ ποιεῖν ἄρχεται τὴν Προποντίδα. [2]

ἀπὸ μὲν οὖν τῆς ἄκρας τῆς τὸ πενταστάδιον ποιούσης ἐπὶ τὸν ὑπὸ τῇ Συκῇ καλούμενον λιμένα στάδιοι πέντε καὶ τριάκοντα, ἐντεῦθεν δ᾽ ἐπὶ τὸ Κέρας τὸ Βυζαντίων πέντε. ἔστι δὲ τὸ Κέρας προσεχὴς τῷ [p. 440] Βυζαντίων τείχει κόλπος ἀνέχων ὡς πρὸς δύσιν ἐπὶ σταδίους ἑξήκοντα, ἐοικὼς ἐλάφου κέρατι: εἰς γὰρ πλείστους σχίζεται κόλπους ὡς ἂν κλάδους τινάς, εἰς οὓς ἐμπίπτουσα πηλαμὺς ἁλίσκεται ῥᾳδίως διά τε τὸ πλῆθος αὐτῆς καὶ τὴν βίαν τοῦ συνελαύνοντος ῥοῦ καὶ τὴν στενότητα τῶν κόλπων, ὥστε καὶ χερσὶν ἁλίσκεσθαι2. γεννᾶται μὲν οὖν τὸ ζῷον ἐν τοῖς ἕλεσι τῆς Μαιώτιδος, ἰσχῦσαν δὲ μικρὸν ἐκπίπτει διὰ τοῦ στόματος ἀγεληδὸν καὶ φέρεται παρὰ τὴν Ἀσιανὴν ᾐόνα μέχρι Τραπεζοῦντος καὶ Φαρνακείας: ἐνταῦθα δὲ πρῶτον συνίστασθαι συμβαίνει τὴν θήραν, οὐ πολλὴ δ᾽ ἐστίν: οὐ γάρ πω τὸ προσῆκον ἔχει μέγεθος: εἰς δὲ Σινώπην προϊοῦσα ὡραιοτέρα πρός τε τὴν θήραν καὶ τὴν ταριχείαν ἐστίν: ἐπειδὰν δὲ ἤδη συνάψῃ ταῖς Κυανέαις καὶ παραλλάξῃ ταύτας, ἐκ τῆς Χαλκηδονιακῆς ἀκτῆς λευκή τις πέτρα προπίπτουσα φοβεῖ τὸ ζῷον ὥστ᾽ εὐθὺς εἰς τὴν περαίαν τρέπεσθαι: παραλαβὼν δ᾽ ἐνταῦθα ῥοῦς, ἅμα καὶ τῶν τόπων εὐφυῶν ὄντων πρὸς τὸ τὸν ἐκεῖ ῥοῦν τῆς θαλάττης ἐπὶ τὸ Βυζάντιον καὶ τὸ πρὸς αὐτῷ Κέρας τετράφθαι, φυσικῶς συνελαύνεται δεῦρο καὶ παρέχει τοῖς Βυζαντίοις καὶ τῷ δήμῳ τῶν Ῥωμαίων πρόσοδον ἀξιόλογον. Χαλκηδόνιοι δ᾽ ἐπὶ τῆς περαίας ἱδρυμένοι πλησίον οὐ μετέχουσι τῆς εὐπορίας ταύτης διὰ τὸ μὴ προσπελάζειν τοῖς λιμέσιν αὐτῶν τὴν πηλαμύδα: δὴ καὶ τὸν Ἀπόλλω φασὶ τοῖς κτίσασι τὸ Βυζάντιον ὕστερον μετὰ τὴν ὑπὸ Μεγαρέων Χαλκηδόνος κτίσιν χρηστηριαζομένοις προστάξαι ποιήσασθαι τὴν ἵδρυσιν ἀπεναντίον τῶν τυφλῶν, τυφλοὺς καλέσαντα τοὺς Χαλκηδονίους, ὅτι πρότεροι πλεύσαντες τοὺς [p. 441] τόπους, ἀφέντες τὴν πέραν κατασχεῖν τοσοῦτον πλοῦτον ἔχουσαν, εἵλοντο τὴν λυπροτέραν. μέχρι μὲν δὴ Βυζαντίου προήλθομεν, ἐπειδὴ πόλις ἐπιφανὴς πλησιάζουσα μάλιστα τῷ στόματι εἰς γνωριμώτερον πέρας ἀπὸ τοῦ Ἴστρου τὸν παράπλουν τελευτῶντα ἀπέφαινεν. ὑπέρκειται δὲ τοῦ Βυζαντίου τὸ τῶν Ἀστῶν ἔθνος, ἐν πόλις Καλύβη, Φιλίππου τοῦ Ἀμύντου τοὺς πονηροτάτους ἐνταῦθα ἱδρύσαντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: