previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πολύβιος δὲ τὴν Εὐρώπην χωρογραφῶν τοὺς μὲν ἀρχαίους ἐᾶν φησι, τοὺς δ᾽ ἐκείνους ἐλέγχοντας ἐξετάζειν Δικαίαρχόν τε καὶ Ἐρατοσθένη τὸν τελευταῖον πραγματευσάμενον περὶ γεωγραφίας, καὶ Πυθέαν, ὑφ᾽ οὗ παρακρουσθῆναι πολλούς, ὅλην μὲν τὴν [p. 138] Βρεττανικὴν ἐμβαδὸν ἐπελθεῖν φάσκοντος, τὴν δὲ περίμετρον πλειόνων τεττάρων μυριάδων ἀποδόντος τῆς νήσου, προσιστορήσαντος δὲ καὶ τὰ περὶ τῆς Θούλης καὶ τῶν τόπων ἐκείνων, ἐν οἷς οὔτε γῆ καθ᾽ αὑτὴν ὑπῆρχεν ἔτι οὔτε θάλαττα οὔτ᾽ ἀήρ, ἀλλὰ σύγκριμά τι ἐκ τούτων πλεύμονι θαλαττίῳ ἐοικός, ἐν φησι τὴν γῆν καὶ τὴν θάλατταν αἰωρεῖσθαι καὶ τὰ σύμπαντα, καὶ τοῦτον ὡς ἂν δεσμὸν εἶναι τῶν ὅλων, μήτε πορευτὸν μήτε πλωτὸν ὑπάρχοντα: τὸ μὲν οὖν τῷ πλεύμονι ἐοικὸς αὐτὸς ἑωρακέναι, τἆλλα δὲ λέγειν ἐξ ἀκοῆς. ταῦτα μὲν τὰ τοῦ Πυθέου, καὶ διότι ἐπανελθὼν ἐνθένδε πᾶσαν ἐπέλθοι τὴν παρωκεανῖτιν τῆς Εὐρώπης ἀπὸ Γαδείρων ἕως Τανάιδος. [2]

φησὶ δ᾽ οὖν Πολύβιος ἄπιστον καὶ αὐτὸ τοῦτο, πῶς ἰδιώτῃ ἀνθρώπῳ καὶ πένητι τὰ τοσαῦτα διαστήματα πλωτὰ καὶ πορευτὰ γένοιτο; τὸν δ᾽ Ἐρατοσθένη διαπορήσαντα εἰ χρὴ πιστεύειν τούτοις, ὅμως περί τε τῆς Βρεττανικῆς πεπιστευκέναι καὶ τῶν κατὰ Γάδειρα καὶ τὴν Ἰβηρίαν: πολὺ δέ φησι βέλτιον τῷ Μεσσηνίῳ πιστεύειν τούτῳ. μέντοι γε εἰς μίαν χώραν τὴν Παγχαΐαν λέγει πλεῦσαι, δὲ καὶ μέχρι τῶν τοῦ κόσμου περάτων κατωπτευκέναι τὴν προσάρκτιον τῆς Εὐρώπης πᾶσαν, ἣν οὐδ᾽ ἂν τῷ Ἑρμῇ πιστεύσαι τις λέγοντι. Ἐρατοσθένη δὲ τὸν μὲν Εὐήμερον Βεργαῖον καλεῖν, Πυθέᾳ δὲ πιστεύειν, καὶ ταῦτα μηδὲ Δικαιάρχου πιστεύσαντος. τὸ μὲν οὖν μηδὲ Δικαιάρχου πιστεύσαντος γελοῖον, ὥσπερ ἐκείνῳ κανόνι χρήσασθαι προσῆκον, καθ᾽ οὗ τοσούτους ἐλέγχους αὐτὸς προφέρεται. Ἐρατοσθένους δὲ εἴρηται περὶ τὰ ἑσπέρια καὶ τὰ ἀρκτικὰ τῆς Εὐρώπης ἄγνοια. ἀλλ᾽ ἐκείνῳ μὲν καὶ Δικαιάρχῳ συγγνώμη, τοῖς μὴ κατιδοῦσι τοὺς τόπους ἐκείνους: Πολυβίῳ δὲ καὶ Ποσειδωνίῳ τίς ἂν [p. 139] συγγνοίη; ἀλλὰ μὴν Πολύβιός γέ ἐστιν λαοδογματικὰς καλῶν ἀποφάσεις, ἃς ποιοῦνται περὶ τῶν ἐν τούτοις τοῖς τόποις διαστημάτων καὶ ἐν ἄλλοις πολλοῖς, ἀλλ᾽ οὐδ᾽ ἐν οἷς ἐκείνους ἐλέγχει καθαρεύων. τοῦ γοῦν Δικαιάρχου μυρίους μὲν εἰπόντος τοὺς ἐπὶ στήλας ἀπὸ τῆς Πελοποννήσου σταδίους, πλείους δὲ τούτων τοὺς ἐπὶ τὸν Ἀδρίαν μέχρι τοῦ μυχοῦ, τοῦ δ᾽ ἐπὶ στήλας τὸ μέχρι τοῦ πορθμοῦ τρισχιλίους ἀποδόντος, ὡς γίνεσθαι τὸ λοιπὸν ἑπτακισχιλίους τὸ ἀπὸ πορθμοῦ μέχρι στηλῶν: τοὺς μὲν τρισχιλίους ἐᾶν φησιν εἴτ᾽ εὖ λαμβάνονται εἴτε μή, τοὺς δ᾽ ἑπτακισχιλίους οὐδετέρως, οὔτε τὴν παραλίαν ἐκμετροῦντι οὔτε τὴν διὰ μέσου τοῦ πελάγους. τὴν μὲν γὰρ παραλίαν ἐοικέναι μάλιστ᾽ ἀμβλείᾳ γωνίᾳ, βεβηκυίᾳ ἐπί τε τοῦ πορθμοῦ καὶ τῶν στηλῶν, κορυφὴν δ᾽ ἐχούσῃ Νάρβωνα, ὥστε συνίστασθαι τρίγωνον βάσιν ἔχον τὴν διὰ τοῦ πελάγους εὐθεῖαν, πλευρὰς δὲ τὰς τὴν γωνίαν ποιούσας τὴν λεχθεῖσαν, ὧν μὲν ἀπὸ τοῦ πορθμοῦ μέχρι Νάρβωνος μυρίων ἐστὶ καὶ πλειόνων διακοσίων ἐπὶ τοῖς χιλίοις, δὲ λοιπὴ μικρῷ1 ἐλαττόνων ὀκτακισχιλίων: καὶ μὴν πλεῖστον μὲν διάστημα ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Λιβύην ὁμολογεῖσθαι κατὰ τὸ Τυρρηνικὸν πέλαγος σταδίων οὐ πλειόνων τρισχιλίων, κατὰ τὸ Σαρδόνιον δὲ λαμβάνειν συναγωγήν. ἀλλ᾽ ἔστω, φησί, καὶ ἐκεῖνο τρισχιλίων, προειλήφθω δ᾽ ἐπὶ τούτοις δισχιλίων σταδίων τὸ τοῦ κόλπου βάθος τοῦ κατὰ Νάρβωνα, ὡς ἂν κάθετος ἀπὸ τῆς κορυφῆς ἐπὶ τὴν βάσιν τοῦ ἀμβλυγωνίου: δῆλον οὖν, φησίν, ἐκ τῆς παιδικῆς μετρήσεως, ὅτι σύμπασα παραλία ἀπὸ τοῦ πορθμοῦ ἐπὶ στήλας ἔγγιστα ὑπερέχει τῆς διὰ τοῦ πελάγους εὐθείας [p. 140] πεντακοσίοις σταδίοις. προστεθέντων δὲ τῶν ἀπὸ τῆς Πελοποννήσου ἐπὶ τὸν πορθμὸν τρισχιλίων, οἱ σύμπαντες ἔσονται στάδιοι, αὐτοὶ οἱ ἐπ᾽ εὐθείας, πλείους διπλάσιοι ὧν Δικαίαρχος εἶπε: πλείους δὲ τούτων τοὺς ἐπὶ τὸν μυχὸν τὸν Ἀδριατικὸν δεήσει, φησί, τιθέναι κατ᾽ ἐκεῖνον. [3]

᾿αλλ᾽ φίλε Πολύβιε, φαίη τις ἄν, ὥσπερ τούτου τοῦ ψεύσματος ἐναργῆ παρίστησι τὸν ἔλεγχον πεῖρα ἐξ αὐτῶν ὧν εἴρηκας αὐτός, εἰς μὲν Λευκάδα ἐκ Πελοποννήσου ἑπτακοσίους, ἐντεῦθεν δὲ τοὺς ἴσους εἰς Κόρκυραν, καὶ πάλιν ἐντεῦθεν εἰς τὰ Κεραύνια τοὺς ἴσους, καὶ ἐν δεξιᾷ εἰς τὴν Ἰαπυγίαν, ἀπὸ δὲ τῶν Κεραυνίων τὴν Ἰλλυρικὴν παραλίαν σταδίων ἑξακισχιλίων ἑκατὸν πεντήκοντα: οὕτως κἀκεῖνα ψεύσματά ἐστιν ἀμφότερα, καὶ Δικαίαρχος εἶπε, τὸ ἀπὸ πορθμοῦ ἐπὶ στήλας εἶναι σταδίων ἑπτακισχιλίων, καὶ σὺ δοκεῖς ἀποδεῖξαι: ὁμολογοῦσι γὰρ οἱ πλεῖστοι λέγοντες τὸ διὰ πελάγους μυρίων εἶναι καὶ δισχιλίων, συμφωνεῖ δὲ τοῦτο καὶ τῇ ἀποφάσει τῇ περὶ τοῦ μήκους τῆς οἰκουμένης. μάλιστα γὰρ εἶναί φασι μυριάδων ἑπτά: τούτου δὲ τὸ ἑσπέριον τμῆμα τὸ ἀπὸ τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῶν ἄκρων τῆς Ἰβηρίας, ἅπερ δυσμικώτατά ἐστι, μικρὸν ἀπολείπειν τῶν τρισμυρίων. συντιθέασι δ᾽ οὕτως: ἀπὸ μὲν τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῆς Ῥοδίας πεντακισχιλίους, ἐνθένδ᾽ ἐπὶ Σαλμώνιον τῆς Κρήτης, ὅπερ ἐστὶ τὸ ἑῷον ἄκρον, χιλίους, αὐτῆς δὲ τῆς Κρήτης μῆκος πλείους δισχιλίους ἐπὶ Κριοῦ μέτωπον, ἐντεῦθεν δ᾽ ἐπὶ Πάχυνον τῆς Σικελίας τετρακισχιλίους καὶ πεντακοσίους, καὶ ἀπὸ Παχύνου δὲ ἐπὶ πορθμὸν πλείους χιλίους, εἶτα τὸ δίαρμα τὸ ἐπὶ στήλας ἀπὸ πορθμοῦ μυρίους δισχιλίους, ἀπὸ στηλῶν δὲ ἐπὶ τὰ τελευταῖα τοῦ Ἱεροῦ ἀκρωτηρίου τῆς Ἰβηρίας [p. 141] περὶ τρισχιλίους. καὶ κάθετος δὲ οὐ καλῶς εἴληπται, εἴπερ μὲν Νάρβων ἐπὶ τοῦ αὐτοῦ παραλλήλου σχεδόν τι ἵδρυται τῷ διὰ Μασσαλίας, αὕτη τε τῷ διὰ Βυζαντίου, καθάπερ καὶ Ἵππαρχος πείθεται, δὲ διὰ τοῦ πελάγους ἐπὶ τοῦ αὐτοῦ ἐστι τῷ διὰ πορθμοῦ καὶ τῆς Ῥοδίας, ἀπὸ δὲ τῆς Ῥοδίας εἰς Βυζάντιον ὡς ἂν ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ κειμένων ἀμφοῖν περὶ πεντακισχιλίους, ὡς εἰρήκασι, σταδίους: τοσοῦτοι γὰρ ἂν εἶεν καὶ οἱ τῆς εἰρημένης καθέτου. ἐπεὶ δὲ καὶ τὸ μέγιστον δίαρμα τοῦ πελάγους τούτου τὸ ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Λιβύην πεντακισχιλίων που σταδίων λέγουσιν ἀπὸ τοῦ μυχοῦ τοῦ Γαλατικοῦ κόλπου, δοκεῖ μοι πεπλανημένως λέγεσθαι τοῦτο, πολὺ τὴν Λιβύην κατὰ τοῦτο τὸ μέρος προσνεύειν ἐπὶ τὴν ἄρκτον καὶ συνάπτειν τῷ διὰ τῶν στηλῶν παραλλήλῳ. καὶ τοῦτο οὐκ εὖ λέγεται τὸ πλησίον τῆς Σαρδόνος τὴν λεχθεῖσαν κάθετον τελευτᾶν: οὐ γὰρ παραπλήσιον, ἀλλὰ πολὺ δυσμικώτερον εἶναι τὸ δίαρμα τοῦτο τῆς Σαρδόνος, ὅλον σχεδόν τι ἀπολαμβάνον ἐν τῷ μεταξὺ πρὸς τῷ Σαρδονίῳ τὸ Λιγυστικὸν πέλαγος: καὶ τῆς παραλίας δὲ τὰ μήκη πεπλεόνασται, πλὴν οὐκ ἐπὶ τοσοῦτόν γε. [4]

῾εξῆς δὲ τὰ τοῦ Ἐρατοσθένους ἐπανορθοῖ, τὰ μὲν εὖ τὰ δὲ χεῖρον λέγων ἐκεῖνος. ἐξ Ἰθάκης μὲν γὰρ εἰς Κόρκυραν τριακοσίους εἰπόντος, πλείους φησὶν εἶναι τῶν ἐνακοσίων, ἐξ Ἐπιδάμνου δὲ εἰς Θεσσαλονίκειαν ἐνακοσίους ἀποδόντος, πλείους τῶν δισχιλίων φησί: ταῦτα μὲν εὖ. ἀπὸ δὲ Μασσαλίας ἐπὶ στήλας λέγοντος ἑπτακισχιλίους, ἀπὸ δὲ Πυρήνης ἑξακισχιλίους, αὐτὸς λέγει χεῖρον πλείους ἐνακισχιλίους τοὺς ἀπὸ Μασσαλίας, ἀπὸ δὲ Πυρήνης μικρὸν ἐλάττους ὀκτακισχιλίους: ἐγγυτέρω γὰρ τῆς ἀληθείας ἐκεῖνος εἴρηκεν. οἱ γὰρ νῦν ὁμολογοῦσιν, εἴ τις τὰς τῶν [p. 142] ὁδῶν ἀνωμαλίας ὑποτέμνοιτο, μὴ μείζω τῶν ἑξακισχιλίων σταδίων εἶναι τὸ μῆκος τὴν σύμπασαν Ἰβηρίαν ἀπὸ Πυρήνης ἕως τῆς ἑσπερίου πλευρᾶς. δ᾽ αὐτὸν τὸν Τάγον ποταμὸν ὀκτακισχιλίων τίθησι τὸ μῆκος ἀπὸ τῆς πηγῆς μέχρι τῶν ἐκβολῶν, οὐ δή που τὸ σὺν τοῖς σκολιώμασινοὐ γὰρ γεωγραφικὸν τοῦτο), ἀλλ᾽ ἐπ᾽ εὐθείας λέγων, καίτοι γε ἀπὸ Πυρήνης αἱ τοῦ Τάγου πηγαὶ πλέον διέχουσιν χιλίους σταδίους. πάλιν δὲ τοῦτο μὲν ὀρθῶς ἀποφαίνεται, ὅτι ἀγνοεῖ τὰ Ἰβηρικὰ Ἐρατοσθένης, καὶ διότι περὶ αὐτῆς ἔσθ᾽ ὅπου τὰ μαχόμενα ἀποφαίνεται: ὅς γε μέχρι Γαδείρων ὑπὸ Γαλατῶν περιοικεῖσθαι φήσας τὰ ἔξωθεν αὐτῆς, εἴ γε τὰ πρὸς δύσιν τῆς Εὐρώπης μέχρι Γαδείρων ἔχουσιν ἐκεῖνοι, τούτων ἐκλαθόμενος κατὰ τὴν τῆς Ἰβηρίας περίοδον τῶν Γαλατῶν οὐδαμοῦ μέμνηται. [5]

τό τε μῆκος τῆς Εὐρώπης ὅτι ἔλαττόν ἐστι τοῦ συνάμφω τῆς τε Λιβύης καὶ τῆς Ἀσίας ἐκθείς, οὐκ ὀρθῶς τὴν σύγκρισιν ποιεῖται: τὸ μὲν γὰρ στόμα τὸ κατὰ στήλας φησὶν ὅτι κατὰ τὴν ἰσημερινὴν δύσιν ἐστίν, δὲ Τάναϊς ῥεῖ ἀπὸ θερινῆς ἀνατολῆς: ἐλαττοῦται δὴ τοῦ συνάμφω μήκους τῷ μεταξὺ τῆς θερινῆς ἀνατολῆς καὶ τῆς ἰσημερινῆς: τοῦτο γὰρ Ἀσία προλαμβάνει πρὸς τὴν ἰσημερινὴν ἀνατολὴν τοῦ πρὸς τὰς ἄρκτους ἡμικυκλίου. χωρὶς γὰρ τοῦ περισκελοῦς ἐν πράγμασιν εὐαποδότοις καὶ ψεῦδός ἐστι τὸ ἀπὸ θερινῆς ἀνατολῆς τὸν Τάναϊν ῥεῖν: ἅπαντες γὰρ οἱ ἔμπειροι τῶν τόπων ἀπὸ τῶν ἄρκτων ῥεῖν φασιν εἰς τὴν Μαιῶτιν, ὥστε τὰ στόματα τοῦ ποταμοῦ καὶ τὸ τῆς Μαιώτιδος καὶ αὐτὸν τὸν ποταμόν, ἐφ᾽ ὅσον γνώριμός ἐστιν, ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ κεῖσθαι. [6]

οὐκ ἄξιοι δὲ λόγου τινὲς οἱ μὲν εἶπον ἀπὸ τῶν κατὰ τὸν Ἴστρον τόπων αὐτὸν τὰς ἀρχὰς ἔχειν καὶ ἀπὸ τῆς [p. 143] ἑσπέρας, οὐκ ἐνθυμηθέντες ὡς μεταξὺ Τύρας καὶ Βορυσθένης καὶ Ὕπανις μεγάλοι ποταμοὶ ῥέουσιν εἰς τὸν Πόντον, μὲν τῷ Ἴστρῳ παράλληλος οἱ δὲ τῷ Τανάιδι: οὔτε δὲ τοῦ Τύρα τῶν πηγῶν κατωπτευμένων οὔτε τοῦ Βορυσθένους οὔτε τοῦ Ὑπάνιος, πολὺ ἂν εἴη ἀγνωστότερα τὰ ἐκείνων ἀρκτικώτερα: ὥσθ᾽ δι᾽ ἐκείνων ἄγων ἐπὶ τὴν Μαιῶτιν τὸν Τάναϊν, εἶτ᾽ ἐπιστρέφων ἐπ᾽ αὐτήναἱ γὰρ ἐκβολαὶ φανερῶς ἐν τοῖς προσαρκτίοις μέρεσι τῆς λίμνης δείκνυνται καὶ τούτοις τοῖς ἑωθινωτάτοις), πλαστὸς ἄν τις εἴη καὶ ἀπέραντος λόγος. ὡς δ᾽ αὕτως ἀπέραντος καὶ διὰ τοῦ Καυκάσου πρὸς ἄρκτον φήσας ῥεῖν, εἶτ᾽ ἐπιστρέφειν εἰς τὴν Μαιῶτιν: εἴρηται γὰρ καὶ τοῦτο. ἀπὸ μέντοι τῆς ἀνατολῆς οὐδεὶς εἴρηκε τὴν ῥύσιν: καὶ γὰρ εἰ ἔρρει οὕτως, οὐκ ἂν ὑπεναντίως τῷ Νείλῳ καὶ τρόπον τινὰ κατὰ διάμετρον ῥεῖν αὐτὸν ἀπεφαίνοντο οἱ χαριέστεροι, ὡς ἂν ἐπὶ ταὐτοῦ μεσημβρινοῦ παρακειμένου τινὸς τῆς ῥύσεως οὔσης ἑκατέρῳ ποταμῷ. [7]

῞η τε τοῦ μήκους τῆς οἰκουμένης μέτρησις κατὰ παραλλήλου τῷ ἰσημερινῷ ἐστιν, ἐπειδὴ καὶ αὐτὴ ἐπὶ μῆκος οὕτως ἐκτέταται ὥστε καὶ τῶν ἠπείρων ἑκάστης οὕτω δεῖ λαμβάνειν τὸ μῆκος μεταξὺ μεσημβρινῶν δυεῖν κείμενον. τά τε μέτρα τῶν μηκῶν σταδιασμοί εἰσιν, οὓς θηρεύομεν, δι᾽ αὐτῶν ἐκείνων ἰόντες τῶν παραλλήλων ὁδῶν πόρων. δὲ τοῦτον ἀφεὶς τὸν τρόπον καινὸν εἰσάγει τὸ μεταξὺ τῆς τε θερινῆς ἀνατολῆς καὶ τῆς ἰσημερινῆς τμῆμά τι τοῦ ἀρκτικοῦ ἡμικυκλίου. πρὸς δὲ τὰ ἀμετάπτωτα οὐδεὶς κανόσι καὶ μέτροις χρῆται τοῖς μεταπτώτοις οὐδὲ τοῖς κατ᾽ ἄλλην καὶ ἄλλην σχέσιν λεγομένοις πρὸς τὰ καθ᾽ αὑτὰ καὶ * διαφοράν. τὸ μὲν οὖν μῆκος ἀμετάπτωτον καὶ καθ᾽ αὑτὸ λέγεται, ἀνατολὴ δ᾽ ἰσημερινὴ καὶ δύσις, ὡς δ᾽ [p. 144] αὕτως θερινή τε καὶ χειμερινή, οὐ καθ᾽ αὑτὴν ἀλλὰ πρὸς ἡμᾶς: ἡμῶν δ᾽ ἄλλοτ᾽ ἄλλῃ μεταχωρούντων, ἄλλοτ᾽ ἄλλοι τόποι καὶ δύσεών εἰσι καὶ ἀνατολῶν ἰσημερινῶν τε καὶ τροπικῶν, τὸ δὲ μῆκος μένει ταὐτὸν τῆς ἠπείρου. Τάναϊν μὲν οὖν καὶ Νεῖλον οὐκ ἄτοπον πέρας ποιεῖσθαι, θερινὴν δ᾽ ἀνατολὴν ἰσημερινὴν καινόν. [8]

προπεπτωκυίας δὲ τῆς Εὐρώπης ἄκραις πλείοσι, βέλτιον μὲν οὗτος εἴρηκεν περὶ αὐτῶν Ἐρατοσθένους, οὔπω δὲ ἱκανῶς: ἐκεῖνος μὲν γὰρ τρεῖς ἔφη, τὴν ἐπὶ τὰς στήλας καθήκουσαν, ἐφ᾽ ἧς Ἰβηρία, καὶ τὴν ἐπὶ τὸν πορθμόν, ἐφ᾽ ἧς Ἰταλία, καὶ τρίτην τὴν κατὰ Μαλέας, ἐφ᾽ ἧς τὰ μεταξὺ τοῦ Ἀδρίου καὶ τοῦ Εὐξείνου πάντ᾽ ἔθνη καὶ τοῦ Τανάιδος. οὗτος δὲ τὰς μὲν δύο τὰς πρώτας ὁμοίως ἐκτίθεται, τρίτην δὲ τὴν κατὰ Μαλέας καὶ Σούνιον, ἐφ᾽ ἧς Ἑλλὰς πᾶσα καὶ Ἰλλυρὶς καὶ τῆς Θρᾴκης τινά, τετάρτην δὲ τὴν κατὰ τὴν Θρᾳκίαν χερρόνησον, ἐφ᾽ ἧς τὰ κατὰ Σηστὸν καὶ Ἄβυδον στενάἔχουσι δ᾽ αὐτὴν Θρᾷκες), πέμπτην δὲ τὴν κατὰ τὸν Κιμμερικὸν Βόσπορον καὶ τὸ στόμα τῆς Μαιώτιδος. τὰς μὲν οὖν δύο τὰς πρώτας δοτέον: ἁπλοῖς γάρ τισι περιλαμβάνονται κόλποις, μὲν τῷ μεταξὺ τῆς Κάλπης καὶ τοῦ ἱεροῦ ἀκρωτηρίου, ἐν τὰ Γάδειρα, καὶ τῷ μεταξὺ στηλῶν καὶ τῆς Σικελίας πελάγει: δὲ τούτῳ τε καὶ τῷ Ἀδρίᾳ, καίτοι γε τῶν Ἰαπύγων ἄκρα παρεμπίπτουσα καὶ τὴν Ἰταλίαν δικόρυφον ποιοῦσα ἔχει τινὰ ἀντέμφασιν: αἱ λοιπαὶ δ᾽ ἔτι ἐναργέστερον ποικίλαι καὶ πολυμερεῖς οὖσαι ζητοῦσιν ἄλλην διαίρεσιν. ὡς δ᾽ αὕτως ἔχει καὶ εἰς ἓξ διαίρεσις τὴν ὁμοίαν ἔνστασιν ἀκολούθως ταῖς ἄκραις διειλημμένη. ποιησόμεθα δ᾽ ἡμεῖς ἐν τοῖς καθ᾽ ἕκαστα τὴν προσήκουσαν ἐπανόρθωσιν καὶ τούτων καὶ τῶν ἄλλων, ὅσα ἔν τε τῇ Εὐρώπῃ διημάρτηται καὶ ἐν τῇ τῆς Λιβύης [p. 145] περιοδείᾳ. νῦν δ᾽ ἀρκέσει ταῦτα λεχθέντα πρὸς τοὺς πρὸ ἡμῶν, ὅσους ᾠήθημεν ἱκανοὺς εἶναι παρατεθέντας ἐκμαρτυρεῖν ἡμῖν, ὅτι δικαίως προειλόμεθα καὶ αὐτοὶ τὸ αὐτὸ τοῦτο ἔργον τοσαύτης ἐπανορθώσεως καὶ προσθήκης δεόμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: