previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


῾η δὲ Συρία πρὸς ἄρκτον μὲν ἀφώρισται τῇ Κιλικίᾳ καὶ τῷ Ἀμανῷ: ἀπὸ θαλάττης δ᾽ ἐπὶ τὸ ζεῦγμα τοῦ Εὐφράτου στάδιοί εἰσιν1 οἱ τὸ λεχθὲν πλευρὸν ἀφορίζοντες οὐκ ἐλάττους τῶν χιλίων καὶ τετρακοσίων: πρὸς ἕω δὲ τῷ Εὐφράτῃ καὶ τοῖς ἐντὸς τοῦ Εὐφράτου σκηνίταις Ἄραψι: πρὸς δὲ νότον τῇ εὐδαίμονι Ἀραβίᾳ καὶ τῇ Αἰγύπτῳ: πρὸς δύσιν δὲ τῷ Αἰγυπτίῳ τε καὶ Συριακῷ πελάγει μέχρι Ἰσσοῦ. [2]

μέρη δ᾽ αὐτῆς τίθεμεν ἀπὸ τῆς Κιλικίας ἀρξάμενοι καὶ τοῦ Ἀμανοῦ τήν τε Κομμαγηνὴν καὶ τὴν Σελευκίδα καλουμένην τῆς Συρίας, ἔπειτα τὴν κοίλην Συρίαν, τελευταίαν δ᾽ ἐν μὲν τῇ παραλίᾳ τὴν Φοινίκην, ἐν δὲ τῇ μεσογαίᾳ τὴν Ἰουδαίαν. ἔνιοι δὲ τὴν Συρίαν ὅλην εἴς τε Κοιλοσύρους καὶ Σύρους καὶ Φοίνικας διελόντες τούτοις ἀναμεμῖχθαί φασι τέτταρα ἔθνη, Ἰουδαίους Ἰδουμαίους Γαζαίους Ἀζωτίους, γεωργικοὺς μέν, ὡς τοὺς Σύρους καὶ Κοιλοσύρους, ἐμπορικοὺς δέ, ὡς τοὺς Φοίνικας. [p. 1045] [3]

καθόλου μὲν οὕτω, καθ᾽ ἕκαστα δὲ Κομμαγηνὴ μικρά τίς ἐστιν: ἔχει δ᾽ ἐρυμνὴν πόλιν Σαμόσατα ἐν τὸ βασίλειον ὑπῆρχε, νῦν δ᾽ ἐπαρχία γέγονε: χώρα δὲ περίκειται σφόδρα εὐδαίμων, ὀλίγη δέ. ἐνταῦθα δὲ νῦν ἐστι τὸ ζεῦγμα τοῦ Εὐφράτου: κατὰ τοῦτο δὲ Σελεύκεια ἵδρυται φρούριον τῆς Μεσοποταμίας προσωρισμένον ὑπὸ Πομπηίου τῷ Κομμαγηνῷ, ἐν τὴν Σελήνην ἐπικληθεῖσαν Κλεοπάτραν Τιγράνης ἀνεῖλε, καθείρξας χρόνον τινὰ ἡνίκα τῆς Συρίας ἐξέπεσεν. [4]

῾η δὲ Σελευκὶς ἀρίστη μέν ἐστι τῶν λεχθεισῶν μερίδων, καλεῖται δὲ τετράπολις καὶ ἔστι κατὰ τὰς ἐξεχούσας ἐν αὐτῇ πόλεις, ἐπεὶ πλείους γέ εἰσι, μέγισται δὲ τέτταρες, Ἀντιόχεια ἐπὶ Δάφνῃ καὶ Σελεύκεια ἐν Πιερίᾳ καὶ Ἀπάμεια δὲ καὶ Λαοδίκεια, αἵπερ καὶ ἐλέγοντο ἀλλήλων ἀδελφαὶ διὰ τὴν ὁμόνοιαν, Σελεύκου τοῦ Νικάτορος κτίσματα: μὲν οὖν μεγίστη τοῦ πατρὸς αὐτοῦ ἐπώνυμος, δ᾽ ἐρυμνοτάτη αὐτοῦ, αἱ δ᾽ ἄλλαι μὲν Ἀπάμεια τῆς γυναικὸς αὐτοῦ Ἀπάμας, δὲ Λαοδίκεια τῆς μητρός. οἰκείως δὲ τῇ τετραπόλει καὶ εἰς σατραπείας διῄρητο τέτταρας Σελευκίς, ὥς φησι Ποσειδώνιος, εἰς ὅσας καὶ κοίλη Συρία, * εἰς μίαν δ᾽ Μεσοποταμία. ἔστι δ᾽ μὲν Ἀντιόχεια καὶ αὕτη τετράπολις, ἐκ τεττάρων συνεστῶσα μερῶν: τετείχισται δὲ καὶ κοινῷ τείχει καὶ ἰδίῳ καθ᾽ ἕκαστον τὸ κτίσμα: τὸ μὲν οὖν πρῶτον αὐτῶν Νικάτωρ συνῴκισε μεταγαγὼν ἐκ τῆς Ἀντιγονείας τοὺς οἰκήτορας, ἣν πλησίον ἐτείχισεν Ἀντίγονος Φιλίππου μικρὸν πρότερον, τὸ δὲ δεύτερον τοῦ πλήθους τῶν οἰκητόρων ἐστὶ κτίσμα, τὸ δὲ τρίτον Σελεύκου τοῦ Καλλινίκου, τὸ δὲ τέταρτον Ἀντιόχου τοῦ Ἐπιφανοῦς. [5]

καὶ δὴ καὶ μητρόπολίς ἐστιν αὕτη τῆς Συρίας, καὶ τὸ βασίλειον ἐνταῦθα ἵδρυτο τοῖς ἄρχουσι τῆς χώρας: [p. 1046] οὐ πολύ τε λείπεται καὶ δυνάμει καὶ μεγέθει Σελευκείας τῆς ἐπὶ τῷ Τίγρει καὶ Ἀλεξανδρείας τῆς πρὸς Αἰγύπτῳ. συνῴκισε δ᾽ Νικάτωρ ἐνταῦθα καὶ τοὺς ἀπογόνους Τριπτολέμου, περὶ οὗ μικρὸν πρόσθεν ἐμνήσθημεν: διόπερ Ἀντιοχεῖς ὡς ἥρωα τιμῶσι, καὶ ἄγουσιν ἑορτὴν ἐν τῷ Κασίῳ ὄρει τῷ περὶ Σελεύκειαν. φασὶ δ᾽ αὐτὸν ὑπ᾽ Ἀργείων πεμφθέντα ἐπὶ τὴν Ἰοῦς ζήτησιν, ἐν Τύρῳ πρῶτον ἀφανοῦς γενηθείσης, πλανᾶσθαι κατὰ τὴν Κιλικίαν: ἐνταῦθα δὲ τῶν σὺν αὐτῷ τινας Ἀργείων κτίσαι τὴν Ταρσὸν ἀπελθόντας παρ᾽ αὐτοῦ: τοὺς δ᾽ ἄλλους συνακολουθήσαντας εἰς τὴν ἑξῆς παραλίαν, ἀπογνόντας τῆς ζητήσεως ἐν τῇ ποταμίᾳ τοῦ Ὀρόντου καταμεῖναι σὺν αὐτῷ: τὸν μὲν οὖν υἱὸν τοῦ Τριπτολέμου Γόρδυν ἔχοντά τινας τῶν σὺν τῷ πατρὶ λαῶν εἰς τὴν Γορδυαίαν ἀποικῆσαι, τῶν δ᾽ ἄλλων τοὺς ἀπογόνους συνοίκους γενέσθαι τοῖς Ἀντιοχεῦσιν. [6]

῾υπέρκειται δὲ τετταράκοντα σταδίοις Δάφνη, κατοικία μετρία, μέγα δὲ καὶ συνηρεφὲς ἄλσος διαρρεόμενον πηγαίοις ὕδασιν, ἐν μέσῳ δὲ ἄσυλον τέμενος καὶ νεὼς Ἀπόλλωνος καὶ Ἀρτέμιδος. ἐνταῦθα δὲ πανηγυρίζειν ἔθος τοῖς Ἀντιοχεῦσι καὶ τοῖς ἀστυγείτοσι: κύκλος δὲ τοῦ ἄλσους ὀγδοήκοντα στάδιοι. [7]

῾ρεῖ δὲ τῆς πόλεως πλησίον Ὀρόντης ποταμός: οὗτος δ᾽ ἐκ τῆς κοίλης Συρίας τὰς ἀρχὰς ἔχων εἶθ᾽ ὑπὸ γῆν ἐνεχθεὶς ἀναδίδωσι πάλιν τὸ ῥεῦμα, καὶ διὰ τῆς Ἀπαμέων εἰς τὴν Ἀντιόχειαν προελθὼν πλησιάσας τῇ πόλει πρὸς τὴν θάλατταν καταφέρεται τὴν κατὰ Σελεύκειαν: τὸ δ᾽ ὄνομα τοῦ γεφυρώσαντος αὐτὸν Ὀρόντου μετέλαβε, καλούμενος πρότερον Τυφών. μυθεύουσι δ᾽ ἐνταῦθά που τὰ περὶ τὴν κεραύνωσιν τοῦ Τυφῶνος καὶ τοὺς Ἀρίμους, περὶ ὧν εἴπομεν καὶ [p. 1047] πρότερον: φασὶ δὲ τυπτόμενον τοῖς κεραυνοῖςεἶναι δὲ δράκονταφεύγειν κατάδυσιν ζητοῦντα: τοῖς μὲν οὖν ὁλκοῖς ἐντεμεῖν τὴν γῆν καὶ ποιῆσαι τὸ ῥεῖθρον τοῦ ποταμοῦ, καταδύντα δ᾽ εἰς γῆν ἀναρρῆξαι τὴν πηγήν: ἐκ δὲ τούτου γενέσθαι τοὔνομα τῷ ποταμῷ. πρὸς δύσιν μὲν οὖν θάλαττα ὑπόκειται τῇ Ἀντιοχείᾳ κατὰ Σελεύκειαν, πρὸς καὶ τὰς ἐκβολὰς Ὀρόντης ποιεῖται, διεχούσῃ τῶν μὲν ἐκβολῶν σταδίους τετταράκοντα, τῆς δ᾽ Ἀντιοχείας ἑκατὸν εἴκοσιν. ἀνάπλους δ᾽ ἐκ θαλάττης ἐστὶν εἰς τὴν Ἀντιόχειαν αὐθημερόν. πρὸς ἕω δ᾽ Εὐφράτης ἐστὶ καὶ Βαμβύκη καὶ Βέροια καὶ Ἡράκλεια τῇ Ἀντιοχείᾳ, πολίχνια τυραννούμενά ποτε ὑπὸ Διονυσίου τοῦ Ἡρακλέωνος. διέχει δ᾽ Ἡράκλεια σταδίους εἴκοσι τοῦ τῆς Ἀθηνᾶς ἱεροῦ τῆς Κυρρηστίδος. [8]

εἶτα Κυρρηστικὴ μέχρι τῆς Ἀντιοχίδος: ἀπὸ δὲ τῶν ἄρκτων ἐστὶ τό τε Ἀμανὸν πλησίον καὶ Κομμαγηνή: συνάπτει δὲ τούτοις Κυρρηστικὴ μέχρι δεῦρο παρατείνουσα. ἐνταῦθα δ᾽ ἐστὶ πόλις Γίνδαρος, ἀκρόπολις τῆς Κυρρηστικῆς καὶ λῃστήριον εὐφυές, καὶ Ἡράκλειόν τι καλούμενον πλησίον ἱερόν: περὶ οὓς τόπους ὑπὸ Ὀυεντιδίου Πάκορος διεφθάρη, πρεσβύτατος τῶν τοῦ Παρθυαίου παίδων, ἐπιστρατεύσας τῇ Συρίᾳ. τῇ δὲ Γινδάρῳ συνάπτουσιν αἱ Πάγραι τῆς Ἀντιοχίδος, χωρίον ἐρυμνὸν κατὰ τὴν ὑπέρθεσιν τοῦ Ἀμανοῦ τὴν ἐκ τῶν Ἀμανίδων πυλῶν εἰς τὴν Συρίαν κείμενον. ὑποπίπτει μὲν οὖν ταῖς Πάγραις τὸ τῶν Ἀντιοχέων πεδίον, δι᾽ οὗ ῥεῖ Ἄρκευθος ποταμὸς καὶ Ὀρόντης καὶ Λαβώτας. ἐν δὲ τούτῳ ἐστὶ τῷ πεδίῳ καὶ Μελεάγρου χάραξ καὶ Οἰνοπάρας ποταμός, ἐφ᾽ τὸν Βάλαν Ἀλέξανδρον μάχῃ νικήσας φιλομήτωρ Πτολεμαῖος ἐτελεύτησεν ἐκ τραύματος. ὑπέρκειται δ᾽ [p. 1048] αὐτῶν λόφος Τραπεζὼν ἀπὸ τῆς ὁμοιότητος καλούμενος, ἐφ᾽ Ὀυεντίδιος πρὸς Φρανικάτην τὸν Παρθυαίων στρατηγὸν ἔσχε τὸν ἀγῶνα. πρὸς θαλάττῃ δὲ τούτων ἐστὶν Σελεύκεια καὶ Πιερία, ὄρος συνεχὲς τῷ Ἀμανῷ, καὶ Ῥωσὸς μεταξὺ Ἰσσοῦ καὶ Σελευκείας ἱδρυμένη. ἐκαλεῖτο δ᾽ Σελεύκεια πρότερον Ὕδατος ποταμοί: ἔρυμα δέ ἐστιν ἀξιόλογον καὶ κρεῖττον βίας πόλις. διόπερ καὶ ἐλευθέραν αὐτὴν ἔκρινε Πομπήιος ἀποκλείσας Τιγράνην. πρὸς νότον δ᾽ ἐστὶ τοῖς μὲν Ἀντιοχεῦσιν Ἀπάμεια ἐν μεσογαίᾳ κειμένη, τοῖς δὲ Σελευκεῦσι τὸ Κάσιον ὄρος καὶ τὸ Ἀντικάσιον: ἔτι δὲ πρότερον μετὰ τὴν Σελεύκειαν αἱ ἐκβολαὶ τοῦ Ὀρόντου: εἶτα τὸ νυμφαῖον, σπήλαιόν τι ἱερόν: εἶτα τὸ Κάσιον: ἐφεξῆς δὲ Ποσείδιον πολίχνη καὶ Ἡράκλεια. [9]

εἶτα Λαοδίκεια, ἐπὶ τῇ θαλάττῃ κάλλιστα ἐκτισμένη καὶ εὐλίμενος πόλις χώραν τε ἔχουσα πολύοινον πρὸς τῇ ἄλλῃ εὐκαρπίᾳ. τοῖς μὲν οὖν Ἀλεξανδρεῦσιν αὕτη παρέχει τὸ πλεῖστον τοῦ οἴνου, τὸ ὑπερκείμενον τῆς πόλεως ὄρος πᾶν κατάμπελον ἔχουσα μέχρι σχεδόν τι τῶν κορυφῶν: αἱ δὲ κορυφαὶ τῆς μὲν Λαοδικείας πολὺ ἄπωθέν εἰσιν, ἠρέμα ἀπ᾽ αὐτῆς καὶ κατ᾽ ὀλίγον ἀνακλινόμεναι, τῆς Ἀπαμείας δ᾽ ὑπερκύπτουσιν ἐπ᾽ ὄρθιον ὕψος ἀνατεταμέναι. ἐλύπησε δ᾽ οὐ μετρίως Δολαβέλλας καταφυγὼν εἰς αὐτὴν καὶ ἐμπολιορκηθεὶς ὑπὸ Κασσίου μέχρι θανάτου, συνδιαφθείρας ἑαυτῷ καὶ τῆς πόλεως πολλὰ μέρη. [10]

῾η δ᾽ Ἀπάμεια καὶ πόλιν ἔχει τὸ πλέον εὐερκῆ: λόφος γάρ ἐστιν ἐν πεδίῳ κοίλῳ τετειχισμένος καλῶς, ὃν ποιεῖ χερρονησίζοντα Ὀρόντης καὶ λίμνη περικειμένη μεγάλη καὶ ἕλη πλατέα λειμῶνάς τε βουβότους καὶ ἱπποβότους διαχεομένους ὑπερβάλλοντας τὸ μέγεθος: τε δὴ πόλις οὕτως ἀσφαλῶς κεῖταικαὶ δὴ καὶ [p. 1049] Χερρόνησος ἐκλήθη διὰ τὸ συμβεβηκόςκαὶ χώρας εὐπορεῖ παμπόλλης εὐδαίμονος, δι᾽ ἧς Ὀρόντης ῥεῖ: καὶ περιπόλια συχνὰ ἐν ταύτῃ. ἐνταῦθα δὲ καὶ Νικάτωρ Σέλευκος τοὺς πεντακοσίους ἐλέφαντας ἔτρεφε καὶ τὸ πλέον τῆς στρατιᾶς καὶ οἱ ὕστερον βασιλεῖς. ἐκαλεῖτο δὲ καὶ Πέλλα ποτὲ ὑπὸ τῶν πρώτων Μακεδόνων διὰ τὸ τοὺς πλείστους τῶν Μακεδόνων ἐνταῦθα οἰκῆσαι τῶν στρατευομένων, τὴν δὲ Πέλλαν ὥσπερ μητρόπολιν γεγονέναι τῶν Μακεδόνων τὴν Φιλίππου καὶ Ἀλεξάνδρου πατρίδα. ἐνταῦθα δὲ καὶ τὸ λογιστήριον τὸ στρατιωτικὸν καὶ τὸ ἱπποτροφεῖον, θήλειαι μὲν ἵπποι βασιλικαὶ πλείους τῶν τρισμυρίων, ὀχεῖα δὲ τούτων τριακόσια: ἐνταῦθα δὲ καὶ πωλοδάμναι καὶ ὁπλομάχοι καὶ ὅσοι παιδευταὶ τῶν πολεμικῶν ἐμισθοδοτοῦντο. δηλοῖ δὲ τὴν δύναμιν ταύτην τε τοῦ Τρύφωνος ἐπικληθέντος Διοδότου παραύξησις καὶ ἐπίθεσις τῇ βασιλείᾳ τῶν Σύρων, ἐντεῦθεν ὁρμηθέντος. ἐγεγένητο μὲν γὰρ ἐν Κασιανοῖς, φρουρίῳ τινὶ τῆς Ἀπαμέων γῆς, τραφεὶς δ᾽ ἐν τῇ Ἀπαμείᾳ καὶ συσταθεὶς τῷ βασιλεῖ καὶ τοῖς περὶ αὐτόν, ἐπειδὴ νεωτερίζειν ὥρμησεν, ἐκ τῆς πόλεως ταύτης ἔσχε τὰς ἀφορμὰς καὶ τῶν περιοικίδων, Λαρίσης τε καὶ τῶν Κασιανῶν καὶ Μεγάρων καὶ Ἀπολλωνίας καὶ ἄλλων τοιούτων, αἳ συνετέλουν εἰς τὴν Ἀπάμειαν ἅπασαι: ἐκεῖνός τε δὴ βασιλεὺς τῆσδε τῆς χώρας ἀνεδείχθη καὶ ἀντέσχε πολὺν χρόνον, Βάσσος τε Καικίλιος μετὰ δυεῖν ταγμάτων ἀποστήσας τὴν Ἀπάμειαν διεκαρτέρησε τοσοῦτον χρόνον πολιορκούμενος ὑπὸ δυεῖν στρατοπέδων μεγάλων Ῥωμαϊκῶν ὥστ᾽ οὐ πρότερον εἰς τὴν ἐξουσίαν ἧκε πρὶν ἑκὼν ἐνεχείρισεν ἑαυτὸν ἐφ᾽ οἷς ἐβεβούλητο: καὶ γὰρ τὴν στρατιὰν ἀπέτρεφεν χώρα καὶ συμμάχων εὐπόρει τῶν πλησίον φυλάρχων ἐχόντων εὐερκῆ χωρία: ὧν [p. 1050] ἐστι καὶ Λυσιάς, ὑπὲρ τῆς λίμνης κειμένη τῆς πρὸς Ἀπαμείᾳ, καὶ Ἀρέθουσα Σαμψικεράμου καὶ Ἰαμβλίχου τοῦ ἐκείνου παιδός, φυλάρχων τοῦ Ἐμισηνῶν ἔθνους: οὐ πόρρω δ᾽ οὐδ᾽ Ἡλιούπολις καὶ Χαλκὶς ὑπὸ Πτολεμαίῳ τῷ Μενναίου τῷ τὸν Μασσύαν κατέχοντι καὶ τὴν Ἰτουραίων ὀρεινήν. τῶν δὲ συμμαχούντων τῷ Βάσσῳ ἦν καὶ Ἀλχαίδαμνος, τῶν Ῥαμβαίων βασιλεὺς τῶν ἐντὸς τοῦ Εὐφράτου νομάδων: ἦν δὲ φίλος Ῥωμαίων, ἀδικεῖσθαι δὲ νομίσας ὑπὸ τῶν ἡγεμόνων, ἐκπεσὼν εἰς τὴν Μεσοποταμίαν ἐμισθοφόρει τότε τῷ Βάσσῳ. ἐντεῦθεν δ᾽ ἐστὶ Ποσειδώνιος στωικός, ἀνὴρ τῶν καθ᾽ ἡμᾶς φιλοσόφων πολυμαθέστατος. [11]

῞ομορος δ᾽ ἐστὶ τῇ Ἀπαμέων πρὸς ἕω μὲν τῶν φυλάρχων Ἀράβων καλουμένη Παραποταμία καὶ Χαλκιδικὴ ἀπὸ τοῦ Μασσύου καθήκουσα καὶ πᾶσα πρὸς νότον τοῖς Ἀπαμεῦσιν, ἀνδρῶν σκηνιτῶν τὸ πλέον: παραπλήσιοι δ᾽ εἰσὶ τοῖς ἐν τῇ Μεσοποταμίᾳ νομάσιν: ἀεὶ δ᾽ οἱ πλησιαίτεροι τοῖς Σύροις ἡμερώτεροι καὶ ἧττον Ἄραβες καὶ σκηνῖται, ἡγεμονίας ἔχοντες συντεταγμένας μᾶλλον, καθάπερ Σαμψικεράμου2 καὶ Γαμβάρου καὶ Θέμελλα καὶ ἄλλων τοιούτων. [12]

τοιαύτη μὲν μεσόγαια τῆς Σελευκίδος, δὲ παράπλους λοιπὸς ἀπὸ τῆς Λαοδικείας ἐστὶ τοιοῦτος: τῇ γὰρ Λαοδικείᾳ πλησιάζει πολίχνια, τό τε Ποσείδιον καὶ τὸ Ἡράκλειον καὶ τὰ Γάβαλα: εἶτ᾽ ἤδη τῶν Ἀραδίων παραλία, Πάλτος καὶ Βαλαναία καὶ Κάρνος, τὸ ἐπίνειον τῆς Ἀράδου λιμένιον ἔχον: εἶτ᾽ Ἔνυδρα καὶ Μάραθος πόλις Φοινίκων ἀρχαία κατεσπασμένη. τὴν δὲ χώραν Ἀράδιοι κατεκληρούχησαν καὶ τὰ Σίμυρα τὸ ἐφεξῆς χωρίον: τούτοις δ᾽ Ὀρθωσία συνεχής ἐστι [p. 1051] καὶ Ἐλεύθερος πλησίον ποταμός, ὅνπερ ὅριον ποιοῦνταί τινες Σελευκίδος πρὸς τὴν Φοινίκην καὶ τὴν κοίλην Συρίαν. [13]

πρόκειται δ᾽ Ἄραδος ῥαχιώδους τινὸς καὶ ἀλιμένου παραλίας μεταξὺ τοῦ τε ἐπινείου αὐτῆς μάλιστα καὶ τῆς Μαράθου, διέχουσα τῆς γῆς σταδίους εἴκοσιν. ἔστι δὲ πέτρα περίκλυστος ὅσον ἑπτὰ τὸν κύκλον σταδίων, πλήρης κατοικίας: τοσαύτῃ δ᾽ εὐανδρίᾳ κέχρηται μέχρι καὶ νῦν ὥστε πολυορόφους οἰκοῦσι τὰς οἰκίας. ἔκτισαν δ᾽ αὐτὴν φυγάδες, ὥς φασιν, ἐκ Σιδῶνος: τὴν δ᾽ ὑδρείαν τὴν μὲν ἐκ τῶν ὀμβρίων καὶ λακκαίων ὑδάτων ἔχουσι τὴν δ᾽ ἐκ τῆς περαίας: ἐν δὲ τοῖς πολέμοις ἐκ τοῦ πόρου μικρὸν πρὸ τῆς πόλεως ὑδρεύονται πηγὴν ἔχοντος ἀφθόνου ὕδατος, εἰς ἣν περικαταστρέφεται κλίβανος καθεθεὶς ἀπὸ τοῦ ὑδρευομένου σκάφους, μολιβοῦς, εὐρύστομος, εἰς πυθμένα συνηγμένος στενὸν ἔχοντα τρῆμα μέτριον, τῷ δὲ πυθμένι περιέσφιγκται σωλὴν σκύτινος, εἴτε ἄσκωμα δεῖ λέγειν, δεχόμενος τὸ ἀναθλιβόμενον ἐκ τῆς πηγῆς διὰ τοῦ κλιβάνου ὕδωρ. τὸ μὲν οὖν πρῶτον ἀναθλιβὲν τὸ τῆς θαλάττης ἐστί, περιμείναντες δὲ τὴν τοῦ καθαροῦ καὶ ποτίμου ὕδατος ῥύσιν, ὑπολαμβάνουσιν εἰς ἀγγεῖα παρεσκευασμένα ὅσον ἂν δέῃ, καὶ πορθμεύουσιν εἰς τὴν πόλιν. [14]

τὸ παλαιὸν μὲν οὖν οἱ Ἀράδιοι καθ᾽ αὑτοὺς ἐβασιλεύοντο παραπλησίως ὥσπερ καὶ τῶν ἄλλων ἑκάστη πόλεων τῶν Φοινικίδων: ἔπειτα τὰ μὲν οἱ Πέρσαι τὰ δ᾽ οἱ Μακεδόνες τὰ δὲ νῦν Ῥωμαῖοι μετέθηκαν εἰς τὴν παροῦσαν τάξιν. οἱ δ᾽ οὖν Ἀράδιοι μετὰ τῶν ἄλλων Φοινίκων ὑπήκουον τῶν Συριακῶν βασιλέων ἅτε φίλων: ἔπειτα στασιασάντων ἀδελφῶν δυεῖν τοῦ τε Καλλινίκου Σελεύκου καὶ Ἀντιόχου τοῦ Ἱέρακος [p. 1052] προσαγορευθέντος, προσθέμενοι τῷ Καλλινίκῳ ποιοῦνται συμβάσεις ὥστ᾽ ἐξεῖναι δέχεσθαι τοὺς καταφεύγοντας ἐκ τῆς βασιλείας παρ᾽ αὐτούς, καὶ μὴ ἐκδιδόναι ἄκοντας: μὴ μέντοι μηδ᾽ ἐκπλεῖν ἐᾶν ἄνευ τοῦ ἐπιτρέψαι βασιλέα. συνέβη δὲ ἐκ τούτου μεγάλα αὐτοῖς πλεονεκτήματα: οἱ γὰρ καταφεύγοντες ἐπ᾽ αὐτοὺς οὐχ οἱ τυχόντες ἦσαν ἀλλ᾽ οἱ τὰ μέγιστα πεπιστευμένοι καὶ περὶ τῶν μεγίστων δεδιότες: ἐπιξενούμενοι δ᾽ αὐτοῖς εὐεργέτας ἡγοῦντο καὶ σωτῆρας τοὺς ὑποδεξαμένους, ἀπεμνημόνευόν τε τὴν χάριν καὶ μάλιστα ἐπανελθόντες εἰς τὴν οἰκείαν: ὥστ᾽ ἐκ τούτου χώραν τε ἐκτήσαντο τῆς περαίας πολλήν, ἧς τὴν πλείστην ἔχουσι καὶ νῦν, καὶ τἆλλα εὐθήνουν. προσέθεσαν δὲ τῇ εὐτυχίᾳ ταύτῃ καὶ πρόνοιαν καὶ φιλοπονίαν πρὸς τὴν θαλαττουργίαν: ὁρῶντές τε τοὺς γειτονεύοντας Κίλικας τὰ πειρατήρια συνισταμένους οὐδ᾽ ἅπαξ ἐκοινώνουν αὐτοῖς τῆς τοιαύτης ἐπιτηδεύσεως. [15]

μετὰ δὲ Ὀρθωσίαν ἐστὶ καὶ τὸν Ἐλεύθερον Τρίπολις ἀπὸ τοῦ συμβεβηκότος τὴν ἐπίκλησιν εἰληφυῖα: τριῶν γάρ ἐστι πόλεων κτίσμα, Τύρου Σιδῶνος Ἀράδου: τῇ δὲ Τριπόλει συνεχές ἐστι τὸ τοῦ Θεοῦ πρόσωπον, εἰς τελευτᾷ Λίβανος τὸ ὄρος: μεταξὺ δὲ Τριήρης χωρίον τι. [16]

δύο δὲ ταῦτ᾽ ἐστὶν ὄρη τὰ ποιοῦντα τὴν κοίλην καλουμένην Συρίαν ὡς ἂν παράλληλα, τε Λίβανος καὶ Ἀντιλίβανος μικρὸν ὕπερθεν τῆς θαλάττης ἀρχόμενα ἄμφω, μὲν Λίβανος τῆς κατὰ Τρίπολιν, κατὰ τὸ τοῦ Θεοῦ μάλιστα πρόσωπον, δ᾽ Ἀντιλίβανος τῆς κατὰ Σιδῶνα: τελευτῶσι δ᾽ ἐγγύς πως τῶν Ἀραβίων ὀρῶν τῶν ὑπὲρ τῆς Δαμασκηνῆς καὶ τῶν τραχώνων ἐκεῖ λεγομένων εἰς ἄλλη ὄρη γεώλοφα καὶ καλλίκαρπα. ἀπολείπουσι δὲ μεταξὺ πεδίον κοῖλον πλάτος μὲν τὸ [p. 1053] ἐπὶ τῇ θαλάττῃ διακοσίων σταδίων, μῆκος δὲ τὸ ἀπὸ τῆς θαλάττης εἰς τὴν μεσόγαιαν ὁμοῦ τι διπλάσιον. διαρρεῖται δὲ ποταμοῖς ἄρδουσι χώραν εὐδαίμονα καὶ πάμφορον, μεγίστῳ δὲ τῷ Ἰορδάνῃ. ἔχει δὲ καὶ λίμνην, φέρει τὴν ἀρωματῖτιν σχοῖνον καὶ κάλαμον, ὡς δ᾽ αὔτως καὶ ἕλη: καλεῖται δ᾽ λίμνη Γεννησαρῖτις: φέρει δὲ καὶ βάλσαμον. τῶν δὲ ποταμῶν μὲν Χρυσορρόας ἀρξάμενος ἀπὸ τῆς Δαμασκηνῶν πόλεως καὶ χώρας εἰς τὰς ὀχετείας ἀναλίσκεται σχεδόν τι: πολλὴν γὰρ ἐπάρδει καὶ βαθεῖαν σφόδρα: τὸν δὲ Λύκον καὶ τὸν Ἰορδάνην ἀναπλέουσι φορτίοις, Ἀράδιοι δὲ μάλιστα. [17]

τῶν δὲ πεδίων τὸ μὲν πρῶτον τὸ ἀπὸ τῆς θαλάττης Μάκρας καλεῖται καὶ Μάκρα πεδίον: ἐν τούτῳ δὲ Ποσειδώνιος ἱστορεῖ τὸν δράκοντα πεπτωκότα ὁραθῆναι νεκρόν, μῆκος σχεδόν τι καὶ πλεθριαῖον, πάχος δ᾽ ὥσθ᾽ ἱππέας ἑκατέρωθεν παραστάντας ἀλλήλους μὴ καθορᾶν, χάσμα δὲ ὥστ᾽ ἔφιππον δέξασθαι, τῆς δὲ φολίδος λεπίδα ἑκάστην ὑπεραίρουσαν θυρεοῦ. [18]

μετὰ δὲ τὸν Μάκραν ἐστὶν Μασσύας ἔχων τινὰ καὶ ὀρεινά, ἐν οἷς Χαλκὶς ὥσπερ ἀκρόπολις τοῦ Μασσύου: ἀρχὴ δ᾽ αὐτοῦ Λαοδίκεια πρὸς Λιβάνῳ. τὰ μὲν οὖν ὀρεινὰ ἔχουσι πάντα Ἰτουραῖοί τε καὶ Ἄραβες, κακοῦργοι πάντες, οἱ δ᾽ ἐν τοῖς πεδίοις γεωργοί: κακούμενοι δ᾽ ὑπ᾽ ἐκείνων ἄλλοτε ἄλλης βοηθείας δέονται. ὁρμητηρίοις δ᾽ ἐρυμνοῖς χρῶνται, καθάπερ οἱ τὸν Λίβανον ἔχοντες ἄνω μὲν ἐν τῷ ὄρει Σιννᾶν καὶ Βορραμὰ καὶ ἄλλα τοιαῦτα ἔχουσι τείχη, κάτω δὲ Βότρυν καὶ Γίγαρτον καὶ τὰ ἐπὶ τῆς θαλάττης σπήλαια καὶ τὸ ἐπὶ τῷ Θεοῦ προσώπῳ φρούριον ἐπιτεθέν, κατέσπασε Πομπήιος, ἀφ᾽ ὧν τήν τε Βύβλον κατέτρεχον καὶ τὴν ἐφεξῆς ταύτῃ Βηρυτόν, αἳ μεταξὺ κεῖνται Σιδῶνος καὶ [p. 1054] τοῦ Θεοῦ προσώπου. μὲν οὖν Βύβλος, τὸ τοῦ Κινύρου βασίλειον, ἱερά ἐστι τοῦ Ἀδώνιδος, ἣν τυραννουμένην ἠλευθέρωσε Πομπήιος πελεκίσας ἐκεῖνον: κεῖται δ᾽ ἐφ᾽ ὕψους τινὸς μικρὸν ἄπωθεν τῆς θαλάττης. [19]

εἶτα μετὰ ταύτην Ἄδωνις ποταμὸς καὶ ὄρος Κλῖμαξ καὶ Παλαίβυβλος: εἶθ᾽ Λύκος ποταμὸς καὶ Βηρυτός: αὕτη δὲ κατεσπάσθη μὲν ὑπὸ Τρύφωνος, ἀνελήφθη δὲ νῦν ὑπὸ Ῥωμαίων, δεξαμένη δύο τάγματα ἵδρυσεν Ἀγρίππας ἐνταῦθα προσθεὶς καὶ τοῦ Μασσύου πολλὴν μέχρι καὶ τῶν τοῦ Ὀρόντου πηγῶν, αἳ πλησίον τοῦ τε Λιβάνου καὶ τοῦ Παραδείσου καὶ τοῦ Αἰγυπτίου τείχους περὶ τὴν Ἀπαμέων γῆν εἰσι. ταῦτα μὲν οὖν τὰ ἐπὶ θαλάττῃ. [20]

῾υπὲρ δὲ τοῦ Μασσύου ἐστὶν καλούμενος αὐλὼν βασιλικὸς καὶ Δαμασκηνὴ χώρα διαφερόντως ἐπαινουμένη: ἔστι δὲ καὶ Δαμασκὸς πόλις ἀξιόλογος, σχεδόν τι καὶ ἐπιφανεστάτη τῶν ταύτῃ κατὰ τὰ Περσικά: ὑπέρκεινται δ᾽ αὐτῆς δύο λεγόμενοι λόφοι τραχῶνες: ἔπειτα πρὸς τὰ Ἀράβων μέρη καὶ τῶν Ἰτουραίων ἀναμὶξ ὄρη δύσβατα,3 ἐν οἷς καὶ σπήλαια βαθύστομα, ὧν ἓν καὶ τετρακισχιλίους ἀνθρώπους δέξασθαι δυνάμενον ἐν καταδρομαῖς, αἳ τοῖς Δαμασκηνοῖς γίνονται πολλαχόθεν. τὸ μέντοι πλέον τοὺς ἀπὸ τῆς εὐδαίμονος Ἀραβίας ἐμπόρους λεηλατοῦσιν οἱ βάρβαροι: ἧττον δὲ συμβαίνει καταλυθέντων νυνὶ τῶν περὶ Ζηνόδωρον λῃστῶν διὰ τὴν ἐκ τῶν Ῥωμαίων εὐνομίαν καὶ διὰ τὴν ἐκ τῶν στρατιωτῶν ἀσφάλειαν τῶν ἐν τῇ Συρίᾳ τρεφομένων. [21]

῞απασα μὲν οὖν ὑπὲρ τῆς Σελευκίδος ὡς ἐπὶ τὴν Αἴγυπτον καὶ τὴν Ἀραβίαν ἀνίσχουσα χώρα κοίλη [p. 1055] Συρία καλεῖται, ἰδίως δ᾽ τῷ Λιβάνῳ καὶ τῷ Ἀντιλιβάνῳ ἀφωρισμένη. τῆς δὲ λοιπῆς μὲν ἀπὸ Ὀρθωσίας μέχρι Πηλουσίου παραλία Φοινίκη καλεῖται, στενή τις καὶ ἁλιτενής: δ᾽ ὑπὲρ ταύτης μεσόγαια μέχρι τῶν Ἀράβων μεταξὺ Γάζης καὶ Ἀντιλιβάνου Ἰουδαία λέγεται. [22]

᾿επεὶ οὖν τὴν ἰδίως λεγομένην κοίλην Συρίαν ἐπεληλύθαμεν, ἐπὶ τὴν Φοινίκην μέτιμεν. ταύτης δὲ τὰ μὲν ἀπὸ Ὀρθωσίας μέχρι Βηρυτοῦ λόγου τετύχηκε. μετὰ δὲ Βηρυτὸν ἔστι Σιδὼν ὅσον ἐν τετρακοσίοις σταδίοις: μεταξὺ δὲ Ταμύρας ποταμὸς καὶ τὸ τοῦ Ἀσκληπιοῦ ἄλσος καὶ Λεόντων πόλις. μετὰ δὲ Σιδῶνα μεγίστη τῶν Φοινίκων καὶ ἀρχαιοτάτη πόλις Τύρος ἐστίν, ἐνάμιλλος αὐτῇ κατά τε μέγεθος καὶ κατὰ τὴν ἐπιφάνειαν καὶ τὴν ἀρχαιότητα ἐκ πολλῶν μύθων παραδεδομένην. οἱ μὲν οὖν ποιηταὶ τὴν Σιδῶνα τεθρυλήκασι μᾶλλονὍμηρος δὲ οὐδὲ μέμνηται τῆς Τύρου), αἱ δ᾽ εἰς τὴν Λιβύην καὶ τὴν Ἰβηρίαν ἀποικίαι μέχρι καὶ ἔξω στηλῶν τὴν Τύρον πλέον ἐξυμνοῦσιν4. ἀμφότεραι δ᾽ οὖν ἔνδοξοι καὶ λαμπραὶ καὶ πάλαι καὶ νῦν: ὁποτέραν δ᾽ ἄν τις εἴποι μητρόπολιν Φοινίκων ἔρις ἐν ἀμφοτέραις ἐστίν. μὲν οὖν Σιδὼν ἐπὶ εὐφυεῖ λιμένι τῆς ἠπείρου τὴν ἵδρυσιν ἔχει. [23] Τύρος δ᾽ ἐστὶν ὅλη νῆσος σχεδόν τι συνῳκισμένη παραπλησίως ὥσπερ Ἄραδος, συνῆπται δὲ χώματι πρὸς τὴν ἤπειρον, κατεσκεύασε πολιορκῶν Ἀλέξανδρος: δύο δ᾽ ἔχει λιμένας τὸν μὲν κλειστὸν τὸν δ᾽ ἀνειμένον, ὃν Αἰγύπτιον καλοῦσιν. ἐνταῦθα δέ φασι πολυστέγους τὰς οἰκίας * ὥστε καὶ τῶν ἐν Ῥώμῃ μᾶλλον: διὸ καὶ σεισμοὺς γενομένους ἀπολιπεῖν μικρὸν τοῦ ἄρδην ἀφανίσαι τὴν πόλιν. ἠτύχησε δὲ καὶ ὑπ᾽ Ἀλεξάνδρου πολιορκίᾳ ληφθεῖσα: [p. 1056] ἀλλὰ τῶν τοιούτων συμφορῶν κατέστη κρείττων καὶ ἀνέλαβεν αὑτὴν τῇ τε ναυτιλίᾳ, καθ᾽ ἣν ἁπάντων τῶν ἀεὶ κρείττους εἰσὶ κοινῇ Φοίνικες, καὶ τοῖς πορφυρείοις: πολὺ γὰρ ἐξήτασται πασῶν Τυρία καλλίστη πορφύρα: καὶ θήρα πλησίον καὶ τἆλλα εὔπορα τὰ πρὸς βαφὴν ἐπιτήδεια: καὶ δυσδιάγωγον μὲν ποιεῖ τὴν πόλιν πολυπληθία τῶν βαφείων, πλουσίαν δὲ διὰ τὴν τοιαύτην ἀνδρείαν. οὐχ ὑπὸ τῶν βασιλέων δ᾽ ἐκρίθησαν αὐτόνομοι μόνον μικρὰ ἀναλώσαντες, ἀλλὰ καὶ ὑπὸ τῶν Ῥωμαίων βεβαιωσάντων τὴν ἐκείνων γνώμην. τιμᾶται δὲ καθ᾽ ὑπερβολὴν Ἡρακλῆς ὑπ᾽ αὐτῶν. τῆς δὲ περὶ τὰς ναυστολίας δυνάμεως τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν ἀποικίδων ἐστὶ πόλεων τεκμήριον: οὗτοι μὲν οὖν τοιοῦτοι. [24]

σιδώνιοι δὲ πολύτεχνοί τινες παραδέδονται καὶ καλλίτεχνοι, καθάπερ καὶ ποιητὴς δηλοῖ: πρὸς δὲ καὶ φιλόσοφοι περί τε ἀστρονομίαν καὶ ἀριθμητικήν, ἀπὸ τῆς λογιστικῆς ἀρξάμενοι καὶ τῆς νυκτιπλοίας: ἐμπορικὸν γὰρ καὶ ναυκληρικὸν ἑκάτερον: καθάπερ καὶ τῶν Αἰγυπτίων εὕρεμα γεωμετρίαν φασὶν ἀπὸ τῆς χωρομετρίας, ἣν Νεῖλος ἀπεργάζεται συγχέων τοὺς ὅρους κατὰ τὰς ἀναβάσεις. τοῦτο μὲν οὖν παρ᾽ Αἰγυπτίων ἥκειν εἰς τοὺς Ἕλληνας πεπιστεύκασιν, ἀστρονομίαν δὲ καὶ ἀριθμητικὴν παρὰ Φοινίκων: νυνὶ δὲ πάσης καὶ τῆς ἄλλης φιλοσοφίας εὐπορίαν πολὺ πλείστην λαβεῖν ἔστιν ἐκ τούτων τῶν πόλεων: εἰ δὲ δεῖ Ποσειδωνίῳ πιστεῦσαι, καὶ τὸ περὶ τῶν ἀτόμων δόγμα παλαιόν ἐστιν ἀνδρὸς Σιδωνίου Μώχου πρὸ τῶν Τρωικῶν χρόνων γεγονότος. τὰ μὲν οὖν παλαιὰ ἐάσθω: καθ᾽ ἡμᾶς δὲ ἐκ Σιδῶνος μὲν ἔνδοξοι φιλόσοφοι γεγόνασι Βόηθός τε, συνεφιλοσοφήσαμεν ἡμεῖς τὰ Ἀριστοτέλεια, καὶ Διόδοτος ἀδελφὸς αὐτοῦ: ἐκ Τύρου δὲ [p. 1057] Ἀντίπατρος καὶ μικρὸν πρὸ ἡμῶν Ἀπολλώνιος τὸν πίνακα ἐκθεὶς τῶν ἀπὸ Ζήνωνος φιλοσόφων καὶ τῶν βιβλίων. διέχει δὲ τῆς Σιδῶνος Τύρος οὐ πλείους τῶν διακοσίων σταδίων: ἐν δὲ τῷ μεταξὺ πολίχνιον Ὀρνίθων πόλις λεγομένη: εἶτα πρὸς Τύρῳ ποταμὸς ἐξίησι: μετὰ δὲ τὴν Τύρον Παλαίτυρος ἐν τριάκοντα σταδίοις. [25]

εἶθ᾽ Πτολεμαΐς ἐστι μεγάλη πόλις ἣν Ἄκην ὠνόμαζον πρότερον, ἐχρῶντο ὁρμητηρίῳ πρὸς τὴν Αἴγυπτον οἱ Πέρσαι. μεταξὺ δὲ τῆς Ἄκης καὶ Τύρου θινώδης αἰγιαλός ἐστιν φέρων τὴν ὑαλῖτιν ἄμμον: ἐνταῦθα μὲν οὖν φασι μὴ χεῖσθαι, κομισθεῖσαν εἰς Σιδῶνα δὲ τὴν χωνείαν δέχεσθαι: τινὲς δὲ καὶ τοῖς Σιδωνίοις εἶναι τὴν ὑαλῖτιν ψάμμον ἐπιτηδείαν εἰς χύσιν, οἱ δὲ πᾶσαν πανταχοῦ χεῖσθαί φασιν. ἤκουσα δ᾽ ἐν τῇ Ἀλεξανδρείᾳ παρὰ τῶν ὑαλουργῶν εἶναί τινα καὶ κατ᾽ Αἴγυπτον ὑαλῖτιν γῆν, ἧς χωρὶς οὐχ οἷόν τε τὰς πολυχρόους καὶ πολυτελεῖς κατασκευὰς ἀποτελεσθῆναι, καθάπερ καὶ ἄλλοις ἄλλων μιγμάτων δεῖν: καὶ ἐν Ῥώμῃ δὲ πολλὰ παρευρίσκεσθαί φασι καὶ πρὸς τὰς χρόας καὶ πρὸς τὴν ῥᾳστώνην τῆς κατασκευῆς, καθάπερ ἐπὶ τῶν κρυσταλλοφανῶν: ὅπου γε καὶ τρύβλιον χαλκοῦ πρίασθαι καὶ ἐκπωμάτιον ἔστιν. [26]

῾ιστορεῖται δὲ παράδοξον πάθος τῶν πάνυ σπανίων κατὰ τὸν αἰγιαλὸν τοῦτον τὸν μεταξὺ τῆς τε Τύρου καὶ τῆς Πτολεμαΐδος. καθ᾽ ὃν γὰρ καιρὸν οἱ Πτολεμαεῖς μάχην συνάψαντες πρὸς Σαρπηδόνα τὸν στρατηγὸν ἐλείφθησαν ἐν τῷ τόπῳ τούτῳ τροπῆς γενομένης λαμπρᾶς, ἐπέκλυσεν ἐκ τοῦ πελάγους κῦμα τοὺς φεύγοντας ὅμοιον πλημμυρίδι, καὶ τοὺς μὲν εἰς τὸ πέλαγος ἀπήρπασε καὶ διέφθειρεν, οἱ δ᾽ ἐν τοῖς κοίλοις τόποις ἔμειναν νεκροί: διαδεξαμένη δὲ ἄμπωτις [p. 1058] πάλιν ἀνεκάλυψε καὶ ἔδειξε τὰ σώματα τῶν κειμένων ἀναμὶξ ἐν νεκροῖς ἰχθύσι. τοιαῦτα δὲ καὶ περὶ τὸ Κάσιον συμβαίνει τὸ πρὸς Αἰγύπτῳ, σπασμῷ τινι ὀξεῖ καὶ ἁπλῷ περιπιπτούσης τῆς γῆς καὶ εἰς ἑκάτερον μεταβαλλομένης ἅπαξ, ὥστε τὸ μὲν μετεωρισθὲν αὐτῆς μέρος ἐπαγαγεῖν τὴν θάλατταν, τὸ δὲ συνιζῆσαν δέξασθαι, τραπομένης δὲ τὴν ἀρχαίαν πάλιν ἕδραν ἀπολαβεῖν τὸν τόπον, τοτὲ μὲν οὖν καὶ ἐξαλλάξεώς τινος γενομένης τοτὲ δ᾽ οὔ, τάχα καὶ περιόδοις τισὶν ἐνδεδεμένων τῶν τοιούτων παθῶν ἀδήλοις ἡμῖν, καθάπερ τοῦτο καὶ ἐπὶ τῶν κατὰ τὸν Νεῖλον ἀναβάσεων λέγεται διαφόρων γινομένων, ἄδηλον δὲ τὴν τάξιν ἐχουσῶν. [27]

μετὰ δὲ τὴν Ἄκην Στράτωνος πύργος πρόσορμον ἔχων. μεταξὺ δὲ τε Κάρμηλος τὸ ὄρος καὶ πολιχνίων ὀνόματα, πλέον δ᾽ οὐδέν, Συκαμίνων πόλις, Βουκόλων καὶ Κροκοδείλων πόλις καὶ ἄλλα τοιαῦτα: εἶτα δρυμὸς μέγας τις. [28]

εἶτα Ἰόπη, καθ᾽ ἣν ἀπὸ τῆς Αἰγύπτου παραλία σημειωδῶς ἐπὶ τὴν ἄρκτον κάμπτεται, πρότερον ἐπὶ τὴν ἕω τεταμένη. ἐνταῦθα δὲ μυθεύουσί τινες τὴν Ἀνδρομέδαν ἐκτεθῆναι τῷ κήτει: ἐν ὕψει δέ ἐστιν ἱκανῶς τὸ χωρίον ὥστ᾽ ἀφορᾶσθαί φασιν ἀπ᾽ αὐτοῦ τὰ Ἱεροσόλυμα τὴν τῶν Ἰουδαίων μητρόπολιν: καὶ δὴ καὶ ἐπινείῳ τούτῳ κέχρηνται καταβάντες μέχρι θαλάττης οἱ Ἰουδαῖοι: τὰ δ᾽ ἐπίνεια τῶν λῃστῶν λῃστήρια δῆλον ὅτι ἐστί. τούτων δὲ καὶ Κάρμηλος ὑπῆρξε καὶ δρυμός: καὶ δὴ καὶ εὐάνδρησεν οὗτος τόπος, ὥστ᾽ ἐκ τῆς πλησίον κώμης Ἰαμνείας καὶ τῶν κατοικιῶν τῶν κύκλῳ τέτταρας μυριάδας ὁπλίζεσθαι. εἰσὶ δ᾽ ἐντεῦθεν εἰς τὸ Κάσιον τὸ πρὸς Πηλουσίῳ μικρῷ πλείους χίλιοι στάδιοι, τριακόσιοι δ᾽ ἄλλοι πρὸς αὐτὸ τὸ Πηλούσιον. [p. 1059] [29]

᾿εν δὲ τῷ μεταξὺ καὶ Γαδαρὶς ἔστιν, ἣν καὶ αὐτὴν ἐξιδιάσαντο οἱ Ἰουδαῖοι: εἶτ᾽ Ἀζωτὸς καὶ Ἀσκάλων. ἀπὸ δὲ Ἰαμνείας εἰς Ἀζωτὸν καὶ Ἀσκάλωνά εἰσιν ὅσον διακόσιοι στάδιοι. κρομμυών τ᾽ ἀγαθός ἐστιν χώρα τῶν Ἀσκαλωνιτῶν, πόλισμα δὲ μικρόν. ἐντεῦθεν ἦν Ἀντίοχος φιλόσοφος μικρὸν πρὸ ἡμῶν γεγονώς. ἐκ δὲ τῶν Γαδάρων Φιλόδημός τε Ἐπικούρειος5 καὶ Μελέαγρος καὶ Μένιππος σπουδογέλοιος καὶ Θεόδωρος καθ᾽ ἡμᾶς ῥήτωρ. [30]

εἶθ᾽ τῶν Γαζαίων λιμὴν πλησίον: ὑπέρκειται δὲ καὶ πόλις ἐν ἑπτὰ σταδίοις, ἔνδοξός ποτε γενομένη, κατεσπασμένη δ᾽ ὑπὸ Ἀλεξάνδρου καὶ μένουσα ἔρημος. ἐντεῦθεν δ᾽ ὑπέρβασις λέγεται χιλίων διακοσίων ἑξήκοντα σταδίων εἰς Αἴλανα πόλιν ἐπὶ τῷ μυχῷ τοῦ Ἀραβίου κόλπου κειμένην: διττὸς δ᾽ ἐστίν, μὲν ἔχων εἰς τὸ πρὸς τῇ Ἀραβίᾳ καὶ τῇ Γάζῃ μέρος, ὃν Αἰλανίτην προσαγορεύουσιν ἀπὸ τῆς ἐν αὐτῷ πόλεως, δ᾽ εἰς τὸ πρὸς Αἰγύπτῳ κατὰ τὴν Ἡρώων πόλιν, εἰς ὃν ἐκ Πηλουσίου ὑπέρθεσις ἐπιτομωτέρα: δι᾽ ἐρήμων δὲ καὶ ἀμμωδῶν χωρίων αἱ ὑπερβάσεις ἐπὶ καμήλων: πολὺ δὲ καὶ τὸ τῶν ἑρπετῶν ἐν αὐταῖς πλῆθος. [31]

μετὰ δὲ Γάζαν Ῥαφία, ἐν μάχη συνέβη Πτολεμαίῳ τε τῷ τετάρτῳ καὶ Ἀντιόχῳ τῷ Μεγάλῳ. εἶτα Ῥινοκόρουρα, ἀπὸ τῶν εἰσῳκισμένων ἐκεῖ τὸ παλαιὸν ἀνθρώπων ἠκρωτηριασμένων τὰς ῥῖνας οὕτω καλουμένη: τῶν γὰρ Αἰθιόπων τις ἐπελθὼν ἐπὶ τὴν Αἴγυπτον ἀντὶ τοῦ ἀναιρεῖν τοὺς κακούργους ἀποτέμνων τὰς ῥῖνας ἐνταῦθα κατῴκιζεν, ὡς οὐκ ἂν ἔτι τολμήσοντας κακουργεῖν διὰ τὴν αἰσχύνην τῆς ὄψεως. [32]

καὶ αὐτὴ μὲν οὖν ἀπὸ Γάζης λυπρὰ πᾶσα καὶ [p. 1060] ἀμμώδης: ἔτι δὲ μᾶλλον τοιαύτη ἐφεξῆς ὑπερκειμένη, ἔχουσα τὴν Σιρβωνίδα λίμνην παράλληλόν πως τῇ θαλάττῃ μικρὰν δίοδον ἀπολείπουσαν μεταξὺ μέχρι τοῦ ἐκρήγματος καλουμένου, μῆκος ὅσον διακοσίων σταδίων, πλάτος δὲ τὸ μέγιστον πεντήκοντα: τὸ δ᾽ ἔκρηγμα συγκέχωσται. εἶτα συνεχὴς ἄλλη τοιαύτη ἐπὶ τὸ Κάσιον, κἀκεῖθεν ἐπὶ τὸ Πηλούσιον. [33]

῎εστι δὲ τὸ Κάσιον θινώδης τις λόφος ἀκρωτηριάζων ἄνυδρος, ὅπου τὸ Πομπηίου τοῦ Μάγνου σῶμα κεῖται καὶ Διός ἐστιν ἱερὸν Κασίου: πλησίον δὲ καὶ ἐσφάγη Μάγνος δολοφονηθεὶς ὑπὸ τῶν Αἰγυπτίων. εἶθ᾽ ἐπὶ Πηλούσιον ὁδός, ἐν τὰ Γέρρα καὶ Χαβρίου λεγόμενος χάραξ καὶ τὰ πρὸς τῷ Πηλουσίῳ βάραθρα ποιεῖ παρεκχεόμενος Νεῖλος, φύσει κοίλων καὶ ἑλωδῶν ὄντων τῶν τόπων.

τοιαύτη μὲν Φοινίκη. φησὶ δ᾽ Ἀρτεμίδωρος εἰς τὸ Πηλούσιον ἐκ μὲν Ὀρθωσίας εἶναι σταδίους τρισχιλίους ἑξακοσίους πεντήκοντα κατακολπίζοντι: ἐκ δὲ Μελαινῶν Μελανιῶν τῆς Κιλικίας τῶν πρὸς Κελένδεριν ἐπὶ μὲν τὰ μεθόρια τῆς Κιλικίας καὶ Συρίας χιλίους καὶ ἐνακοσίους: ἐντεῦθεν δ᾽ ἐπὶ τὸν Ὀρόντην πεντακοσίους εἴκοσιν: εἶτ᾽ ἐπὶ Ὀρθωσίαν χιλίους ἑκατὸν τριάκοντα. [34]

τῆς δ᾽ Ἰουδαίας τὰ μὲν ἑσπέρια ἄκρα τὰ πρὸς τῷ Κασίῳ κατέχουσιν Ἰδουμαῖοί τε καὶ λίμνη. Ναβαταῖοι δ᾽ εἰσὶν οἱ Ἰδουμαῖοι, κατὰ στάσιν δ᾽ ἐκπεσόντες ἐκεῖθεν προσεχώρησαν τοῖς Ἰουδαίοις καὶ τῶν νομίμων τῶν αὐτῶν ἐκείνοις ἐκοινώνησαν: πρὸς θαλάττῃ δὲ Σιρβωνὶς τὰ πολλὰ κατέχει καὶ συνεχὴς μέχρι καὶ Ἱεροσολύμων: καὶ γὰρ ταῦτα πρὸς θαλάττῃ ἐστίν: ἀπὸ γὰρ τοῦ ἐπινείου τῆς Ἰόπης εἴρηται ὅτι ἐστὶν ἐν ὄψει: ταῦτα μὲν προσάρκτια: τὰ πολλὰ δ᾽ ὡς ἕκαστα [p. 1061] ἐστὶν ὑπὸ φύλων οἰκούμενα μικτῶν ἔκ τε Αἰγυπτίων ἐθνῶν καὶ Ἀραβίων καὶ Φοινίκων: τοιοῦτοι γὰρ οἱ τὴν Γαλιλαίαν ἔχοντες καὶ τὸν Ἱερικοῦντα καὶ τὴν Φιλαδέλφειαν καὶ Σαμάρειαν, ἣν Ἡρώδης Σεβαστὴν ἐπωνόμασεν. οὕτω δ᾽ ὄντων μιγάδων κρατοῦσα μάλιστα φήμη τῶν περὶ τὸ ἱερὸν τὸ ἐν τοῖς Ἱεροσολύμοις πιστευομένων Αἰγυπτίους ἀποφαίνει τοὺς προγόνους τῶν νῦν Ἰουδαίων λεγομένων. [35]

μωσῆς γάρ τις τῶν Αἰγυπτίων ἱερέων ἔχων τι μέρος τῆς κάτω καλουμένης χώρας, ἀπῆρεν ἐκεῖσε ἐνθένδε δυσχεράνας τὰ καθεστῶτα, καὶ συνεξῆραν αὐτῷ πολλοὶ τιμῶντες τὸ θεῖον. ἔφη γὰρ ἐκεῖνος καὶ ἐδίδασκεν, ὡς οὐκ ὀρθῶς φρονοῖεν οἱ Αἰγύπτιοι θηρίοις εἰκάζοντες καὶ βοσκήμασι τὸ θεῖον, οὐδ᾽ οἱ Λίβυες: οὐκ εὖ δὲ οὐδ᾽ οἱ Ἕλληνες ἀνθρωπομόρφους τυποῦντες: εἴη γὰρ ἓν τοῦτο μόνον θεὸς τὸ περιέχον ἡμᾶς ἅπαντας καὶ γῆν καὶ θάλατταν, καλοῦμεν οὐρανὸν καὶ κόσμον καὶ τὴν τῶν ὄντων φύσιν. τούτου δὴ τίς ἂν εἰκόνα πλάττειν θαρρήσειε νοῦν ἔχων ὁμοίαν τινὶ τῶν παρ᾽ ἡμῖν; ἀλλ᾽ ἐᾶν δεῖν πᾶσαν ξοανοποιίαν, τέμενος δ᾽ ἀφορίσαντας καὶ σηκὸν ἀξιόλογον τιμᾶν ἕδους χωρίς. ἐγκοιμᾶσθαι δὲ καὶ αὐτοὺς ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ τῶν ἄλλων ἄλλους τοὺς εὐονείρους: καὶ προσδοκᾶν δεῖν ἀγαθὸν παρὰ τοῦ θεοῦ καὶ δῶρον ἀεί τι καὶ σημεῖον τοὺς σωφρόνως ζῶντας καὶ μετὰ δικαιοσύνης, τοὺς δ᾽ ἄλλους μὴ προσδοκᾶν. [36]

᾿εκεῖνος μὲν οὖν τοιαῦτα λέγων ἔπεισεν εὐγνώμονας ἄνδρας οὐκ ὀλίγους καὶ ἀπήγαγεν ἐπὶ τὸν τόπον τοῦτον, ὅπου νῦν ἐστι τὸ ἐν τοῖς Ἱεροσολύμοις κτίσμα. κατέσχε δὲ ῥᾳδίως οὐκ ἐπίφθονον ὂν τὸ χωρίον οὐδ᾽ ὑπὲρ οὗ ἄν τις ἐσπουδασμένως μαχέσαιτο: ἔστι γὰρ πετρῶδες, αὐτὸ μὲν εὔυδρον τὴν δὲ κύκλῳ χώραν [p. 1062] ἔχον λυπρὰν καὶ ἄνυδρον, τὴν δ᾽ ἐντὸς ἑξήκοντα σταδίων καὶ ὑπόπετρον. ἅμα δ᾽ ἀντὶ τῶν ὅπλων τὰ ἱερὰ προὐβάλλετο καὶ τὸ θεῖον, ἵδρυσιν τούτου ζητεῖν ἀξιῶν, καὶ παραδώσειν ὑπισχνούμενος τοιοῦτον σεβασμὸν καὶ τοιαύτην ἱεροποιίαν ἥτις οὔτε δαπάναις ὀχλήσει τοὺς χρωμένους οὔτε θεοφορίαις οὔτε ἄλλαις πραγματείαις ἀτόποις. οὗτος μὲν οὖν εὐδοκιμήσας τούτοις συνεστήσατο ἀρχὴν οὐ τὴν τυχοῦσαν, ἁπάντων προσχωρησάντων ῥᾳδίως τῶν κύκλῳ διὰ τὴν ὁμιλίαν καὶ τὰ προτεινόμενα. [37]

οἱ δὲ διαδεξάμενοι χρόνους μέν τινας ἐν τοῖς αὐτοῖς διέμενον δικαιοπραγοῦντες καὶ θεοσεβεῖς ὡς ἀληθῶς ὄντες, ἔπειτ᾽ ἐφισταμένων ἐπὶ τὴν ἱερωσύνην τὸ μὲν πρῶτον δεισιδαιμόνων, ἔπειτα τυραννικῶν ἀνθρώπων, ἐκ μὲν τῆς δεισιδαιμονίας αἱ τῶν βρωμάτων ἀποσχέσεις, ὧνπερ καὶ νῦν ἔθος ἐστὶν αὐτοῖς ἀπέχεσθαι, καὶ αἱ περιτομαὶ καὶ αἱ ἐκτομαὶ καὶ εἴ τινα τοιαῦτα ἐνομίσθη, ἐκ δὲ τῶν τυραννίδων τὰ λῃστήρια. οἱ μὲν γὰρ ἀφιστάμενοι τὴν χώραν ἐκάκουν καὶ αὐτὴν καὶ τὴν γειτνιῶσαν, οἱ δὲ συμπράττοντες τοῖς ἄρχουσι καθήρπαζον τὰ ἀλλότρια καὶ τῆς Συρίας κατεστρέφοντο καὶ τῆς Φοινίκης πολλήν. ἦν δ᾽ ὅμως εὐπρέπειά τις περὶ τὴν ἀκρόπολιν αὐτῶν, οὐχ ὡς τυραννεῖον βδελυττομένων, ἀλλ᾽ ὡς ἱερὸν σεμνυνόντων καὶ σεβομένων. [38]

πέφυκε γὰρ οὕτω καὶ κοινόν ἐστι τοῦτο καὶ τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροις. πολιτικοὶ γὰρ ὄντες ἀπὸ προστάγματος κοινοῦ ζῶσιν: ἄλλως γὰρ οὐχ οἷόν τε τοὺς πολλοὺς ἕν τι καὶ ταὐτὸ ποιεῖν ἡρμοσμένως ἀλλήλοις, ὅπερ ἦν τὸ πολιτεύεσθαι, καὶ ἄλλως πως νέμειν βίον κοινόν. τὸ δὲ πρόσταγμα διττόν, γὰρ παρὰ θεῶν παρὰ ἀνθρώπων: καὶ οἵ γε ἀρχαῖοι τὸ παρὰ [p. 1063] τῶν θεῶν ἐπρέσβευον μᾶλλον καὶ ἐσέμνυνον, καὶ διὰ τοῦτο καὶ χρηστηριαζόμενος ἦν τότε πολὺς καὶ τρέχων εἰς μὲν Δωδώνην, ὅπωςἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσῃ,’ συμβούλῳ τῷ Διὶ χρώμενος, εἰς δὲ Δελφούςτὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν, εἰ μηκέτ᾽ εἴη,’ αὐτὸς δ᾽ παῖςἔστειχε τοὺς τεκόντας ἐκμαθεῖν θέλων πρὸς δῶμα Φοίβου.’ καὶ Μίνως παρὰ τοῖς Κρησὶνἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,’ δι᾽ ἐννέα ἐτῶν, ὥς φησι Πλάτων, ἀναβαίνων ἐπὶ τὸ ἄντρον τοῦ Διὸς καὶ παρ᾽ ἐκείνου τὰ προστάγματα λαμβάνων καὶ παρακομίζων εἰς τοὺς ἀνθρώπους. τὰ δ᾽ ὅμοια ἐποίει καὶ Λυκοῦργος ζηλωτὴς αὐτοῦ: πυκνὰ γάρ, ὡς ἔοικεν, ἀποδημῶν ἐπυνθάνετο παρὰ τῆς Πυθίας προσῆκεν παραγγέλλειν τοῖς Λακεδαιμονίοις. [39] ταῦτα γὰρ ὅπως ποτὲ ἀληθείας ἔχει, παρά γε τοῖς ἀνθρώποις ἐπεπίστευτο καὶ ἐνενόμιστο, καὶ διὰ τοῦτο καὶ οἱ μάντεις ἐτιμῶντο ὥστε καὶ βασιλείας ἀξιοῦσθαι, ὡς τὰ παρὰ τῶν θεῶν ἡμῖν ἐκφέροντες παραγγέλματα καὶ ἐπανορθώματα καὶ ζῶντες καὶ ἀποθανόντες6: τοιοῦτος δὲ Ἀμφιάρεως καὶ Τροφώνιος καὶ Ὀρφεὺς καὶ Μουσαῖος καὶ παρὰ τοῖς Γέταις θεός, τὸ μὲν παλαιὸν Ζάμολξις Πυθαγόρειός τις, καθ᾽ ἡμᾶς δὲ τῷ Βυρεβίστᾳ θεσπίζων Δεκαίνεος: παρὰ δὲ τοῖς Βοσπορηνοῖς Ἀχαΐκαρος, παρὰ δὲ τοῖς Ἰνδοῖς οἱ γυμνοσοφισταί, παρὰ δὲ τοῖς Πέρσαις οἱ μάγοι καὶ νεκυομάντεις καὶ ἔτι οἱ λεγόμενοι λεκανομάντεις καὶ ὑδρομάντεις, παρὰ δὲ τοῖς Ἀσσυρίοις οἱ Χαλδαῖοι, παρὰ δὲ τοῖς Ῥωμαίοις οἱ Τυρρηνικοὶ οἰωνοσκόποι. τοιοῦτος δέ τις ἦν καὶ Μωσῆς καὶ [p. 1064] οἱ διαδεξάμενοι ἐκεῖνον, τὰς μὲν ἀρχὰς λαβόντες οὐ φαύλας ἐκτραπόμενοι δ᾽ ἐπὶ τὸ χεῖρον. [40]

῎ηδη δ᾽ οὖν φανερῶς τυραννουμένης τῆς Ἰουδαίας πρῶτος ἀνθ᾽ ἱερέως ἀνέδειξεν ἑαυτὸν βασιλέα Ἀλέξανδρος: τούτου δ᾽ ἦσαν υἱοὶ Ὑρκανός τε καὶ Ἀριστόβουλος: διαφερομένων δὲ περὶ τῆς ἀρχῆς, ἐπῆλθε Πομπήιος καὶ κατέλυσεν αὐτοὺς καὶ τὰ ἐρύματα αὐτῶν κατέσπασε καὶ αὐτὰ ἐν πρώτοις τὰ Ἱεροσόλυμα βίᾳ καταλαβών: ἦν γὰρ πετρῶδες καὶ εὐερκὲς ἔρυμα, ἐντὸς μὲν εὔυδρον ἐκτὸς δὲ παντελῶς διψηρόν, τάφρον λατομητὴν ἔχον βάθος μὲν ἑξήκοντα ποδῶν, πλάτος δὲ πεντήκοντα καὶ διακοσίων: ἐκ δὲ τοῦ λίθου τοῦ λατομηθέντος ἐπεπύργωτο τὸ τεῖχος τοῦ ἱεροῦ. κατελάβετο δ᾽, ὥς φασι, τηρήσας τὴν τῆς νηστείας ἡμέραν, ἡνίκα ἀπείχοντο οἱ Ἰουδαῖοι παντὸς ἔργου, πληρώσας τὴν τάφρον καὶ ἐπιβαλὼν τὰς διαβάθρας: κατασπάσαι δ᾽ οὖν ἐκέλευσε τὰ τείχη πάντα καὶ ἀνεῖλεν εἰς δύναμιν τὰ λῃστήρια καὶ τὰ γαζοφυλάκια τῶν τυράννων. ἦν δὲ δύο μὲν τὰ ταῖς εἰσβολαῖς ἐπικείμενα τοῦ Ἱερικοῦντος Θρήξ τε καὶ Ταῦρος, ἄλλα δὲ Ἀλεξάνδριόν τε καὶ Ὑρκάνιον καὶ Μαχαιροῦς καὶ Λυσιὰς καὶ τὰ περὶ τὴν Φιλαδέλφειαν καὶ περὶ Γαλιλαίαν Σκυθόπολις. [41]

῾ιερικοῦς δ᾽ ἐστὶ πεδίον κύκλῳ περιεχόμενον ὀρεινῇ τινι καί που καὶ θεατροειδῶς πρὸς αὐτὸ κεκλιμένῃ: ἐνταῦθα δ᾽ ἐστὶν φοινικών, μεμιγμένην ἔχων καὶ ἄλλην ὕλην ἥμερον καὶ εὔκαρπον, πλεονάζων δὲ τῷ φοίνικι, ἐπὶ μῆκος σταδίων ἑκατόν, διάρρυτος ἅπας καὶ μεστὸς κατοικιῶν: ἔστι δ᾽ αὐτοῦ καὶ βασίλειον καὶ τοῦ βαλσάμου παράδεισος: ἔστι δὲ τὸ φυτὸν θαμνῶδες, κυτίσῳ ἐοικὸς καὶ τερμίνθῳ, ἀρωματίζον: οὗ τὸν φλοιὸν ἐπισχίσαντες ὑπολαμβάνουσιν ἀγγείοις τὸν [p. 1065] ὀπὸν γλίσχρῳ γάλακτι παραπλήσιον: ἀναληφθεὶς δ᾽ εἰς κογχάρια λαμβάνει πῆξιν: λύει δὲ κεφαλαλγίας θαυμαστῶς καὶ ὑποχύσεις ἀρχομένας καὶ ἀμβλυωπίας: τίμιος οὖν ἐστι καὶ διότι ἐνταῦθα μόνον γεννᾶται: καὶ φοινικὼν δὲ τοιοῦτος, ἔχων τὸν καρυωτὸν φοίνικα ἐνταῦθα μόνον, πλὴν τοῦ Βαβυλωνίου καὶ τοῦ ἐπέκεινα πρὸς τὴν ἕω: μεγάλη οὖν ἀπ᾽ αὐτῶν πρόσοδος. καὶ τῷ ξυλοβαλσάμῳ δὲ ὡς ἀρώματι χρῶνται. [42]

῾η δὲ Σιρβωνὶς λίμνη πολλὴ μέν ἐστι: καὶ γὰρ χιλίων σταδίων εἰρήκασί τινες τὸν κύκλον: τῇ μέντοι παραλίᾳ παρεκτέταται μικρῷ τι πλέον τῶν διακοσίων σταδίων μῆκος ἐπιλαμβάνουσα, ἀγχιβαθής, βαρύτατον ἔχουσα ὕδωρ, ὥστε μὴ δεῖν κολύμβου, ἀλλὰ τὸν ἐμβάντα καὶ μέχρι ὀμφαλοῦ7 εὐθὺς ἐξαίρεσθαι: μεστὴ δ᾽ ἐστὶν ἀσφάλτου: αὕτη8 δὲ ἀναφυσᾶται κατὰ καιροὺς ἀτάκτους ἐκ μέσου τοῦ βάθους μετὰ πομφολύγων ὡς ἂν ζέοντος ὕδατος: κυρτουμένη δ᾽ ἐπιφάνεια λόφου φαντασίαν παρέχει: συναναφέρεται δὲ καὶ ἄσβολος πολλή, καπνώδης μὲν πρὸς δὲ τὴν ὄψιν ἄδηλος, ὑφ᾽ ἧς κατιοῦται καὶ χαλκὸς καὶ ἄργυρος καὶ πᾶν τὸ στιλπνὸν μέχρι καὶ χρυσοῦ: ἀπὸ δὲ τοῦ κατιοῦσθαι τὰ σκεύη γνωρίζουσιν οἱ περιοικοῦντες ἀρχομένην τὴν ἀναβολὴν τοῦ ἀσφάλτου, καὶ παρασκευάζονται πρὸς τὴν μεταλλείαν αὐτοῦ, ποιησάμενοι σχεδίας καλαμίνας. ἔστι δ᾽ ἄσφαλτος γῆς βῶλος, ὑγραινομένη μὲν ὑπὸ θερμοῦ καὶ ἀναφυσωμένη καὶ διαχεομένη, πάλιν δὲ μεταβάλλουσα εἰς πάγον ἰσχυρὸν ὑπὸ τοῦ ψυχροῦ ὕδατος, οἷόν ἐστι τὸ τῆς λίμνης ὕδωρ, ὥστε τομῆς καὶ κοπῆς δεῖσθαι: εἶτ᾽ ἐπιπολάζουσα διὰ τὴν φύσιν τοῦ ὕδατος, καθ᾽ ἣν ἔφαμεν μηδὲ κολύμβου δεῖσθαι, μηδὲ [p. 1066] βαπτίζεσθαι τὸν ἐμβάντα ἀλλ᾽ ἐξαίρεσθαι: προσπλεύσαντες δὲ ταῖς σχεδίαις κόπτουσι καὶ φέρονται τῆς ἀσφάλτου ὅσον ἕκαστος δύναται. [43]

τὸ μὲν οὖν συμβαῖνον τοιοῦτον: γόητας δὲ ὄντας σκήπτεσθαί φησιν ἐπῳδὰς Ποσειδώνιος τοὺς ἀνθρώπους καὶ οὖρα καὶ ἄλλα δυσώδη ὑγρά, περικαταχέαντας καὶ ἐκπιάσαντας πήττειν τὴν ἄσφαλτον, εἶτα τέμνειν: εἰ μή τίς ἐστιν ἐπιτηδειότης τῶν οὔρων τοιαύτη, καθάπερ καὶ ἐν ταῖς κύστεσι τῶν λιθιώντων, καὶ ἐκ τῶν παιδικῶν οὔρων χρυσόκολλα συνίσταται: ἐν μέσῃ δὲ τῇ λίμνῃ τὸ πάθος συμβαίνειν εὔλογον, ὅτι καὶ πηγὴ τοῦ πυρὸς καὶ τῆς ἀσφάλτου κατὰ μέσον ἐστὶ καὶ τὸ πλῆθος: ἄτακτος δὲ ἀναφύσησις, ὅτι καὶ τοῦ πυρὸς κίνησις οὐκ ἔχει τάξιν ἡμῖν φανεράν, ὥσπερ καὶ ἄλλων πνευμάτων πολλῶν. τοιαῦτα δὲ καὶ τὰ ἐν Ἀπολλωνίᾳ τῇ Ἠπειρώτιδι. [44]

τοῦ δ᾽ ἔμπυρον τὴν χώραν εἶναι καὶ ἄλλα τεκμήρια φέρουσι πολλά: καὶ γὰρ πέτρας τινὰς ἐπικεκαυμένας δεικνύουσι τραχείας περὶ Μοασάδα καὶ σήραγγας πολλαχοῦ καὶ γῆν τεφρώδη, σταγόνας τε πίττης ἐκ λισσάδων λειβομένας καὶ δυσώδεις πόρρωθεν ποταμοὺς ζέοντας, κατοικίας τε ἀνατετραμμένας σποράδην: ὥστε πιστεύειν τοῖς θρυλουμένοις ὑπὸ τῶν ἐγχωρίων, ὡς ἄρα ᾠκοῦντό ποτε τρισκαίδεκα πόλεις ἐνταῦθα, ὧν τῆς μητροπόλεως Σοδόμων σώζοιτο κύκλος ἑξήκοντά που σταδίων: ὑπὸ δὲ σεισμῶν καὶ ἀναφυσημάτων πυρὸς καὶ θερμῶν ὑδάτων ἀσφαλτωδῶν τε καὶ θειωδῶν λίμνη προπέσοι καὶ αἱ πέτραι πυρίληπτοι γένοιντο, αἵ τε πόλεις αἳ μὲν καταποθεῖεν, ἃς δ᾽ ἐκλίποιεν οἱ δυνάμενοι φυγεῖν. Ἐρατοσθένης δέ φησι τἀναντία, λιμναζούσης τῆς χώρας ἐκρήγμασιν ἀνακαλυφθῆναι τὴν πλείστην, καθάπερ τὴν Θετταλίαν. [p. 1067] [45]

῎εστι δὲ καὶ ἐν τῇ Γαδαρίδι ὕδωρ μοχθηρὸν λιμναῖον, οὗ τὰ γευσάμενα κτήνη τρίχας καὶ ὁπλὰς καὶ κέρατα ἀποβάλλει. ἐν δὲ ταῖς καλουμέναις ταριχείαις λίμνη μὲν ταριχείας ἰχθύων ἀστείας παρέχει, φύει δὲ δένδρα καρποφόρα μηλέαις ἐμφερῆ: χρῶνται δ᾽ Αἰγύπτιοι τῇ ἀσφάλτῳ πρὸς τὰς ταριχείας τῶν νεκρῶν. [46]

πομπήιος μὲν οὖν περικόψας τινὰ τῶν ἐξιδιασθέντων ὑπὸ τῶν Ἰουδαίων κατὰ βίαν ἀπέδειξεν Ὑρκανῷ τὴν ἱερωσύνην: τῶν δ᾽ ἀπὸ γένους τις ὕστερον Ἡρώδης, ἀνὴρ ἐπιχώριος, παραδὺς εἰς τὴν ἱερωσύνην τοσοῦτον διήνεγκε τῶν πρὸ αὐτοῦ καὶ μάλιστα τῇ πρὸς Ῥωμαίους ὁμιλίᾳ καὶ πολιτείᾳ, ὥστε καὶ βασιλεὺς ἐχρημάτισε, δόντος τὸ μὲν πρῶτον Ἀντωνίου τὴν ἐξουσίαν ὕστερον δὲ καὶ Καίσαρος τοῦ Σεβαστοῦ: τῶν δ᾽ υἱῶν τοὺς μὲν αὐτὸς ἀνεῖλεν ὡς ἐπιβουλεύσαντας αὐτῷ, τοὺς δὲ τελευτῶν διαδόχους ἀπέλιπε μερίδας αὐτοῖς ἀποδούς. Καῖσαρ δὲ καὶ τοὺς υἱοὺς ἐτίμησε τοῦ Ἡρώδου καὶ τὴν ἀδελφὴν Σαλώμην καὶ τὴν ταύτης θυγατέρα Βερενίκην: οὐ μέντοι εὐτύχησαν οἱ παῖδες, ἀλλ᾽ ἐν αἰτίαις ἐγένοντο, καὶ μὲν ἐν φυγῇ διετέλει παρὰ τοῖς Ἀλλόβριξι Γαλάταις λαβὼν οἴκησιν, οἱ δὲ θεραπείᾳ πολλῇ μόλις εὕροντο κάθοδον, τετραρχίας ἀποδειχθείσης ἑκατέρῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: