previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ δὲ τὴν Κρήτην εἰσὶ νῆσοι, Θήρα μὲν τῶν Κυρηναίων μητρόπολις, ἄποικος Λακεδαιμονίων, καὶ πλησίον ταύτης Ἀνάφη, ἐν τὸ τοῦ Αἰγλήτου Ἀπόλλωνος ἱερόν. λέγει δὲ καὶ Καλλίμαχος τοτὲ μὲν οὕτωςΑἰγλήτην Ἀνάφην τε Λακωνίδι γείτονα Θήρῃ,
1τοτὲ δὲ τῆς Θήρας μνησθείςμήτηρ εὐίππου πατρίδος ἡμετέρης.
2ἔστι δὲ μακρὰ Θήρα, διακοσίων οὖσα τὴν περίμετρον σταδίων, κειμένη δὲ κατὰ Δίαν νῆσον τὴν πρὸς Ἡρακλείῳ τῷ Κνωσσίῳ, διέχει δὲ τῆς Κρήτης εἰς ἑπτακοσίους: πλησίον δ᾽ αὐτῆς τε Ἀνάφη καὶ Θηρασία. ταύτης δ᾽ εἰς ἑκατὸν ἀπέχει νησίδιον Ἴος, ἐν κεκηδεῦσθαί τινές φασι τὸν ποιητὴν Ὅμηρον: ἀπὸ δὲ τῆς Ἴου πρὸς ἑσπέραν ἰόντι Σίκινος καὶ Λάγουσα καὶ Φολέγανδρος, ἣν Ἄρατος σιδηρείην ὀνομάζει διὰ τὴν τραχύτητα: ἐγγὺς δὲ τούτων Κίμωλος, ὅθεν γῆ Κιμωλία: ἔνθεν Σίφνος ἐν ὄψει ἐστίν, ἐφ᾽ λέγουσι Σίφνιον ἀστράγαλον διὰ τὴν εὐτέλειαν. ἔτι δ᾽ ἐγγυτέρω καὶ τῆς Κιμώλου καὶ τῆς Κρήτης Μῆλος ἀξιολογωτέρα τούτων, διέχουσα τοῦ Ἑρμιονικοῦ [p. 682] ἀκρωτηρίου τοῦ Σκυλλαίου σταδίους ἑπτακοσίους: τοσούτους δὲ σχεδόν τι καὶ τοῦ Δικτυνναίου: Ἀθηναῖοι δέ ποτε πέμψαντες στρατείαν ἡβηδὸν κατέσφαξαν τοὺς πλείους. αὗται μὲν οὖν ἐν τῷ Κρητικῷ πελάγει, ἐν δὲ τῷ Αἰγαίῳ μᾶλλον αὐτή τε Δῆλος καὶ αἱ περὶ αὐτὴν Κυκλάδες καὶ αἱ ταύταις προσκείμεναι Σποράδες, ὧν εἰσι καὶ αἱ λεχθεῖσαι περὶ τὴν Κρήτην. [2]

μὲν οὖν Δῆλος ἐν πεδίῳ κειμένην ἔχει τὴν πόλιν καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ τὸ Λητῷον: ὑπέρκειται δὲ τῆς πόλεως ὄρος ψιλὸν Κύνθος καὶ τραχύ, ποταμὸς δὲ διαρρεῖ τὴν νῆσον Ἰνωπὸς οὐ μέγας: καὶ γὰρ νῆσος μικρά. τετίμηται δὲ ἐκ παλαιοῦ διὰ τοὺς θεοὺς ἀπὸ τῶν ἡρωικῶν χρόνων ἀρξαμένη: μυθεύεται γὰρ ἐνταῦθα Λητὼ τὰς ὠδῖνας ἀποθέσθαι τοῦ τε Ἀπόλλωνος καὶ τῆς Ἀρτέμιδος.“ ἦν γὰρ τοπάροιθε φορητά
φησὶν Πίνδαροςκυμάτεσσιν παντοδαπῶν τ᾽ ἀνέμων
ῥιπαῖσιν: ἀλλ᾽ Κοιογενὴς ὁπότ᾽ ὠδίνεσσι θύοισ᾽
ἀγχιτόκοις ἐπέβα νιν, δὴ τότε τέσσαρες ὀρθαὶ
πρέμνων ἀπώρουσαν χθονίων,
ἂν δ᾽ ἐπικράνοις σχέθον πέτραν ἀδαμαντοπέδιλοι
κίονες: ἔνθα τεκοῖσ᾽ εὐδαίμον᾽ ἐπόψατο γένναν.
3ἔνδοξον δ᾽ ἐποίησαν αὐτὴν αἱ περιοικίδες νῆσοι, καλούμεναι Κυκλάδες, κατὰ τιμὴν πέμπουσαι δημοσίᾳ θεωρούς τε καὶ θυσίας καὶ χοροὺς παρθένων πανηγύρεις τε ἐν αὐτῇ συνάγουσαι μεγάλας. [3] κατ᾽ ἀρχὰς μὲν οὖν δώδεκα λέγονται: προσεγένοντο δὲ καὶ πλείους. Ἀρτεμίδωρος γοῦν πεντεκαίδεκα διαριθμεῖται, περὶ τῆς Ἑλένης εἰπὼν ὅτι ἀπὸ Θορίκου μέχρι Σουνίου παράκειται μακρὰ σταδίων ὅσον ἑξήκοντα τὸ μῆκος, ἀπὸ ταύτης γάρ, φησίν, αἱ καλούμεναι Κυκλάδες εἰσίν: ὀνομάζει δὲ Κέω τὴν ἐγγυτάτω τῇ Ἑλένῃ, καὶ μετὰ ταύτην Κύθνον καὶ Σέριφον καὶ [p. 683] Μῆλον καὶ Σίφνον καὶ Κίμωλον καὶ Πρεπέσινθον καὶ Ὠλίαρον, καὶ πρὸς ταύταις Πάρον Νάξον Σῦρον Μύκονον Τῆνον Ἄνδρον Γύαρον. τὰς μὲν οὖν ἄλλας τῶν δώδεκα νομίζω, τὴν δὲ Πρεπέσινθον καὶ Ὠλίαρον καὶ Γύαρον ἧττον: ὧν τῇ Γυάρῳ προσορμισθεὶς ἔγνων κώμιον ὑπὸ ἁλιέων συνοικούμενον: ἀπαίροντες δ᾽ ἐδεξάμεθα πρεσβευτὴν ἐνθένδε ὡς Καίσαρα προκεχειρισμένον τῶν ἁλιέων τινάἦν δ᾽ ἐν Κορίνθῳ Καῖσαρ βαδίζων ἐπὶ τὸν θρίαμβον τὸν Ἀκτιακόν): συμπλέων δὴ ἔλεγε πρὸς τοὺς πυθομένους ὅτι πρεσβεύοι περὶ κουφισμοῦ τοῦ φόρου: τελοῖεν γὰρ δραχμὰς ἑκατὸν πεντήκοντα καὶ τὰς ἑκατὸν χαλεπῶς ἂν τελοῦντες. δηλοῖ δὲ τὰς ἀπορίας αὐτῶν καὶ Ἄρατος ἐν τοῖς κατὰ λεπτόν Λητοῖ, σὺ μὲν με σιδηρείῃ Φολεγάνδρῳ
δειλὴν Γυάρῳ παρελεύσεαι αὐτίχ᾽ ὁμοίην.
[4] τὴν μὲν οὖν Δῆλον ἔνδοξον γενομένην οὕτως ἔτι μᾶλλον ηὔξησε κατασκαφεῖσα ὑπὸ Ῥωμαίων Κόρινθος: ἐκεῖσε γὰρ μετεχώρησαν οἱ ἔμποροι, καὶ τῆς ἀτελείας τοῦ ἱεροῦ προκαλουμένης αὐτοὺς καὶ τῆς εὐκαιρίας τοῦ λιμένος: ἐν καλῷ γὰρ κεῖται τοῖς ἐκ τῆς Ἰταλίας καὶ τῆς Ἑλλάδος εἰς τὴν Ἀσίαν πλέουσιν: τε πανήγυρις ἐμπορικόν τι πρᾶγμά ἐστι, καὶ συνήθεις ἦσαν αὐτῇ καὶ Ῥωμαῖοι τῶν ἄλλων μάλιστα, καὶ ὅτε συνειστήκει Κόρινθος: Ἀθηναῖοί τε λαβόντες τὴν νῆσον καὶ τῶν ἱερῶν ἅμα καὶ τῶν ἐμπόρων ἐπεμελοῦντο ἱκανῶς: ἐπελθόντες δ᾽ οἱ τοῦ Μιθριδάτου στρατηγοὶ καὶ ἀποστήσας τύραννος αὐτὴν διελυμήναντο πάντα, καὶ παρέλαβον ἐρήμην οἱ Ῥωμαῖοι πάλιν τὴν νῆσον, ἀναχωρήσαντος εἰς τὴν οἰκείαν τοῦ βασιλέως, καὶ διετέλεσε μέχρι νῦν ἐνδεῶς πράττουσα. ἔχουσι δ᾽ αὐτὴν Ἀθηναῖοι. [5] Ῥήναια δ᾽ ἔρημον νησίδιόν ἐστιν ἐν τέτταρσι τῆς Δήλου σταδίοις, ὅπου τὰ μνήματα τοῖς Δηλίοις [p. 684] ἐστίν. οὐ γὰρ ἔξεστιν ἐν αὐτῇ τῇ Δήλῳ θάπτειν οὐδὲ καίειν νεκρόν. οὐκ ἔξεστι δὲ οὐδὲ κύνα ἐν Δήλῳ τρέφειν. ὠνομάζετο δὲ καὶ Ὀρτυγία πρότερον. [6] Κέως δὲ τετράπολις μὲν ὑπῆρξε, λείπονται δὲ δύο, τε Ἰουλὶς καὶ Καρθαία, εἰς ἃς συνεπολίσθησαν αἱ λοιπαί, μὲν Ποιήεσσα εἰς τὴν Καρθαίαν δὲ Κορησία εἰς τὴν Ἰουλίδα. ἐκ δὲ τῆς Ἰουλίδος τε Σιμωνίδης ἦν μελοποιὸς καὶ Βακχυλίδης ἀδελφιδοῦς ἐκείνου, καὶ μετὰ ταῦτα Ἐρασίστρατος ἰατρὸς καὶ τῶν ἐκ τοῦ περιπάτου φιλοσόφων Ἀρίστων τοῦ Βορυσθενίτου Βίωνος ζηλωτής. παρὰ τούτοις δὲ δοκεῖ τεθῆναί ποτε νόμος, οὗ μέμνηται καὶ Μένανδροςκαλὸν τὸ Κείων νόμιμόν ἐστι, Φανία:
μὴ δυνάμενος ζῆν καλῶς οὐ ζῇ κακῶς.
προσέταττε γάρ, ὡς ἔοικεν, νόμος τοὺς ὑπὲρ ἑξήκοντα ἔτη γεγονότας κωνειάζεσθαι καὶ τοῦ διαρκεῖν τοῖς ἄλλοις τὴν τροφήν: καὶ πολιορκουμένους δέ ποτε ὑπ᾽ Ἀθηναίων ψηφίσασθαί φασι τοὺς πρεσβυτάτους ἐξ αὐτῶν ἀποθανεῖν, ὁρισθέντος πλήθους ἐτῶν, τοὺς δὲ παύσασθαι πολιορκοῦντας. κεῖται δ᾽ ἐν ὄρει τῆς θαλάττης διέχουσα πόλις ὅσον πέντε καὶ εἴκοσι σταδίους, ἐπίνειον δ᾽ ἐστὶν αὐτῆς τὸ χωρίον ἐν ἵδρυτο Κορησία κατοικίαν οὐδὲ κώμης ἔχουσα. ἔστι δὲ καὶ πρὸς τῇ Κορησίᾳ Σμινθαίου Ἀπόλλωνος ἱερὸν καὶ πρὸς Ποιηέσσῃ, μεταξὺ δὲ τοῦ ἱεροῦ καὶ τῶν τῆς Ποιηέσσης ἐρειπίων τὸ τῆς Νεδουσίας Ἀθηνᾶς ἱερόν, ἱδρυσαμένου Νέστορος κατὰ τὴν ἐκ Τροίας ἐπάνοδον. ἔστι δὲ καὶ Ἔλιξος ποταμὸς περὶ τὴν Κορησίαν. [7]

μετὰ δὲ ταύτην Νάξος καὶ Ἄνδρος ἀξιόλογοι καὶ Πάρος: ἐντεῦθεν ἦν Ἀρχίλοχος ποιητής. ὑπὸ δὲ Παρίων ἐκτίσθη Θάσος καὶ Πάριον ἐν τῇ Προποντίδι πόλις. ἐν ταύτῃ μὲν οὖν βωμὸς λέγεται θέας ἄξιος, [p. 685] σταδιαίας ἔχων τὰς πλευράς: ἐν δὲ τῇ Πάρῳ Παρία λίθος λεγομένη ἀρίστη πρὸς τὴν μαρμαρογλυφίαν. [8] Σῦρος δ᾽ ἐστὶ μηκύνουσι τὴν πρώτην συλλαβήν, ἐξ ἧς Φερεκύδης Βάβυος ἦν: νεώτερος δ᾽ ἐστὶν Ἀθηναῖος ἐκείνου. ταύτης δοκεῖ μνημονεύειν ποιητὴς Συρίην καλῶννῆσός τις Συρίη κικλήσκεται
Ὀρτυγίης καθύπερθε.
4 [9] Μύκονος δ᾽ ἐστὶν ὑφ᾽ μυθεύουσι κεῖσθαι τῶν γιγάντων τοὺς ὑστάτους ὑφ᾽ Ἡρακλέους καταλυθέντας, ἀφ᾽ ὧν παροιμίαπάνθ᾽ ὑπὸ μίαν Μύκονονἐπὶ τῶν ὑπὸ μίαν ἐπιγραφὴν ἀγόντων καὶ τὰ διηρτημένα τῇ φύσει. καὶ τοὺς φαλακροὺς δέ τινες Μυκονίους καλοῦσιν ἀπὸ τοῦ τὸ πάθος τοῦτο ἐπιχωριάζειν τῇ νήσῳ. [10] Σέριφος δ᾽ ἐστὶν ἐν τὰ περὶ τὸν Δίκτυν μεμύθευται τὸν ἀνελκύσαντα τὴν λάρνακα τοῖς δικτύοις τὴν περιέχουσαν τὸν Περσέα καὶ τὴν μητέρα Δανάην, καταπεποντωμένους ὑπ᾽ Ἀκρισίου τοῦ πατρὸς τῆς Δανάης: τραφῆναί τε γὰρ ἐνταῦθα τὸν Περσέα φασί, καὶ κομίσαντα τὴν τῆς Γοργόνος κεφαλήν, δείξαντα τοῖς Σεριφίοις ἀπολιθῶσαι πάντας: τοῦτο δὲ πρᾶξαι τιμωροῦντα τῇ μητρί, ὅτι αὐτὴν Πολυδέκτης βασιλεὺς ἄκουσαν ἄγεσθαι προείλετο πρὸς γάμον συμπραττόντων ἐκείνων. οὕτω δ᾽ ἐστὶ πετρώδης νῆσος ὥστε ὑπὸ τῆς Γοργόνος τοῦτο παθεῖν αὐτήν φασιν οἱ κωμῳδοῦντες. [11] τῆνος δὲ πόλιν μὲν οὐ μεγάλην ἔχει, τὸ δ᾽ ἱερὸν τοῦ Ποσειδῶνος μέγα ἐν ἄλσει τῆς πόλεως ἔξω θέας ἄξιον, ἐν καὶ ἑστιατόρια πεποίηται μεγάλα, σημεῖον τοῦ συνέρχεσθαι πλῆθος ἱκανὸν τῶν συνθυόντων αὐτοῖς ἀστυγειτόνων τὰ Ποσειδώνια. [12]

ἔστι δὲ καὶ Ἀμοργὸς τῶν Σποράδων, ὅθεν ἦν [p. 686] Σιμωνίδης τῶν ἰάμβων ποιητής, καὶ Λέβινθος καὶ Λέρος ... “ καὶ τόδε Φωκυλίδου: Λέριοι κακοί, οὐχ μὲν ὃς δ᾽ οὔ,
πάντες, πλὴν Προκλέους, καὶ Προκλέης Λέριος.
5 διεβέβληντο γὰρ ὡς κακοήθεις οἱ ἐνθένδε ἄνθρωποι. [13] πλησίον δ᾽ ἐστὶ καὶ Πάτμος καὶ Κορασσίαι πρὸς δύσιν κείμεναι τῇ Ἰκαρίᾳ, αὕτη δὲ Σάμῳ. μὲν οὖν Ἰκαρία ἔρημός ἐστι, νομὰς δ᾽ ἔχει καὶ χρῶνται αὐταῖς Σάμιοι: τοιαύτη δ᾽ οὖσα ἔνδοξος ὅμως ἐστί, καὶ ἀπ᾽ αὐτῆς Ἰκάριον καλεῖται τὸ προκείμενον πέλαγος, ἐν καὶ αὐτὴ καὶ Σάμος καὶ Κῶς ἐστι καὶ αἱ ἄρτι λεχθεῖσαι Κορασσίαι καὶ Πάτμος καὶ Λέρος6. συνάπτει δὲ τῷ Ἰκαρίῳ τὸ Καρπάθιον πέλαγος πρὸς νότον, τούτῳ δὲ τὸ Αἰγύπτιον, πρὸς δὲ δύσιν τό τε Κρητικὸν καὶ τὸ Λιβυκόν. [14]

καὶ ἐν τῷ Καρπαθίῳ δ᾽ εἰσὶ πολλαὶ τῶν Σποράδων μεταξὺ τῆς Κῶ μάλιστα καὶ Ῥόδου καὶ Κρήτης: ὧν εἰσιν Ἀστυπάλαιά τε καὶ Τῆλος καὶ Χαλκία καὶ ἃς Ὅμηρος ὀνομάζει ἐν τῷ καταλόγῳοἳ δ᾽ ἄρα Νίσυρόν τ᾽ εἶχον Κράπαθόν τε Κάσον τε,
καὶ Κῶν, Εὐρυπύλοιο πόλιν, νήσους τε Καλύδνας.
7ἔξω γὰρ τῆς Κῶ καὶ τῆς Ῥόδου, περὶ ὧν ἐροῦμεν ὕστερον, τάς τε ἄλλας ἐν ταῖς Σποράσι τίθεμεν καὶ δὴ καὶ ἐνταῦθα μεμνήμεθα αὐτῶν, καίπερ τῆς Ἀσίας οὐ τῆς Εὐρώπης ἐγγὺς οὐσῶν, ἐπειδὴ τῇ Κρήτῃ καὶ ταῖς Κυκλάσι καὶ τὰς Σποράδας συμπεριλαβεῖν ἠπείγετό πως λόγος: ἐν δὲ τῇ τῆς Ἀσίας περιοδείᾳ τὰς προσεχεῖς αὐτῇ τῶν ἀξιολόγων νήσων προσπεριοδεύσομεν, Κύπρον καὶ Ῥόδον καὶ Κῶν καὶ τὰς ἐν τῇ ἐφεξῆς παραλίᾳ κειμένας, Σάμον [p. 687] Χίον Λέσβον Τένεδον: νῦν δὲ τὰς Σποράδας ὧν ἄξιον μνησθῆναι λοιπὸν ἔπιμεν. [15]

μὲν οὖν Ἀστυπάλαια ἱκανῶς ἐστι πελαγία, πόλιν ἔχουσα. δὲ Τῆλος ἐκτέταται παρὰ τὴν Κνιδίαν μακρὰ ὑψηλὴ στενή, τὴν περίμετρον ὅσον ἑκατὸν καὶ τετταράκοντα σταδίων, ἔχουσα ὕφορμον. δὲ Χαλκία τῆς Τήλου διέχει σταδίους ὀγδοήκοντα, Καρπάθου δὲ τετρακοσίους, Ἀστυπαλαίας δὲ περὶ διπλασίους: ἔχει δὲ καὶ κατοικίαν ὁμώνυμον καὶ ἱερὸν Ἀπόλλωνος καὶ λιμένα. [16] Νίσυρος δὲ πρὸς ἄρκτον μέν ἐστι Τήλου διέχουσα αὐτῆς ὅσον ἑξήκοντα σταδίους ὅσους καὶ Κῶ διέχει, στρογγύλη δὲ καὶ ὑψηλὴ καὶ πετρώδης τοῦ μυλίου λίθου: τοῖς γοῦν ἀστυγείτοσιν ἐκεῖθέν ἐστιν τῶν μύλων εὐπορία. ἔχει δὲ καὶ πόλιν ὁμώνυμον καὶ λιμένα καὶ θερμὰ καὶ Ποσειδῶνος ἱερόν: περίμετρον δὲ αὐτῆς ὀγδοήκοντα στάδιοι. ἔστι δὲ καὶ νησία πρὸς αὐτῇ Νισυρίων λεγόμενα. φασὶ δὲ τὴν Νίσυρον ἀπόθραυσμα εἶναι τῆς Κῶ, προσθέντες καὶ μῦθον, ὅτι Ποσειδῶν διώκων ἕνα τῶν γιγάντων Πολυβώτην ἀποθραύσας τῇ τριαίνῃ τρύφος τῆς Κῶ ἐπ᾽ αὐτὸν βάλοι, καὶ γένοιτο νῆσος τὸ βληθὲν Νίσυρος ὑποκείμενον ἔχουσα ἐν αὐτῇ τὸν γίγαντα: τινὲς δὲ αὐτὸν ὑποκεῖσθαι τῇ Κῷ φασιν. [17]

δὲ Κάρπαθος, ἣν Κράπαθον εἶπεν ποιητής, ὑψηλή ἐστι, κύκλον ἔχουσα σταδίων διακοσίων. τετράπολις δ᾽ ὑπῆρξε καὶ ὄνομα εἶχεν ἀξιόλογον, ἀφ᾽ οὗ καὶ τῷ πελάγει τοὔνομα ἐγένετο. μία δὲ τῶν πόλεων ἐκαλεῖτο Νίσυρος ὁμώνυμος τῇ τῶν Νισυρίων νήσῳ. κεῖται δὲ τῆς Λιβύης κατὰ Λευκὴν ἀκτήν, τῆς μὲν Ἀλεξανδρείας περὶ χιλίους διέχει σταδίους, τῆς δὲ Καρπάθου περὶ τετρακισχιλίους. [18] Κάσος δὲ ταύτης μὲν ἀπὸ ἑβδομήκοντά ἐστι [p. 688] σταδίων, τοῦ δὲ Σαμωνίου τοῦ ἄκρου τῆς Κρήτης διακοσίων πεντήκοντα: κύκλον δὲ ἔχει σταδίων ὀγδοήκοντα. ἔστι δ᾽ ἐν αὐτῇ καὶ πόλις ὁμώνυμος, καὶ Κασίων νῆσοι καλούμεναι πλείους περὶ αὐτήν. [19] νήσους δὲ Καλύδνας τὰς Σποράδας λέγειν φασὶ τὸν ποιητήν, ὧν μίαν εἶναι Κάλυμναν: εἰκὸς δ᾽ ὡς ἐκ τῶν Νισυρίων λέγονται καὶ Κασίων αἱ ἐγγὺς καὶ ὑπήκοοι, οὕτως καὶ τὰς τῇ Καλύμνῃ περικειμένας ἴσως τότε λεγομένῃ Καλύδνῃ: τινὲς δὲ δύο εἶναι Καλύδνας φασὶ Λέρον καὶ Κάλυμναν, ἅσπερ καὶ λέγειν τὸν ποιητήν. δὲ Σκήψιος πληθυντικῶς ὠνομάσθαι τὴν νῆσον Καλύμνας φησίν, ὡς Ἀθήνας καὶ Θήβας, δεῖν δὲ ὑπερβατῶς δέξασθαι τὸ τοῦ ποιητοῦ: οὐ γὰρ νήσους Καλύδνας λέγειν, ἀλλ᾽οἳ δ᾽ ἄρα νήσους Νίσυρόν τ᾽ εἶχον Κράπαθόν τε Κάσον τε καὶ Κῶν, Εὐρυπύλοιο πόλιν, Καλύδνας τε.”8ἅπαν μὲν οὖν τὸ νησιωτικὸν μέλι ὡς ἐπὶ τὸ πολὺ ἀστεῖόν ἐστι καὶ ἐνάμιλλον τῷ Ἀττικῷ, τὸ δ᾽ ἐν ταῖσδε ταῖς νήσοις διαφερόντως, μάλιστα δὲ τὸ Καλύμνιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
  • Cross-references in notes from this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: